§7.530ἡγήσαιτο γὰρ ἄν πού τις ἔμπειρος γεωμετρίας, ἰδὼν τὰ τοιαῦτα, κάλλιστα μὲν ἔχειν ἀπεργασίᾳ, γελοῖον μὴν ἐπισκοπεῖν αὐτὰ σπουδῇ ὡς τὴν ἀλήθειαν ἐν αὐτοῖς ληψόμενον ἴσων ἢ διπλασίων ἢ ἄλλης τινὸς συμμετρίας.
“因为精通几何学的人,看到这些装饰,会认为它们在制作上确实极美,但如果指指望在其中找到等量、加倍或任何其他比例的真理,而严肃地研究它们,则是荒谬的。
τί δʼ οὐ μέλλει γελοῖον εἶναι;
” “怎么会不荒谬呢?
ἔφη.
”他说。
τῷ ὄντι δὴ ἀστρονομικόν, ἦν δʼ ἐγώ, ὄντα οὐκ οἴει ταὐτὸν πείσεσθαι εἰς τὰς τῶν ἄστρων φορὰς ἀποβλέποντα;
“那么,”我说,“你认为一个真正的天文学家,在仰望星辰的运行工作时,不会有同样的感受吗?
νομιεῖν μὲν ὡς οἷόν τε κάλλιστα τὰ τοιαῦτα ἔργα συστήσασθαι, οὕτω συνεστάναι τῷ τοῦ οὐρανοῦ δημιουργῷ αὐτόν τε καὶ τὰ ἐν αὐτῷ·
他会认为,天的创造主已经以最美的方式构建了天本身和其中的一切。
τὴν δὲ νυκτὸς πρὸς ἡμέραν συμμετρίαν καὶ τούτων πρὸς μῆνα καὶ μηνὸς πρὸς ἐνιαυτὸν καὶ τῶν ἄλλων ἄστρων πρός τε ταῦτα καὶ πρὸς ἄλληλα, οὐκ ἄτοπον, οἴει, ἡγήσεται τὸν νομίζοντα γίγνεσθαί τε ταῦτα ἀεὶ ὡσαύτως καὶ οὐδαμῇ οὐδὲν παραλλάττειν, σῶμά τε ἔχοντα καὶ ὁρώμενα, καὶ ζητεῖν παντὶ τρόπῳ τὴν ἀλήθειαν αὐτῶν λαβεῖν;
但是,对于夜与昼的比例,以及这些与月的比例,月与年的比例,以及其他星辰与这些以及彼此之间的比例,如果有人认为这些具有形体且可见的事物,总是以完全相同的方式产生且绝不发生任何偏差,并试图用尽各种方法去获取它们的真理,天文学家难道不会认为他是古怪的吗?
ἐμοὶ γοῦν δοκεῖ, ἔφη, σοῦ νῦν ἀκούοντι.
”“至少在我现在听你说话时,我觉得确实如此,”他说。
προβλήμασιν ἄρα, ἦν δʼ ἐγώ, χρώμενοι ὥσπερ γεωμετρίαν οὕτω καὶ ἀστρονομίαν μέτιμεν, τὰ δʼ ἐν τῷ οὐρανῷ ἐάσομεν, εἰ μέλλομεν ὄντως ἀστρονομίας μεταλαμβάνοντες χρήσιμον τὸ φύσει φρόνιμον ἐν τῇ ψυχῇ ἐξ ἀχρήστου ποιήσειν.
“因此,”我说,“我们将像对待几何学那样,通过使用‘问题’来追求天文学,而把天空中的事物搁置一旁,如果我们想要真正参与天文学,从而将灵魂中天然具有智性的部分从无用转为有用的话。
ἦ πολλαπλάσιον, ἔφη, τὸ ἔργον ἢ ὡς νῦν ἀστρονομεῖται προστάττεις.
”“你所要求的任务,比现在的天文学研究要繁重许多倍,”他说。
οἶμαι δέ γε, εἶπον, καὶ τἆλλα κατὰ τὸν αὐτὸν τρόπον προστάξειν ἡμᾶς, ἐάν τι ἡμῶν ὡς νομοθετῶν ὄφελος ᾖ.
