§7.526τί οὖν οἴει, ὦ Γλαύκων, εἴ τις ἔροιτο αὐτούς·
“那么,格劳孔,如果有人问他们:‘奇妙的人啊,你们所讨论的是什么样的数?
ὦ θαυμάσιοι, περὶ ποίων ἀριθμῶν διαλέγεσθε, ἐν οἷς τὸ ἓν οἷον ὑμεῖς ἀξιοῦτέ ἐστιν, ἴσον τε ἕκαστον πᾶν παντὶ καὶ οὐδὲ σμικρὸν διαφέρον, μόριόν τε ἔχον ἐν ἑαυτῷ οὐδέν;
在这些数中,如你们所主张的那种“一”是存在的,每一个都完全彼此相等,没有丝毫差别,并且自身中不包含任何部分?
τί ἂν οἴει αὐτοὺς ἀποκρίνασθαι;
’你认为他们会怎么回答呢?
τοῦτο ἔγωγε, ὅτι περὶ τούτων λέγουσιν ὧν διανοηθῆναι μόνον ἐγχωρεῖ, ἄλλως δʼ οὐδαμῶς μεταχειρίζεσθαι δυνατόν.
”“我至少认为,他们会这样回答:‘他们所说的是那些只能用思想来把握、而无法以任何其他方式对待的数。
ὁρᾷς οὖν, ἦν δʼ ἐγώ, ὦ φίλε, ὅτι τῷ ὄντι ἀναγκαῖον ἡμῖν κινδυνεύει εἶναι τὸ μάθημα, ἐπειδὴ φαίνεταί γε προσαναγκάζον αὐτῇ τῇ νοήσει χρῆσθαι τὴν ψυχὴν ἐπʼ αὐτὴν τὴν ἀλήθειαν;
’”“那么,朋友,”我说,“你是否看到,这门学科看来真的对我们是必不可少的? 因为它显然是在强迫灵魂使用纯粹的理智本身去通往真理本身。
καὶ μὲν δή, ἔφη, σφόδρα γε ποιεῖ αὐτό.
”“确实如此,”他说,“它非常强烈地起到了这个作用。
τί δέ;
”“那么这一点呢?
τόδε ἤδη ἐπεσκέψω, ὡς οἵ τε φύσει λογιστικοὶ εἰς πάντα τὰ μαθήματα ὡς ἔπος εἰπεῖν ὀξεῖς φύονται, οἵ τε βραδεῖς, ἂν ἐν τούτῳ παιδευθῶσιν καὶ γυμνάσωνται, κἂν μηδὲν ἄλλο ὠφεληθῶσιν, ὅμως εἴς γε τὸ ὀξύτεροι αὐτοὶ αὑτῶν γίγνεσθαι πάντες ἐπιδιδόασιν;
你是否已经注意到,那些天生擅长计算的人,可以说在所有学科上都显得敏锐;而那些迟钝的人,如果在这门学科中受到教育和锻炼,即使没有获得其他好处,但至少在使自己变得比以前更敏锐这一方面,所有人都会有所进步?
ἔστιν, ἔφη, οὕτω.
”“确实如此,”他说。
καὶ μήν, ὡς ἐγᾦμαι, ἅ γε μείζω πόνον παρέχει μανθάνοντι καὶ μελετῶντι, οὐκ ἂν ῥᾳδίως οὐδὲ πολλὰ ἂν εὕροις ὡς τοῦτο.
“而且,依我看,对于学习和练习的人来说,你很难找到多少比这需要付出更大辛劳的事情了。
οὐ γὰρ οὖν.
”“确实找不到。
πάντων δὴ ἕνεκα τούτων οὐκ ἀφετέον τὸ μάθημα, ἀλλʼ οἱ ἄριστοι τὰς φύσεις παιδευτέοι ἐν αὐτῷ.
”“因此,由于所有这些原因,万万不可放弃这门学科,而必须用它来教育那些天资最优秀的人。
σύμφημι, ἦ δʼ ὅς.
”“我赞同,”他说。
τοῦτο μὲν τοίνυν, εἶπον, ἓν ἡμῖν κείσθω·
“那么,”我说,“这就算作我们确立的第一点。
δεύτερον δὲ τὸ ἐχόμενον τούτου σκεψώμεθα ἆρά τι προσήκει ἡμῖν.
让我们再看看紧随其后的第二点,是否对我们合适。
τὸ ποῖον;
”“是哪一种?
ἢ γεωμετρίαν, ἔφη, λέγεις;
你是指几何学吗?
αὐτὸ τοῦτο, ἦν δʼ ἐγώ.
