§69ΤΙ. διὸ δὴ χρὴ δύʼ αἰτίας εἴδη διορίζεσθαι, τὸ μὲν ἀναγκαῖον, τὸ δὲ θεῖον, καὶ τὸ μὲν θεῖον ἐν ἅπασιν ζητεῖν κτήσεως ἕνεκα εὐδαίμονος βίου, καθʼ ὅσον ἡμῶν ἡ φύσις ἐνδέχεται, τὸ δὲ ἀναγκαῖον ἐκείνων χάριν, λογιζόμενον ὡς ἄνευ τούτων οὐ δυνατὰ αὐτὰ ἐκεῖνα ἐφʼ οἷς σπουδάζομεν μόνα κατανοεῖν οὐδʼ αὖ λαβεῖν οὐδʼ ἄλλως πως μετασχεῖν.
提:因此,必须确立两种原因:一种是必然的,另一种是神圣的。 我们必须在一切事物中寻找神圣因,以便在我们本性所允许的范围内获得幸福的生活;而寻找必然因则是为了神圣因的缘故,因为我们考虑到,如果没有必然因,我们就无法单独理解、掌握或以其他方式分享我们所热切追求的那些神圣因本身。
ὅτʼ οὖν δὴ τὰ νῦν οἷα τέκτοσιν ἡμῖν ὕλη παράκειται τὰ τῶν αἰτίων γένη διυλισμένα, ἐξ ὧν τὸν ἐπίλοιπον λόγον δεῖ συνυφανθῆναι, πάλιν ἐπʼ ἀρχὴν ἐπανέλθωμεν διὰ βραχέων, ταχύ τε εἰς ταὐτὸν πορευθῶμεν ὅθεν δεῦρο ἀφικόμεθα, καὶ τελευτὴν ἤδη κεφαλήν τε τῷ μύθῳ πειρώμεθα ἁρμόττουσαν ἐπιθεῖναι τοῖς πρόσθεν.
因此,由于现在各种原因的类别就像木材一样已经过滤并呈现在我们这些木匠面前,我们将从中织出余下的论述,让我们简短地回到开头,迅速走向我们刚才所达到的地方,并尝试为这个传说加上一个与前文相称的结尾和头部。
ὥσπερ γὰρ οὖν καὶ κατʼ ἀρχὰς ἐλέχθη, ταῦτα ἀτάκτως ἔχοντα ὁ θεὸς ἐν ἑκάστῳ τε αὐτῷ πρὸς αὑτὸ καὶ πρὸς ἄλληλα συμμετρίας ἐνεποίησεν, ὅσας τε καὶ ὅπῃ δυνατὸν ἦν ἀνάλογα καὶ σύμμετρα εἶναι.
因为正如开始时所说的那样,这些事物原本处于无序状态,而神在它们自身内部以及它们彼此之间注入了比例与对称,使它们在可能范围内达到尽可能的成比例与对称。
τότε γὰρ οὔτε τούτων, ὅσον μὴ τύχῃ, τι μετεῖχεν, οὔτε τὸ παράπαν ὀνομάσαι τῶν νῦν ὀνομαζομένων ἀξιόλογον ἦν οὐδέν, οἷον πῦρ καὶ ὕδωρ καὶ εἴ τι τῶν ἄλλων·
因为在那时,除了偶然之外,这些事物不占有任何比例,而且在现在被命名的那些事物中,比如火、水以及其他任何事物,完全没有任何值得称道的名字。
ἀλλὰ πάντα ταῦτα πρῶτον διεκόσμησεν, ἔπειτʼ ἐκ τούτων πᾶν τόδε συνεστήσατο, ζῷον ἓν ζῷα ἔχον τὰ πάντα ἐν ἑαυτῷ θνητὰ ἀθάνατά τε.
相反,神首先将这一切予以整顿,然后由这些构成了这整个宇宙,使之成为一个单一的活体,在其自身中包容了所有必死与不死的生物。
καὶ τῶν μὲν θείων αὐτὸς γίγνεται δημιουργός, τῶν δὲ θνητῶν τὴν γένεσιν τοῖς ἑαυτοῦ γεννήμασιν δημιουργεῖν προσέταξεν.
神自己成为了神圣事物的造物主,而将必死事物的生成命令他自己的后代去创造。
οἱ δὲ μιμούμενοι, παραλαβόντες ἀρχὴν ψυχῆς ἀθάνατον, τὸ μετὰ τοῦτο θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν ὄχημά τε πᾶν τὸ σῶμα ἔδοσαν ἄλλο τε εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ θνητόν, δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον, πρῶτον μὲν ἡδονήν, μέγιστον κακοῦ δέλεαρ, ἔπειτα λύπας, ἀγαθῶν φυγάς, ἔτι δʼ αὖ θάρρος καὶ φόβον, ἄφρονε συμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δʼ εὐπαράγωγον·
他们模仿他,接受了不死灵魂的开端,随后在它周围塑造了必死的肉体,并将整个身体作为它的座驾,此外还在身体中建造了另一种灵魂,即必死的灵魂,它自身中拥有可怕而必然的受苦:第一是快乐,这是恶的最大的诱饵;其次是痛苦,它排斥善;此外还有胆怯与恐惧,这两个愚蠢的顾问;还有难以抚平的愤怒,以及容易被误导的希望。
αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῇ παντὸς ἔρωτι συγκερασάμενοι ταῦτα, ἀναγκαίως τὸ θνητὸν γένος συνέθεσαν.
