← プラトン

ティマイオス

§41

デミウルゴスの神々への命令と不死なる魂の調合

デミウルゴスは誕生した神々に対し、宇宙を完全にするために残りの死すべき生きものたちを製作するよう命じ、その不死なる魂の部分を自ら作って星々に配分し、彼女たちに運命の法を告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§41

ΤΙ. οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους· ἐπεὶ δʼ οὖν πάντες ὅσοι τε περιπολοῦσιν φανερῶς καὶ ὅσοι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε— θεοὶ θεῶν,1 ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων,2 διʼ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε μὴ ἐθέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· διʼ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδʼ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες3 ἐκείνων οἷς ὅτʼ ἐγίγνεσθε συνεδεῖσθε. νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντʼ ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι. διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτʼ ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθʼ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε. ταῦτʼ εἶπε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα. συστήσας δὲ τὸ πᾶν διεῖλεν ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, ἔνειμέν θʼ ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μήτις ἐλαττοῖτο ὑπʼ αὐτοῦ, δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων4 φῦναι ζῴων τὸ θεοσεβέστατον, διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως, τὸ κρεῖττον τοιοῦτον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ.

ティマイオス:さて、彼らに従う我々にとってのこれら神々の生成は、このようにあり、またそのように語られたものとしよう。地と天の子らとしてオケアノスとテテュスが生まれ、これらからフォルキュス、クロノス、レア、およびこれらとともにいた者たちが生まれ、クロノスとレアからはゼウス、ヘラ、および私たちが彼らの兄弟姉妹と呼んでいると知っているすべての人々、さらにこれらから他の子孫が生まれた。ところで、目に見えて巡行する神々と、彼らが望むときにだけ現れる神々のすべてが生成を持ったとき、この宇宙を生成した者が彼らに向かってこのように語る――「神々の中の神々よ、私がその製作者であり父である作品たちよ。私によって生み出されたものは、私が望まない限りは解体不可能である。さて、結合されたものはすべて解体可能であるが、よく調和させられ良い状態にあるものを解体しようと望むのは悪のすることである。それゆえ、またあなたがたは生み出されたのであるから、不死ではなく、全く解体不可能でもないが、解体されることもなく、死の運命に出会うこともない。それは、あなたがたが生み出されたときに結び合わされたものたちよりも、さらに大きくてより支配的な絆である私の意志を分け得たからである。さて、それゆえ、私があなたがたに示して言うことを学びなさい。死ずべき種族がまだ三つ、未誕生のまま残されている。これらが生み出されなければ、天は不完全なものとなるだろう。なぜなら、すべての生きものの種族を自己の内に持つことがないからである。だが、天が十分に完全なものとなるためには、それらを持つ必要がある。もしそれらが私によって生み出され、生命を分け持つなら、神々と等しくなってしまうだろう。それゆえ、それらが死すべきものであり、またこの宇宙が真に全体であるために、あなたがたは自分の本性に従って生きものの製作へと向かい、あなたがたの生成に関する私の力を模倣しなさい。そして、それらのうちで不死なるものと同名であることがふさわしい部分、すなわち、常に正義とあなたがたに従うことを望むものたちの中で主導的な、神的と呼ばれる部分については、私が種を蒔いて手始めをしてあなたがたに引き渡そう。残りの部分については、あなたがたが不死なるものに死すべきものを織り合わせ、生きものを製作し、生み出し、食物を与えて成長させ、滅びゆくものを再び受け入れなさい。」こう語り、再び前の混和容器へと、そこで宇宙の魂を混和して混ぜ合わせていたのであるが、前回の残りかすを注ぎ込み、ある意味で同じ方法で混ぜ合わせたが、もはや同じように純粋ではなく、第二級、第三級の純度であった。そして全体を構成し、星々と同数の魂に分割し、それぞれをそれぞれの星に分配し、それらを乗り物に乗せるようにして、宇宙の本性を示し、彼女たちに定められた法を告げた。すなわち、第一の生成はすべての人に等しく一つに定められており、誰一人として彼によって不利益を被ることがないように。そして、彼女たちがそれぞれに適した器官に蒔かれた後、時間の経過において生きもののうちで最も神を敬うものとして生まれる必要があること。そして人間の本性は二重であるが、より優れた性質は、のちに男と呼ばれるであろうような種族であること。

構文注4 件
  1. 41aθεοὶ θεῶν

    呼格 θεοί と属格 θεῶν の関係について、伝統的に「神々の中の神々(最上の神々)」とする解釈と、直後の関係節 ὧν(私がその製作者であり父である作品たち)に ἔργα のような同格語を補って「神々よ、そして私がその製作者であり父である作品たちよ」と取る解釈がある。ここではデミウルゴスが自らの被造物たる神々に呼びかける文脈を重視し、両者を結びつけて解釈している。

  2. 41aὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων

    関係代名詞 ὧν が、修飾対象である名詞 ἔργων から離れて前置されている倒置(ハイパーバトン)構造。「私がその製作者であり父である作品」を意味する。

  3. 41bτῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες

    動詞 λαχόντες(得る、あずかる)が属格 τῆς ἐμῆς βουλήσεως を支配している。δεσμοῦ(絆)は βουλήσεως と同格であり、比較の属格 ἐκείνων(それら=生み出された際の結合)が比較級 μείζονος と κυριωτέρου にかかっている。

  4. 41eὄργανα χρόνων

    直訳は「時間(複数形)の道具」。前節(§39-40)で天体が時間の測定器具として導入された文脈から、ここでは魂が蒔かれる対象である「星々」を直接指すが、時間の経過とともに機能する「肉体の諸器官」という意味も重ね合わされている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:41