§91ΤΙ. τῶν γενομένων ἀνδρῶν ὅσοι δειλοὶ καὶ τὸν βίον ἀδίκως διῆλθον, κατὰ λόγον τὸν εἰκότα γυναῖκες μετεφύοντο ἐν τῇ δευτέρᾳ γενέσει·
提:在产生的人类中,凡是胆怯且不正当地度过一生的人,根据合乎情理的解释,在第二次诞生中便转变成了女人。
καὶ κατʼ ἐκεῖνον δὴ τὸν χρόνον διὰ ταῦτα θεοὶ τὸν τῆς συνουσίας ἔρωτα ἐτεκτήναντο, ζῷον τὸ μὲν ἐν ἡμῖν, τὸ δʼ ἐν ταῖς γυναιξὶν συστήσαντες ἔμψυχον, τοιῷδε τρόπῳ ποιήσαντες ἑκάτερον.
在那个时候,正是由于这些原因,神明创造了交合的爱欲,他们在我们体内以及在女人体内分别构建了一个有灵魂的活物,并用如下方式制造了这二者。
τὴν τοῦ ποτοῦ διέξοδον, ᾗ διὰ τοῦ πλεύμονος τὸ πῶμα ὑπὸ τοὺς νεφροὺς εἰς τὴν κύστιν ἐλθὸν καὶ τῷ πνεύματι θλιφθὲν συνεκπέμπει δεχομένη, συνέτρησαν εἰς τὸν ἐκ τῆς κεφαλῆς κατὰ τὸν αὐχένα καὶ διὰ τῆς ῥάχεως μυελὸν συμπεπηγότα, ὃν δὴ σπέρμα ἐν τοῖς πρόσθεν λόγοις εἴπομεν·
他们将吸纳饮料的通道——这一通道接受通过肺部到达肾脏下方膀胱并由呼吸压迫而一同排出的饮料——贯通到了从头部沿着脖子并穿过脊髓的凝固髓质中,而我们在此前的论述中确已将这髓质称为种子。
ὁ δέ, ἅτʼ ἔμψυχος ὢν καὶ λαβὼν ἀναπνοήν, τοῦθʼ ᾗπερ ἀνέπνευσεν, τῆς ἐκροῆς ζωτικὴν ἐπιθυμίαν ἐμποιήσας αὐτῷ, τοῦ γεννᾶν ἔρωτα ἀπετέλεσεν.
由于这髓质具有灵魂并获得了呼吸,它在自己呼出气体的地方,在自身内部植入了排泄的生命欲求,从而完成了生育的爱欲。
διὸ δὴ τῶν μὲν ἀνδρῶν τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου, πάντων διʼ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν·
因此,在男人身上,性器官的构造变得不顺从且自作主张,犹如一个不听从理性的活物,试图通过狂热的欲望去主宰一切。
αἱ δʼ ἐν ταῖς γυναιξὶν αὖ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπῶς ἀγανακτοῦν φέρει, καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνεῖν οὐκ ἐῶν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως συναγαγόντες, οἷον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες, ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν.
相反,在女人身上,被称为子宫和胞宫的部分,出于同样的原因,作为一个内在于她们、渴望繁衍后代的欲望活物,当它在适龄期之后长期没有结果时,便感到难以忍受的愤怒,并在身体内到处游荡,堵塞气体的通道,阻碍呼吸,使其陷入极度的困境中,并引起各种其他疾病,直到双方的欲望和爱欲将他们带到一起,仿佛从树上摘取果实一样,将由于微小而不可见且尚未成形的活物播种到子宫这块耕地里,并再次将它们区分开来,在内部抚养长大,此后将它们带到光芒中,从而完成活物的诞生。
γυναῖκες μὲν οὖν καὶ τὸ θῆλυ πᾶν οὕτω γέγονεν·
因此,女人和所有的雌性都是这样产生的。
τὸ δὲ τῶν ὀρνέων φῦλον μετερρυθμίζετο, ἀντὶ τριχῶν πτερὰ φύον, ἐκ τῶν ἀκάκων ἀνδρῶν, κούφων δέ, καὶ μετεωρολογικῶν μέν, ἡγουμένων δὲ διʼ ὄψεως τὰς περὶ τούτων ἀποδείξεις βεβαιοτάτας εἶναι διʼ εὐήθειαν.
而鸟类的族群则是从那些无害但轻浮的男人中转变而来的,他们长出了羽毛代替毛发,他们虽然关注天体现象,但由于天真,便认为关于这些事物的证明通过视觉是最为可靠的。
τὸ δʼ αὖ πεζὸν καὶ θηριῶδες γέγονεν ἐκ τῶν μηδὲν προσχρωμένων φιλοσοφίᾳ μηδὲ ἀθρούντων τῆς περὶ τὸν οὐρανὸν φύσεως πέρι μηδέν, διὰ τὸ μηκέτι ταῖς ἐν τῇ κεφαλῇ χρῆσθαι περιόδοις, ἀλλὰ τοῖς περὶ τὰ στήθη τῆς ψυχῆς ἡγεμόσιν ἕπεσθαι μέρεσιν.