他们将这些与无理性的感觉以及企图一切的爱混合在一起,必然地组成了必死的人类。
καὶ διὰ ταῦτα δὴ σεβόμενοι μιαίνειν τὸ θεῖον, ὅτι μὴ πᾶσα ἦν ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσιν εἰς ἄλλην τοῦ σώματος οἴκησιν τὸ θνητόν, ἰσθμὸν καὶ ὅρον διοικοδομήσαντες τῆς τε κεφαλῆς καὶ τοῦ στήθους, αὐχένα μεταξὺ τιθέντες, ἵνʼ εἴη χωρίς.
正因为这些原因,他们敬畏着,不愿玷污神圣之物,除非有绝对的必然,因而将这必死的部分安置在身体的另一个居所中,与神圣的部分隔开,在头部和胸部之间建造了地峡与屏障,即颈部,使它们彼此分离。
ἐν δὴ τοῖς στήθεσιν καὶ τῷ καλουμένῳ θώρακι τὸ τῆς ψυχῆς θνητὸν γένος ἐνέδουν.
然后他们将这必死的灵魂类别束缚在胸部和所谓的胸腔中。
§70ΤΙ. καὶ ἐπειδὴ τὸ μὲν ἄμεινον αὐτῆς, τὸ δὲ χεῖρον ἐπεφύκει, διοικοδομοῦσι τοῦ θώρακος αὖ τὸ κύτος, διορίζοντες οἷον γυναικῶν, τὴν δὲ ἀνδρῶν χωρὶς οἴκησιν, τὰς φρένας διάφραγμα εἰς τὸ μέσον αὐτῶν τιθέντες.
提:由于灵魂的一部分天生较好,另一部分较差,他们再次将胸腔的空洞进行划分,就如同将女子的居所与男子的居所分开一样,将横膈膜置于它们中间作为隔板。
τὸ μετέχον οὖν τῆς ψυχῆς ἀνδρείας καὶ θυμοῦ, φιλόνικον ὄν, κατῴκισαν ἐγγυτέρω τῆς κεφαλῆς μεταξὺ τῶν φρενῶν τε καὶ αὐχένος, ἵνα τοῦ λόγου κατήκοον ὂν κοινῇ μετʼ ἐκείνου βίᾳ τὸ τῶν ἐπιθυμιῶν κατέχοι γένος, ὁπότʼ ἐκ τῆς ἀκροπόλεως τῷ τʼ ἐπιτάγματι καὶ λόγῳ μηδαμῇ πείθεσθαι ἑκὸν ἐθέλοι·
因此,他们将分享了灵魂的勇气与愤怒、且好胜的部分,安置在离头部较近的地方,即横膈膜与颈部之间,以便它能听从理性的指引,并与理性共同强力遏制欲望的类别,每当欲望类别不愿自愿服从来自“卫城”的命令和理性时。
τὴν δὲ δὴ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵνα, ὅτε ζέσειεν τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι, τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον, γίγνοιτο ἐπήκοον καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεμονεῖν ἐῷ.
而他们把心脏安置在卫兵的居所中,使之成为血管的结点和在所有肢体中剧烈循环的血液的源泉,以便每当愤怒的激情沸腾,且理性宣告外部或由于内部欲望正在发生针对它们的某种不义行为时,整个身体中凡有感觉的部分都能迅速通过所有狭窄的通道,感知到指令和威胁,从而听从指挥并完全追随,如此便允许最优秀的部分在它们所有人中处于领导地位。
τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει, προγιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γίγνεσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πλεύμονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τό τε πνεῦμα καὶ τὸ πῶμα δεχομένη, ψύχουσα, ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι·
而针对心脏在预料到可怕之事和愤怒被唤起时的跳动,他们预先知道所有这种愤怒者的肿胀都将通过火而发生,为了设计对它的援助,便植入了肺的形态,首先使其柔软且无血,其次在其内部拥有像海绵一样的多孔空洞,以便它能接受气息和饮水,予以冷却,并在炎热中提供呼吸和缓解。
διὸ δὴ τῆς ἀρτηρίας ὀχετοὺς ἐπὶ τὸν πλεύμονα ἔτεμον, καὶ περὶ τὴν καρδίαν αὐτὸν περιέστησαν οἷον μάλαγμα, ἵνʼ ὁ θυμὸς ἡνίκα ἐν αὐτῇ ἀκμάζοι, πηδῶσα εἰς ὑπεῖκον καὶ ἀναψυχομένη, πονοῦσα ἧττον, μᾶλλον τῷ λόγῳ μετὰ θυμοῦ δύναιτο ὑπηρετεῖν.
因此,他们将气管的管道切向肺部,并将其围绕在心脏周围,如同缓冲物,以便每当愤怒在心脏中达到顶点时,心脏在跳动中能落入顺从的、可冷却的地方,少受痛苦,从而更能与愤怒一起为理性服务。
τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ τεκτηνάμενοι·
而对于那渴望食物和饮料、以及由于身体本性因而产生匮乏的所有部分的那个灵魂,他们将其安置在横膈膜与脐部边界之间的区域,将整个这个地方构建成供身体营养的饲料槽。
καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλοι ποτὲ θνητὸν ἔσεσθαι γένος.
他们将这一类的灵魂像野兽一样锁在里面,但为了必死人类的生存,有必要将其连结在一起并予以喂养。