”他说。 “正是这个,”我说。
ὅσον μέν, ἔφη, πρὸς τὰ πολεμικὰ αὐτοῦ τείνει, δῆλον ὅτι προσήκει·
“关于它面向军事的那一部分,”他说,“显然是合适的。
πρὸς γὰρ τὰς στρατοπεδεύσεις καὶ καταλήψεις χωρίων καὶ συναγωγὰς καὶ ἐκτάσεις στρατιᾶς καὶ ὅσα δὴ ἄλλα σχηματίζουσι τὰ στρατόπεδα ἐν αὐταῖς τε ταῖς μάχαις καὶ πορείαις διαφέροι ἂν αὐτὸς αὑτοῦ γεωμετρικός τε καὶ μὴ ὤν.
因为在驻军扎营、抢占要地、集结和展开军队,以及在实际战斗和行军中军队排演阵型的所有其他事务上,一个精通几何学的人与不精通的人相比,会有极大的不同。
ἀλλʼ οὖν δή, εἶπον, πρὸς μὲν τὰ τοιαῦτα καὶ βραχύ τι ἂν ἐξαρκοῖ γεωμετρίας τε καὶ λογισμῶν μόριον· τὸ δὲ πολὺ αὐτῆς καὶ πορρωτέρω προϊὸν σκοπεῖσθαι δεῖ εἴ τι πρὸς ἐκεῖνο τείνει, πρὸς τὸ ποιεῖν κατιδεῖν ῥᾷον τὴν τοῦ ἀγαθοῦ ἰδέαν.
”“但是,”我说,“对于这类事情,几何学和计算术的极小一部分就足够了;而我们必须考察的,是几何学中占大部分且向更深处推进的那部分,是否在某种程度上指向那个目标:使人更容易看清善的理念。
τείνει δέ, φαμέν, πάντα αὐτόσε, ὅσα ἀναγκάζει ψυχὴν εἰς ἐκεῖνον τὸν τόπον μεταστρέφεσθαι ἐν ᾧ ἐστι τὸ εὐδαιμονέστατον τοῦ ὄντος, ὃ δεῖ αὐτὴν παντὶ τρόπῳ ἰδεῖν.
而我们说,凡是强迫灵魂转向那拥有最幸福之‘实在’的领域的学问,都是指向那一目标的,而那正是灵魂必须想方设法去观看的。
ὀρθῶς, ἔφη, λέγεις.
”“你说得对,”他说。
οὐκοῦν εἰ μὲν οὐσίαν ἀναγκάζει θεάσασθαι, προσήκει, εἰ δὲ γένεσιν, οὐ προσήκει.
“因此,如果它强迫灵魂去观照‘实在’,它就是合适的;如果它强迫灵魂去观照‘生成’,它就是不合适的。
φαμέν γε δή.
”“我们确实是这么说的。
§7.527οὐ τοίνυν τοῦτό γε, ἦν δʼ ἐγώ, ἀμφισβητήσουσιν ἡμῖν ὅσοι καὶ σμικρὰ γεωμετρίας ἔμπειροι, ὅτι αὕτη ἡ ἐπιστήμη πᾶν τοὐναντίον ἔχει τοῖς ἐν αὐτῇ λόγοις λεγομένοις ὑπὸ τῶν μεταχειριζομένων.
” “那么,”我说,“凡是对几何学稍有经验的人,都不会在这个问题上与我们争论:这门科学的实际性质,与那些从事它的人所使用的语言完全相反。
πῶς;
”“怎么说呢?
ἔφη.
”他说。
λέγουσι μέν που μάλα γελοίως τε καὶ ἀναγκαίως·
“我想,他们的说辞非常可笑,却又是不得已而为之。
ὡς γὰρ πράττοντές τε καὶ πράξεως ἕνεκα πάντας τοὺς λόγους ποιούμενοι λέγουσιν τετραγωνίζειν τε καὶ παρατείνειν καὶ προστιθέναι καὶ πάντα οὕτω φθεγγόμενοι, τὸ δʼ ἔστι που πᾶν τὸ μάθημα γνώσεως ἕνεκα ἐπιτηδευόμενον.
因为他们说话时,就好像他们正在做某事,并且他们所有的言词都是为了行动而发出的,比如说什么‘求平方’、‘延长’、‘添加’,如此这般地表达;但实际上,这门学问的全部都是为了认识而进行的研究。
παντάπασι μὲν οὖν, ἔφη.
”“完全是这样,”他说。
οὐκοῦν τοῦτο ἔτι διομολογητέον;
“那么我们是否还应该共同承认这一点?
τὸ ποῖον;
”“哪一点?
ὡς τοῦ ἀεὶ ὄντος γνώσεως, ἀλλὰ οὐ τοῦ ποτέ τι γιγνομένου καὶ ἀπολλυμένου.
”“即,它是为了认识那‘永远存在者’,而不是为了认识那‘在某个时候生成又灭亡者’。
εὐομολόγητον, ἔφη· τοῦ γὰρ ἀεὶ ὄντος ἡ γεωμετρικὴ γνῶσίς ἐστιν.