“但我认为,”我说,“如果我们作为立法者要有什么用处的话,我们也会以同样的方式规定其他科目。
ἀλλὰ γάρ τι ἔχεις ὑπομνῆσαι τῶν προσηκόντων μαθημάτων;
但是,你还能想起什么其他合适的学习科目吗?
οὐκ ἔχω, ἔφη, νῦν γʼ οὑτωσί.
”“我现在想不出来,”他说。
οὐ μὴν ἕν, ἀλλὰ πλείω, ἦν δʼ ἐγώ, εἴδη παρέχεται ἡ φορά, ὡς ἐγᾦμαι.
“然而,运动并不只呈现一种形式,而是有多种,”我说,“正如我所认为的。
τὰ μὲν οὖν πάντα ἴσως ὅστις σοφὸς ἕξει εἰπεῖν·
也许任何一个智者都能把它们全部说出来,但对我们来说明显的,有两种。
ἃ δὲ καὶ ἡμῖν προφανῆ, δύο.
”“是哪两种?
ποῖα δή; πρὸς τούτῳ, ἦν δʼ ἐγώ, ἀντίστροφον αὐτοῦ.
”“在这一个之外,”我说,“它的对应物。
τὸ ποῖον;
”“是什么?
κινδυνεύει, ἔφην, ὡς πρὸς ἀστρονομίαν ὄμματα πέπηγεν, ὣς πρὸς ἐναρμόνιον φορὰν ὦτα παγῆναι, καὶ αὗται ἀλλήλων ἀδελφαί τινες αἱ ἐπιστῆμαι εἶναι, ὡς οἵ τε Πυθαγόρειοί φασι καὶ ἡμεῖς, ὦ Γλαύκων, συγχωροῦμεν.
”“大概,”我说,“正如眼睛是为天文学而固定的一样,耳朵是为协调的运动而固定的。 这两门科学就像是姐妹,正如毕达哥拉斯派所说,而我们,格劳孔,也同意。
ἢ πῶς ποιοῦμεν;
或者我们要怎么做?
οὕτως, ἔφη.
”“我们要这样同意,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἐπειδὴ πολὺ τὸ ἔργον, ἐκείνων πευσόμεθα πῶς λέγουσι περὶ αὐτῶν καὶ εἴ τι ἄλλο πρὸς τούτοις·
“那么,”我说,“既然任务艰巨,我们要向他们请教他们对这些学问是怎么说的,以及在此之外是否还有别的。
ἡμεῖς δὲ παρὰ πάντα ταῦτα φυλάξομεν τὸ ἡμέτερον.
但在这一切中,我们将守护我们自己的原则。
ποῖον;
”“什么原则?
μή ποτʼ αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανθάνειν οὓς θρέψομεν, καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεί, οἷ πάντα δεῖ ἀφήκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονομίας ἐλέγομεν.
”“我们所培养的人,绝不要试图去学习任何不完整的东西,或者说,不要去学习那些不能总是到达所有事物应该到达的目的地的东西,正如我们刚才对天文学所说的那样。
§7.531ἢ οὐκ οἶσθʼ ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι;
” “或者你不知道,他们在调和方面也在做着另一件类似的事情吗?
τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες ἀνήνυτα, ὥσπερ οἱ ἀστρονόμοι, πονοῦσιν.
因为他们像天文学家一样,徒劳地测量着那些听得到的协和音和声音的相互关系。
νὴ τοὺς θεούς, ἔφη, καὶ γελοίως γε, πυκνώματʼ ἄττα ὀνομάζοντες καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι, οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν καὶ σμικρότατον εἶναι τοῦτο διάστημα, ᾧ μετρητέον, οἱ δὲ ἀμφισβητοῦντες ὡς ὅμοιον ἤδη φθεγγομένων, ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι.
”“对诸神起誓,”他说,“而且非常荒谬! 他们称之为‘密集音程’并把耳朵贴过去,就像是在偷听邻居的声音一样。 有的说在中间还能听到某种声音,这就是必须用来测量的最小音程;而另一些人则争论说,它们发出的声音已经是一样的了。 两组人都把耳朵置于理智之前。
σὺ μέν, ἦν δʼ ἐγώ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν κολλόπων στρεβλοῦντας·
”“你说的,”我说,“是那些对待琴弦折磨考问、在琴栓上扭紧它们的‘好人’。
ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ κατηγορίας πέρι καὶ ἐξαρνήσεως καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος καὶ οὔ φημι τούτους λέγειν, ἀλλʼ ἐκείνους οὓς ἔφαμεν νυνδὴ περὶ ἁρμονίας ἐρήσεσθαι.
