§1.649ΚΛ. ναί· σωφρονοῖ γὰρ ἄν, ὦ ξένε, καὶ ὁ τοιοῦτος οὕτω πράττων.
CL. 克里尼亚:是的;异乡人啊,因为这样行动的人也会因此成为节制的人。
ΑΘ. πάλιν δὴ πρὸς τὸν νομοθέτην λέγωμεν τάδε· εἶεν, ὦ νομοθέτα, τοῦ μὲν δὴ φόβου σχεδὸν οὔτε θεὸς ἔδωκεν ἀνθρώποις τοιοῦτον φάρμακον οὔτε αὐτοὶ μεμηχανήμεθα— τοὺς γὰρ γόητας οὐκ ἐν θοίνῃ λέγω—τῆς δὲ ἀφοβίας καὶ τοῦ λίαν θαρρεῖν καὶ ἀκαίρως ἃ μὴ χρή, πότερον ἔστιν πῶμα, ἢ πῶς λέγομεν;
ATH. 雅典人:让我们再次对立法者这样说:“好吧,立法者,关于恐惧,神几乎没有给人类提供过这样一种药水,我们自己也没有发明过——因为我说的可不是宴席上的那些术士——至于无惧、过度的大胆、以及在不该大胆的时候不合时宜地大胆,是否存在一种饮品,或者我们该怎么说?
ΚΛ. ἔστιν, φήσει που, τὸν οἶνον φράζων.
” CL. 克里尼亚:“有,”他大概会说,指的是酒。
ΑΘ. ἦ καὶ τοὐναντίον ἔχει τοῦτο τῷ νυνδὴ λεγομένῳ;
ATH. 雅典人:那么这是否与刚才所说的具有相反的作用呢?
πιόντα τὸν ἄνθρωπον αὐτὸν αὑτοῦ ποιεῖ πρῶτον ἵλεων εὐθὺς μᾶλλον ἢ πρότερον, καὶ ὁπόσῳ ἂν πλέον αὐτοῦ γεύηται, τοσούτῳ πλειόνων ἐλπίδων ἀγαθῶν πληροῦσθαι καὶ δυνάμεως εἰς δόξαν;
它使喝了它的人首先立刻对自己比以前更感到愉悦,并且他越是品尝它,就越是被大量美好的希望和虚妄的力量所充满?
καὶ τελευτῶν δὴ πάσης ὁ τοιοῦτος παρρησίας ὡς σοφὸς ὢν μεστοῦται καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας, ὥστε εἰπεῖν τε ἀόκνως ὁτιοῦν, ὡσαύτως δὲ καὶ πρᾶξαι;
最终,这样的人充满了所有的言论自由——仿佛他很聪明一样——和自主,以及所有的无所畏惧,以至于毫不犹豫地口无遮拦,并且同样地行动?
πᾶς ἡμῖν, οἶμαι, ταῦτʼ ἂν συγχωροῖ.
我想,每个人都会赞同我们的这些看法。
ΚΛ. τί μήν;
CL. 克里尼亚:可不是吗?
ΑΘ. ἀναμνησθῶμεν δὴ τόδε, ὅτι δύʼ ἔφαμεν ἡμῶν ἐν ταῖς ψυχαῖς δεῖν θεραπεύεσθαι, τὸ μὲν ὅπως ὅτι μάλιστα θαρρήσομεν, τὸ δὲ τοὐναντίον ὅτι μάλιστα φοβησόμεθα.
ATH. 雅典人:那么让我们回想这一点,我们说过在我们的灵魂中必须培养两件事:其一,是如何让我们尽可能地大胆,其二,相反,是如何让我们尽可能地恐惧。
ΚΛ. ἃ τῆς αἰδοῦς ἔλεγες, ὡς οἰόμεθα.
CL. 克里尼亚:正如我们所认为的,这是你所说的属于“敬畏”的那些事。
ΑΘ. καλῶς μνημονεύετε.
ATH. 雅典人:你们记性很好。
ἐπειδὴ δὲ τήν τε ἀνδρείαν καὶ τὴν ἀφοβίαν ἐν τοῖς φόβοις δεῖ καταμελετᾶσθαι, σκεπτέον ἆρα τὸ ἐναντίον ἐν τοῖς ἐναντίοις θεραπεύεσθαι δέον ἂν εἴη.
既然勇气和无惧必须在恐惧中锻炼,那么我们就必须考虑,相反的一面是否必须在相反的情况中得到培养。
ΚΛ. τό γʼ οὖν εἰκός.
CL. 克里尼亚:这至少是合情合理的。
ΑΘ. ἃ παθόντες ἄρα πεφύκαμεν διαφερόντως θαρραλέοι τʼ εἶναι καὶ θρασεῖς, ἐν τούτοις δέον ἄν, ὡς ἔοικʼ, εἴη τὸ μελετᾶν ὡς ἥκιστα εἶναι ἀναισχύντους τε καὶ θρασύτητος γέμοντας, φοβεροὺς δὲ εἰς τό τι τολμᾶν ἑκάστοτε λέγειν ἢ πάσχειν ἢ καὶ δρᾶν αἰσχρὸν ὁτιοῦν.
ATH. 雅典人:因此,在那些使我们天生特别大胆和鲁莽的经历中,似乎我们必须在其中练习,使自己尽可能不无耻,也不充满鲁莽,并且在每次企图说出、遭受或甚至做出任何可耻的事情时,都感到恐惧。
ΚΛ. ἔοικεν.
CL. 克里尼亚:似乎是这样。
ΑΘ. οὐκοῦν ταῦτά ἐστι πάντα ἐν οἷς ἐσμὲν τοιοῦτοι, θυμός, ἔρως, ὕβρις, ἀμαθία, φιλοκέρδεια, δειλία, καὶ ἔτι τοιάδε, πλοῦτος, κάλλος, ἰσχύς, καὶ πάνθʼ ὅσα διʼ ἡδονῆς αὖ μεθύσκοντα παράφρονας ποιεῖ;
ATH. 雅典人:那么,难道以下这些不就是所有使我们成为这样的人的事物吗:愤怒、爱欲、傲慢、愚昧、贪利、懦弱,此外还有财富、美貌、力量,以及所有反过来通过快乐使人陶醉、让人失去理智的事物?
τούτων δὲ εὐτελῆ τε καὶ ἀσινεστέραν πρῶτον μὲν πρὸς τὸ λαμβάνειν πεῖραν, εἶτα εἰς τὸ μελετᾶν, πλὴν τῆς ἐν οἴνῳ βασάνου καὶ παιδιᾶς, τίνα ἔχομεν ἡδονὴν εἰπεῖν ἔμμετρον μᾶλλον, ἂν καὶ ὁπωστιοῦν μετʼ εὐλαβείας γίγνηται;
至于这些,除了在酒中的考验和娱乐之外,我们还能说出什么更适度的快乐,首先用来进行尝试,然后用来练习,既便宜又较为无害,即使它在某种程度上是以谨慎的方式进行的?
§1.650ΑΘ. σκοπῶμεν γὰρ δή· δυσκόλου ψυχῆς καὶ ἀγρίας, ἐξ ἧς ἀδικίαι μυρίαι γίγνονται, πότερον ἰόντα εἰς τὰ συμβόλαια πεῖραν λαμβάνειν, κινδυνεύοντα περὶ αὐτῶν, σφαλερώτερον, ἢ συγγενόμενον μετὰ τῆς τοῦ Διονύσου θεωρίας;
ATH. 雅典人:因为让我们确实考虑一下:对于一个会产生无数不义的、乖戾和狂野的灵魂,是通过进入契约、在其中冒险危害自家财产来进行试验更危险,还是在迪奥尼索斯的庆典中与之交往更危险?
ἢ πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέρας τε καὶ ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες, ἦθος ψυχῆς θεάσασθαι;
或者,为了检验一个屈服于爱欲的灵魂,委托自己的女儿、儿子和妻子,从而在最亲爱的人身上冒险,来观察这个灵魂的品性?
καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ μισθοῦ ζημιώδους θεωρεῖν.
确实,即使说出成千上万个例子,也永远说不完在娱乐中观察,与在另一种需要付出有害代价的情况下观察,两者之间有多么巨大的差别。
καὶ δὴ καὶ τοῦτο μὲν αὐτὸ περί γε τούτων οὔτʼ ἂν Κρῆτας οὔτʼ ἄλλους ἀνθρώπους οὐδένας οἰόμεθα ἀμφισβητῆσαι, μὴ οὐ πεῖράν τε ἀλλήλων ἐπιεικῆ ταύτην εἶναι, τό τε τῆς εὐτελείας καὶ ἀσφαλείας καὶ τάχους διαφέρειν πρὸς τὰς ἄλλας βασάνους.
确实,关于这点本身,我们认为无论是克里特人还是任何其他人,都不会否认这是一种检验彼此的合适方式,而且在便宜、安全和快速方面优于其他试验。
ΚΛ. ἀληθὲς τοῦτό γε.
CL. 克里尼亚:这至少是真的。
ΑΘ. τοῦτο μὲν ἄρʼ ἂν τῶν χρησιμωτάτων ἓν εἴη, τὸ γνῶναι τὰς φύσεις τε καὶ ἕξεις τῶν ψυχῶν, τῇ τέχνῃ ἐκείνῃ ἧς ἐστιν ταῦτα θεραπεύειν· ἔστιν δέ που, φαμέν, ὡς οἶμαι, πολιτικῆς. ἦ γάρ;
ATH. 雅典人:那么,这应当是最有用的事情之一,即了解灵魂的天性和状态,这属于那门旨在培养它们的艺术;而我们说,这大概就是政治艺术,不是吗?
ΚΛ. πάνυ μὲν οὖν.
CL. 克里尼亚:完全如此。