”“这很容易承认,”他说,“因为几何学的知识就是关于那‘永远存在者’的。
ὁλκὸν ἄρα, ὦ γενναῖε, ψυχῆς πρὸς ἀλήθειαν εἴη ἂν καὶ ἀπεργαστικὸν φιλοσόφου διανοίας πρὸς τὸ ἄνω σχεῖν ἃ νῦν κάτω οὐ δέον ἔχομεν.
”“那么,我高贵的朋友,几何学必然是将灵魂引向真理的引力,并且是造就哲学性思考的工具,用以将我们现在不当向下看的事物向上抬起。
ὡς οἷόν τε μάλιστα, ἔφη.
”“确实能最大程度地做到这一点,”他说。
ὡς οἷόν τʼ ἄρα, ἦν δʼ ἐγώ, μάλιστα προστακτέον ὅπως οἱ ἐν τῇ καλλιπόλει σοι μηδενὶ τρόπῳ γεωμετρίας ἀφέξονται.
“那么,应当最大程度地,”我说,“命令你那美丽之城里的人,决不能以任何方式放弃几何学。
καὶ γὰρ τὰ πάρεργα αὐτοῦ οὐ σμικρά.
因为它的副产品也绝非渺小。
ποῖα;
”“是什么样的副产品?
ἦ δʼ ὅς.
”他说。
ἅ τε δὴ σὺ εἶπες, ἦν δʼ ἐγώ, τὰ περὶ τὸν πόλεμον, καὶ δὴ καὶ πρὸς πάσας μαθήσεις, ὥστε κάλλιον ἀποδέχεσθαι, ἴσμεν που ὅτι τῷ ὅλῳ καὶ παντὶ διοίσει ἡμμένος τε γεωμετρίας καὶ μή.
“正是你所提到的,”我说,“关于战争的那些,以及为了能更美妙地接受所有的学科;我们大概知道,接触过几何学的人和没有接触过的人,在这些方面将有着天壤之别。
τῷ παντὶ μέντοι νὴ Δίʼ, ἔφη.
”“确实是天壤之别,凭宙斯起誓,”他说。
δεύτερον δὴ τοῦτο τιθῶμεν μάθημα τοῖς νέοις;
“那么,我们把这定为青年人的第二门学科,可以吗?
τιθῶμεν, ἔφη.
”“定下来吧,”他说。
τί δέ;
“那么,第三门我们定为天文学,可以吗?
τρίτον θῶμεν ἀστρονομίαν; ἢ οὐ δοκεῖ;
还是你觉得不妥?
ἐμοὶ γοῦν, ἔφη· τὸ γὰρ περὶ ὥρας εὐαισθητοτέρως ἔχειν καὶ μηνῶν καὶ ἐνιαυτῶν οὐ μόνον γεωργίᾳ οὐδὲ ναυτιλίᾳ προσήκει, ἀλλὰ καὶ στρατηγίᾳ οὐχ ἧττον.
”“至少对我来说是赞同的,”他说,“因为对季节、月份和年份有更敏锐的感受力,不仅对农业和航海合适,对军事指挥也同样重要。
ἡδὺς εἶ, ἦν δʼ ἐγώ, ὅτι ἔοικας δεδιότι τοὺς πολλούς, μὴ δοκῇς ἄχρηστα μαθήματα προστάττειν.
”“你真有趣,”我说,“因为你似乎害怕大众,担心自己看起来是在命令学习没用的学科。
τὸ δʼ ἔστιν οὐ πάνυ φαῦλον ἀλλὰ χαλεπὸν πιστεῦσαι ὅτι ἐν τούτοις τοῖς μαθήμασιν ἑκάστου ὄργανόν τι ψυχῆς ἐκκαθαίρεταί τε καὶ ἀναζωπυρεῖται ἀπολλύμενον καὶ τυφλούμενον ὑπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, κρεῖττον ὂν σωθῆναι μυρίων ὀμμάτων· μόνῳ γὰρ αὐτῷ ἀλήθεια ὁρᾶται.
但这其实绝非微不足道,只是人们很难相信:在这些学科中,每个人的魂中都有一个器官被净化并重新点燃,而它曾被其他活动摧毁和弄瞎;这个器官比一万只眼睛更值得保存,因为只有通过它才能看清真理。
οἷς μὲν οὖν ταῦτα συνδοκεῖ ἀμηχάνως ὡς εὖ δόξεις λέγειν, ὅσοι δὲ τούτου μηδαμῇ ᾐσθημένοι εἰσὶν εἰκότως ἡγήσονταί σε λέγειν οὐδέν· ἄλλην γὰρ ἀπʼ αὐτῶν οὐχ ὁρῶσιν ἀξίαν λόγου ὠφελίαν.
因此,对于那些赞同这些观点的人来说,你会显得说得无比精彩;但对于那些对此毫无察觉的人来说,他们自然会认为你在说空话,因为他们看不到这些学科能带来任何其他值得一提的用处。 ”