← プラトン

クリティアス

§106-107

ティマイオスの祈りとクリティアスの前置き

ティマイオスは前段の宇宙創造の議論を終えて神への感謝の祈りを捧げ、クリティアスに発言を引き渡す。クリティアスは、聞き手に馴染み深い人間の事柄について語る方が、神々の事柄を語るよりも絵画の例のようにかえって困難であることを説明し、寛大な理解を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§106

ΤΙ. ὡς ἅσμενος, ὦ Σώκρατες, οἷον ἐκ μακρᾶς ἀναπεπαυμένος ὁδοῦ, νῦν οὕτως ἐκ τῆς τοῦ λόγου διαπορείας ἀγαπητῶς ἀπήλλαγμαι. τῷ δὲ πρὶν μὲν πάλαι ποτʼ ἔργῳ, νῦν δὲ λόγοις ἄρτι θεῷ γεγονότι1 προσεύχομαι, τῶν ῥηθέντων ὅσα μὲν ἐρρήθη μετρίως, σωτηρίαν ἡμῖν αὐτὸν αὐτῶν διδόναι, παρὰ μέλος δὲ εἴ τι περὶ αὐτῶν ἄκοντες εἴπομεν, δίκην τὴν πρέπουσαν ἐπιτιθέναι. δίκη δὲ ὀρθὴ τὸν πλημμελοῦντα ἐμμελῆ ποιεῖν· ἵνʼ οὖν τὸ λοιπὸν τοὺς περὶ θεῶν γενέσεως ὀρθῶς λέγωμεν λόγους, φάρμακον ἡμῖν αὐτὸν τελεώτατον καὶ ἄριστον φαρμάκων ἐπιστήμην εὐχόμεθα διδόναι, προσευξάμενοι δὲ παραδίδομεν κατὰ τὰς ὁμολογίας Κριτίᾳ τὸν ἑξῆς λόγον. ΚΡΙ. ἀλλʼ, ὦ Τίμαιε, δέχομαι μέν, ᾧ δὲ καὶ σὺ κατʼ ἀρχὰς ἐχρήσω, συγγνώμην αἰτούμενος ὡς περὶ μεγάλων μέλλων λέγειν, ταὐτὸν καὶ νῦν ἐγὼ τοῦτο παραιτοῦμαι, μειζόνως δὲ αὐτοῦ τυχεῖν ἔτι μᾶλλον ἀξιῶ περὶ τῶν μελλόντων ῥηθήσεσθαι.

ティマイオス:ソクラテスよ、長い道中から休息を得たかのように、何と嬉しく、私は今このように、議論の旅路を切り抜けて、ありがたく解放されたことでしょう。かつて遥か昔に事実(わざ)において生まれ、今は言葉において、つい先ほど生まれたばかりの神に、私は祈ります。語られたことのうち、適度に語られたものについては、彼自身が私たちにそれらの保存を与えてくださるように、また、それらについて私たちが望まずして音律を外れて語ってしまったことがあれば、相応しい罰を科してくださるようにと。正しい罰とは、音を外した者を調和させることです。それゆえ、私たちが今後、神々の生成について正しい言論を語ることができるように、最も完全な薬、あらゆる薬の中で最善のものである知識を彼が与えてくださるよう祈ります。そして祈りを終え、約束に従って、次の言論をクリティアスへと引き渡します。クリティアス:いや、ティマイオスよ、私は喜んで受け取ります。しかし、あなたも最初に、大いなる事柄について語ろうとしているとして容赦を求めた、その同じことを、私もまた今、願い求めます。そして、これから語られようとしている事柄については、なおさら大きくその容赦を得るに値するはずだと考えています。

§107

ΚΡΙ. καίτοι σχεδὸν μὲν οἶδα παραίτησιν εὖ μάλα φιλότιμον καὶ τοῦ δέοντος ἀγροικοτέραν μέλλων παραιτεῖσθαι, ῥητέον δὲ ὅμως. ὡς μὲν γὰρ οὐκ εὖ τὰ παρὰ σοῦ λεχθέντα εἴρηται, τίς ἂν ἐπιχειρήσειεν ἔμφρων λέγειν; ὅτι δὲ τὰ ῥηθησόμενα πλείονος συγγνώμης δεῖται χαλεπώτερα ὄντα, τοῦτο πειρατέον πῃ διδάξαι. περὶ θεῶν γάρ, ὦ Τίμαιε, λέγοντά τι πρὸς ἀνθρώπους δοκεῖν ἱκανῶς λέγειν ῥᾷον ἢ περὶ θνητῶν πρὸς ἡμᾶς. ἡ γὰρ ἀπειρία καὶ σφόδρα ἄγνοια τῶν ἀκουόντων περὶ ὧν ἂν οὕτως ἔχωσιν πολλὴν εὐπορίαν παρέχεσθον2 τῷ μέλλοντι λέγειν τι περὶ αὐτῶν· περὶ δὲ δὴ θεῶν ἴσμεν ὡς ἔχομεν. ἵνα δὲ σαφέστερον ὃ λέγω δηλώσω, τῇδέ μοι συνεπίσπεσθε. μίμησιν μὲν γὰρ δὴ καὶ ἀπεικασίαν τὰ παρὰ πάντων ἡμῶν ῥηθέντα χρεών που γενέσθαι· τὴν δὲ τῶν γραφέων εἰδωλοποιίαν περὶ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπινα σώματα γιγνομένην ἴδωμεν ῥᾳστώνης τε πέρι καὶ χαλεπότητος πρὸς τὸ τοῖς ὁρῶσιν δοκεῖν3 ἀποχρώντως μεμιμῆσθαι, καὶ κατοψόμεθα ὅτι γῆν μὲν καὶ ὄρη καὶ ποταμοὺς καὶ ὕλην οὐρανόν τε σύμπαντα καὶ τὰ περὶ αὐτὸν ὄντα καὶ ἰόντα πρῶτον μὲν ἀγαπῶμεν ἄν τίς τι καὶ βραχὺ πρὸς ὁμοιότητα αὐτῶν ἀπομιμεῖσθαι δυνατὸς ᾖ, πρὸς δὲ τούτοις, ἅτε οὐδὲν εἰδότες ἀκριβὲς περὶ τῶν τοιούτων, οὔτε ἐξετάζομεν οὔτε ἐλέγχομεν τὰ γεγραμμένα, σκιαγραφίᾳ δὲ ἀσαφεῖ καὶ ἀπατηλῷ χρώμεθα περὶ αὐτά· τὰ δὲ ἡμέτερα ὁπόταν τις ἐπιχειρῇ σώματα ἀπεικάζειν, ὀξέως αἰσθανόμενοι τὸ παραλειπόμενον διὰ τὴν ἀεὶ σύνοικον κατανόησιν χαλεποὶ κριταὶ γιγνόμεθα τῷ μὴ πάσας πάντως τὰς ὁμοιότητας ἀποδιδόντι. ταὐτὸν δὴ καὶ κατὰ τοὺς λόγους ἰδεῖν δεῖ γιγνόμενον, ὅτι τὰ μὲν οὐράνια καὶ θεῖα ἀγαπῶμεν καὶ σμικρῶς εἰκότα λεγόμενα, τὰ δὲ θνητὰ καὶ ἀνθρώπινα ἀκριβῶς ἐξετάζομεν. ἐκ δὴ τοῦ παραχρῆμα νῦν λεγόμενα,4 τὸ πρέπον ἂν μὴ δυνώμεθα πάντως ἀποδιδόναι, συγγιγνώσκειν χρεών· οὐ γὰρ ὡς ῥᾴδια τὰ θνητὰ ἀλλʼ ὡς χαλεπὰ πρὸς δόξαν ὄντα ἀπεικάζειν δεῖ διανοεῖσθαι.

クリティアス:もっとも、私が求めようとしている容赦は、非常に野心的で、わきまえを欠いた不作法なものであることはほぼ承知していますが、それでも語らねばなりません。というのも、あなたによって語られたことが見事に語られてはいなかったなどと、正気の人間のうち誰が主張しようとするでしょうか。しかし、これから語られるであろう事柄の方が、より困難であるために、より多くの容赦を必要とするのだということ、この点をどうにか説明してみようと思います。というのも、ティマイオスよ、神々について人間に向かって何かを語り、十分に語っていると思われることの方が、私たちにとって、凡夫について語るよりも容易だからです。なぜなら、聞き手がそのような状態にある事柄については、彼らの経験のなさや極度の無知が、それらについて何かを語ろうとする者に多大な便宜を与えるからです。そして実際、神々について私たちがどのような状態にあるかは、自ら知るところです。私が言っていることをより明確にするために、次のように私についてきてください。というのも、私たち全員が語ることは、模倣であり表現でなければならないからです。そこで、画家たちが神々や人間の肉体を描く画像制作において、見る人々に対して十分に模倣していると思わせることの容易さと困難さとを検討してみましょう。そうすれば、次のようなことが分かるでしょう。すなわち、大地、山々、河川、森、そして天の全体と、その周りに存在し運行しているものたちについては、まず第一に、誰かがそれらの類似性をごくわずかでも模倣できれば、私たちは満足します。その上、私たちはそのような事柄について何も正確には知らないので、描かれたものを詳細に吟味することも検証することもしません。むしろ、それらに対しては、不鮮明で惑わすような遠近画法を用いることで甘んじています。これに対して、誰かが私たちの身体を表現しようとする時には、私たちは常に自分自身と同居している観察眼によって、欠けている部分を鋭敏に見破り、あらゆる類似点を完全に表現し尽くさない描き手に対して、厳しい批評家となります。これと全く同じことが、言論においても起こるのを見るべきです。すなわち、天上の神聖な事柄については、たとえわずかばかりの尤もらしさをもって語られるだけでも私たちは満足するのに対し、死すべき人間の事柄については、厳密に詮索するのです。したがって、即興で今語られていることについて、もし私たちが完全に相応しい表現を尽くせなくとも、大目に見るべきです。死すべき人間の事柄を描写することは、容易なことではなく、人々の思惑に照らせば困難なことなのだと考えねばならないからです。

構文注4 件
  1. 106aθεῷ γεγονότι

    対比的な二つの副詞句 πρὶν μὲν πάλαι ποτʼ ἔργῳ「かつて遥か昔に事実において」と νῦν δὲ λόγοις ἄρτι「今は言葉において、つい先ほど」が、生まれたばかりの宇宙(神)を指す完了分詞 γεγονότι(γίγνομαι)を修飾している。前者は宇宙の物理的創造を、後者はこの対話篇での言論上の構成を意味する。

  2. 107bπαρέχεσθον

    主語が ἡ ἀπειρία(経験のなさ)と καὶ σφόδρα ἄγνοια(極度の無知)という二つの単数名詞であるため、動詞 παρέχω の両数形(dual)である παρέχεσθον が用いられている。

  3. 107cπρὸς τὸ τοῖς ὁρῶσιν δοκεῖν

    前置詞 πρὸς に導かれる冠詞付き不定詞句(πρὸς τὸ δοκεῖν)であり、「〜と思われることに関して」という関連または目的を表す。τοῖς ὁρῶσιν(見る人々にとって)は与格の補語、後ろの μεμιμῆσθαι は δοκεῖν の補足不定詞。

  4. 107eλεγόμενα

    主節に繋がる中性複数対格分詞であり、一種の絶対格(対格絶対、あるいは文脈上の主題を示す独立分詞)として機能している。「即興で今語られている事柄について言えば」という前提を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:106-107