另一方面,陆生的野兽般的生灵则产生于那些完全不接触哲学、也不观察任何关于天空自然的人,因为他们不再使用头部的旋转轨道,而是追随胸部周围灵魂的主导部分。
§92ΤΙ. ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τά τʼ ἐμπρόσθια κῶλα καὶ τὰς κεφαλὰς εἰς γῆν ἑλκόμενα ὑπὸ συγγενείας ἤρεισαν, προμήκεις τε καὶ παντοίας ἔσχον τὰς κορυφάς, ὅπῃ συνεθλίφθησαν ὑπὸ ἀργίας ἑκάστων αἱ περιφοραί·
提:由于这些生活习性,他们的前肢和头部因其亲缘关系而被拉向地面并固定在那里,他们拥有了拉长且各种各样的头部,这取决于各人的旋转轨道因闲置而被挤压的程度。
τετράπουν τε τὸ γένος αὐτῶν ἐκ ταύτης ἐφύετο καὶ πολύπουν τῆς προφάσεως, θεοῦ βάσεις ὑποτιθέντος πλείους τοῖς μᾶλλον ἄφροσιν, ὡς μᾶλλον ἐπὶ γῆν ἕλκοιντο.
由于这个原因,他们的族群生来就是四足和多足的,因为神给更愚蠢的人身下放了更多的支撑,好让他们更多地被拉向地面。
τοῖς δʼ ἀφρονεστάτοις αὐτῶν τούτων καὶ παντάπασιν πρὸς γῆν πᾶν τὸ σῶμα κατατεινομένοις ὡς οὐδὲν ἔτι ποδῶν χρείας οὔσης, ἄποδα αὐτὰ καὶ ἰλυσπώμενα ἐπὶ γῆς ἐγέννησαν.
而在这些最愚蠢的人中,由于他们的整个身体都完全伸展在地面上,已不再需要脚,神明便将他们生为无足且在地上爬行的动物。
τὸ δὲ τέταρτον γένος ἔνυδρον γέγονεν ἐκ τῶν μάλιστα ἀνοητοτάτων καὶ ἀμαθεστάτων, οὓς οὐδʼ ἀναπνοῆς καθαρᾶς ἔτι ἠξίωσαν οἱ μεταπλάττοντες, ὡς τὴν ψυχὴν ὑπὸ πλημμελείας πάσης ἀκαθάρτως ἐχόντων, ἀλλʼ ἀντὶ λεπτῆς καὶ καθαρᾶς ἀναπνοῆς ἀέρος εἰς ὕδατος θολερὰν καὶ βαθεῖαν ἔωσαν ἀνάπνευσιν·
第四种水生族群产生于最无理智和最无知的人,重塑他们的人认为,由于他们的灵魂因各种过失而处于不洁状态,他们甚至不配再获得清净空气的呼吸,因此神明没有让他们呼吸稀薄而清净的空气,而是将他们推入水中浑浊而深沉的呼吸。
ὅθεν ἰχθύων ἔθνος καὶ τὸ τῶν ὀστρέων συναπάντων τε ὅσα ἔνυδρα γέγονεν, δίκην ἀμαθίας ἐσχάτης ἐσχάτας οἰκήσεις εἰληχότων.
由此产生了鱼类、贝类以及所有水生动物的种群,它们因其极端的无知而分得了最底层的居所。
καὶ κατὰ ταῦτα δὴ πάντα τότε καὶ νῦν διαμείβεται τὰ ζῷα εἰς ἄλληλα, νοῦ καὶ ἀνοίας ἀποβολῇ καὶ κτήσει μεταβαλλόμενα.
并且,正是根据所有这些,无论是过去还是现在,所有的活物都在相互转化,通过理智和无值的丧失与获得而发生改变。
καὶ δὴ καὶ τέλος περὶ τοῦ παντὸς νῦν ἤδη τὸν λόγον ἡμῖν φῶμεν ἔχειν·
现在,让我们确实可以说,关于宇宙的论述终于结束了。
θνητὰ γὰρ καὶ ἀθάνατα ζῷα λαβὼν καὶ συμπληρωθεὶς ὅδε ὁ κόσμος οὕτω, ζῷον ὁρατὸν τὰ ὁρατὰ περιέχον, εἰκὼν τοῦ νοητοῦ θεὸς αἰσθητός, μέγιστος καὶ ἄριστος κάλλιστός τε καὶ τελεώτατος γέγονεν εἷς οὐρανὸς ὅδε μονογενὴς ὤν.
因为这个世界在接纳了会死和不朽的活物并以此填满之后,它本身作为一个包容可见事物的可见活物,是理智所能把握之物的摹像,是一个可感知的神,变得最伟大、最完美、最美丽和最健全,成为了这唯一且独一无二的天宇。