但为了不让这个比喻变得太长——伴随着拨子的弹奏、对琴弦的指责、否认和傲慢——我停止这个比喻,并且我不是指他们,而是指我们刚才说要向他们请教调和学的人。
ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ·
因为他们所做的与天文学里的人一样。
τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλʼ οὐκ εἰς προβλήματα ἀνίασιν, ἐπισκοπεῖν τίνες σύμφωνοι ἀριθμοὶ καὶ τίνες οὔ, καὶ διὰ τί ἑκάτεροι.
因为他们寻找这些听得到的协和音中的数,但他们并不上升到‘问题’,去考察哪些数是协和的,哪些数不是,以及为什么每一类是这样。
δαιμόνιον γάρ, ἔφη, πρᾶγμα λέγεις.
”“你说的真是一件不可思议的事情,”他说。
χρήσιμον μὲν οὖν, ἦν δʼ ἐγώ, πρὸς τὴν τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ζήτησιν, ἄλλως δὲ μεταδιωκόμενον ἄχρηστον.
“不如说是非常有用的事情,”我说,“对于美与善的追求,但如果为了其他目的而追求,则是无用的。
εἰκός γʼ, ἔφη.
”“确实如此,”他说。
οἶμαι δέ γε, ἦν δʼ ἐγώ, καὶ ἡ τούτων πάντων ὧν διεληλύθαμεν μέθοδος ἐὰν μὲν ἐπὶ τὴν ἀλλήλων κοινωνίαν ἀφίκηται καὶ συγγένειαν, καὶ συλλογισθῇ ταῦτα ᾗ ἐστὶν ἀλλήλοις οἰκεῖα, φέρειν τι αὐτῶν εἰς ἃ βουλόμεθα τὴν πραγματείαν καὶ οὐκ ἀνόνητα πονεῖσθαι, εἰ δὲ μή, ἀνόνητα.
“而且我认为,”我说,“我们所经历的这所有科目的探求方法,如果能达到它们彼此的共同联系和亲缘关系,并推论出它们是如何相互关联的,那么它们的探讨就会对我们想要达到的目标有所贡献,而我们的劳苦也就不是无益的;否则,就是无益的。
καὶ ἐγώ, ἔφη, οὕτω μαντεύομαι.
”“我也这样预料,”他说。
ἀλλὰ πάμπολυ ἔργον λέγεις, ὦ Σώκρατες.
“但苏格拉底,你说的是一项极其艰巨的任务。
τοῦ προοιμίου, ἦν δʼ ἐγώ, ἢ τίνος λέγεις;
”“你是指序奏,”我说,“还是什么?
ἢ οὐκ ἴσμεν ὅτι πάντα ταῦτα προοίμιά ἐστιν αὐτοῦ τοῦ νόμου ὃν δεῖ μαθεῖν;
难道我们不知道,所有这些不过是必须学习的法本身的序奏吗?
οὐ γάρ που δοκοῦσί γέ σοι οἱ ταῦτα δεινοὶ διαλεκτικοὶ εἶναι.
因为你大概不认为,那些精通这些学问的人就是辩证法家吧。
οὐ μὰ τὸν Δίʼ, ἔφη, εἰ μὴ μάλα γέ τινες ὀλίγοι ὧν ἐγὼ ἐντετύχηκα.
”“对宙斯起誓,决非如此,”他说,“除了我所遇到过的极少数人之外。
ἀλλὰ δή, εἶπον, μὴ δυνατοὶ οἵτινες δοῦναί τε καὶ ἀποδέξασθαι λόγον εἴσεσθαί ποτέ τι ὧν φαμεν δεῖν εἰδέναι;
”“但是,”我说,“如果人们不能给出和接受‘理路’,他们能随时知道我们所说他们必须知道的事情吗?
οὐδʼ αὖ, ἔφη, τοῦτό γε.
”“这也绝不可能,”他说。 ”, grading the formatting with strict validation, avoiding spaces inside strings, matching standard classical conventions for multiple lines. Korean output uses equivalent high formal tone: