§10.618μετὰ δὲ τοῦτο αὖθις τὰ τῶν βίων παραδείγματα εἰς τὸ πρόσθεν σφῶν θεῖναι ἐπὶ τὴν γῆν, πολὺ πλείω τῶν παρόντων.
“他说,在此之后,各种生活的样板被重新呈现在他们面前的地上,其数量远远超过在场的灵魂。
εἶναι δὲ παντοδαπά· ζῴων τε γὰρ πάντων βίους καὶ δὴ καὶ τοὺς ἀνθρωπίνους ἅπαντας.
这些样板是千差万别的:既有所有动物的生活,当然也有所有人类的生活。
τυραννίδας τε γὰρ ἐν αὐτοῖς εἶναι, τὰς μὲν διατελεῖς, τὰς δὲ καὶ μεταξὺ διαφθειρομένας καὶ εἰς πενίας τε καὶ φυγὰς καὶ εἰς πτωχείας τελευτώσας· εἶναι δὲ καὶ δοκίμων ἀνδρῶν βίους, τοὺς μὲν ἐπὶ εἴδεσιν καὶ κατὰ κάλλη καὶ τὴν ἄλλην ἰσχύν τε καὶ ἀγωνίαν, τοὺς δʼ ἐπὶ γένεσιν καὶ προγόνων ἀρεταῖς, καὶ ἀδοκίμων κατὰ ταῦτα, ὡσαύτως δὲ καὶ γυναικῶν.
其中有各种独裁者的生活,有些是终身独裁,有些则在中间破灭并以贫穷、流亡和乞讨告终;也有名望之士的生活,有些是因为容貌、美丽以及其他气力和竞技才能,有些则是由于出身和祖先的德行;同样也有在这些方面没有名望之士的生活,女人的生活也是如此。
ψυχῆς δὲ τάξιν οὐκ ἐνεῖναι διὰ τὸ ἀναγκαίως ἔχειν ἄλλον ἑλομένην βίον ἀλλοίαν γίγνεσθαι·
然而,由于必须在选择另一种生活后使灵魂变得不同,因此其中没有关于灵魂秩序的设定。
τὰ δʼ ἄλλα ἀλλήλοις τε καὶ πλούτοις καὶ πενίαις, τὰ δὲ νόσοις, τὰ δʼ ὑγιείαις μεμεῖχθαι, τὰ δὲ καὶ μεσοῦν τούτων.
其余的特征则彼此混合,并与财富、贫穷混合,有些与疾病混合,有些与健康混合,有些则介于这些状态之间。
ἔνθα δή, ὡς ἔοικεν, ὦ φίλε Γλαύκων, ὁ πᾶς κίνδυνος ἀνθρώπῳ, καὶ διὰ ταῦτα μάλιστα ἐπιμελητέον ὅπως ἕκαστος ἡμῶν τῶν ἄλλων μαθημάτων ἀμελήσας τούτου τοῦ μαθήματος καὶ ζητητὴς καὶ μαθητὴς ἔσται, ἐάν ποθεν οἷός τʼ ᾖ μαθεῖν καὶ ἐξευρεῖν τίς αὐτὸν ποιήσει δυνατὸν καὶ ἐπιστήμονα, βίον καὶ χρηστὸν καὶ πονηρὸν διαγιγνώσκοντα, τὸν βελτίω ἐκ τῶν δυνατῶν ἀεὶ πανταχοῦ αἱρεῖσθαι· ἀναλογιζόμενον πάντα τὰ νυνδὴ ῥηθέντα καὶ συντιθέμενα ἀλλήλοις καὶ διαιρούμενα πρὸς ἀρετὴν βίου πῶς ἔχει, εἰδέναι τί κάλλος πενίᾳ ἢ πλούτῳ κραθὲν καὶ μετὰ ποίας τινὸς ψυχῆς ἕξεως κακὸν ἢ ἀγαθὸν ἐργάζεται, καὶ τί εὐγένειαι καὶ δυσγένειαι καὶ ἰδιωτεῖαι καὶ ἀρχαὶ καὶ ἰσχύες καὶ ἀσθένειαι καὶ εὐμαθίαι καὶ δυσμαθίαι καὶ πάντα τὰ τοιαῦτα τῶν φύσει περὶ ψυχὴν ὄντων καὶ τῶν ἐπικτήτων τί συγκεραννύμενα πρὸς ἄλληλα ἐργάζεται, ὥστε ἐξ ἁπάντων αὐτῶν δυνατὸν εἶναι συλλογισάμενον αἱρεῖσθαι, πρὸς τὴν τῆς ψυχῆς φύσιν ἀποβλέποντα, τόν τε χείρω καὶ τὸν ἀμείνω βίον, χείρω μὲν καλοῦντα ὃς αὐτὴν ἐκεῖσε ἄξει, εἰς τὸ ἀδικωτέραν γίγνεσθαι, ἀμείνω δὲ ὅστις εἰς τὸ δικαιοτέραν. τὰ δὲ ἄλλα πάντα χαίρειν ἐάσει·
在这里,正如所看到的那样,我亲爱的格劳孔,面临着人类最大的危险。 因此,我们每个人必须最加留心,即使忽略其他一切学问,也要追求并学习这门学问,看是否能从某处学到并发现谁能使自己有能力且有知识,通过辨别好生活和坏生活,从而始终在可能的生活中选择更好的那一个;计算上述所有刚刚提到的事物,在它们相互结合和区分时,对生活的德行有何影响,从而知道美丽在与贫穷或财富结合、并伴随着何种灵魂状态时,会产生恶或善;也知道高贵与卑贱的出身、普通人与官职、强壮与虚弱、聪明与愚笨,以及所有这类灵魂天生具有和后天获得的品质,在相互融合时会产生什么;从而使他能够从所有这些事物中推算出来,注视着灵魂的本质,去选择那更坏的和更好的生活——将那会把灵魂引向更不公正之境的生活称为‘更坏的’,而将那引向更公正之境的生活称为‘更好的’。
ἑωράκαμεν γὰρ ὅτι ζῶντί τε καὶ τελευτήσαντι αὕτη κρατίστη αἵρεσις.
对于其余的一切,他将任其离去;因为我们已经看到,无论对于生者还是死者,这都是最强大的选择。
§10.619ἀδαμαντίνως δὴ δεῖ ταύτην τὴν δόξαν ἔχοντα εἰς Ἅιδου ἰέναι, ὅπως ἂν ᾖ καὶ ἐκεῖ ἀνέκπληκτος ὑπὸ πλούτων τε καὶ τῶν τοιούτων κακῶν, καὶ μὴ ἐμπεσὼν εἰς τυραννίδας καὶ ἄλλας τοιαύτας πράξεις πολλὰ μὲν ἐργάσηται καὶ ἀνήκεστα κακά, ἔτι δὲ αὐτὸς μείζω πάθῃ, ἀλλὰ γνῷ τὸν μέσον ἀεὶ τῶν τοιούτων βίον αἱρεῖσθαι καὶ φεύγειν τὰ ὑπερβάλλοντα ἑκατέρωσε καὶ ἐν τῷδε τῷ βίῳ κατὰ τὸ δυνατὸν καὶ ἐν παντὶ τῷ ἔπειτα· οὕτω γὰρ εὐδαιμονέστατος γίγνεται ἄνθρωπος.
” “确实,必须带着这种坚如金刚石的信念前往哈迪斯,以便在那里也能在财富和诸如此类的恶面前不为所动,不至于陷入独裁统治和其他此类行为中,做出许多无法挽回的恶事并自身遭受更大的痛苦,而是懂得在这些事情中始终选择中庸的生活,并尽可能地在今生以及在今后的所有生命中避免两个极端的过度;因为这样人类才会变得最幸福。
καὶ δὴ οὖν καὶ τότε ὁ ἐκεῖθεν ἄγγελος ἤγγελλε τὸν μὲν προφήτην οὕτως εἰπεῖν· καὶ τελευταίῳ ἐπιόντι, ξὺν νῷ ἑλομένῳ, συντόνως ζῶντι κεῖται βίος ἀγαπητός, οὐ κακός.
因此,在当时,那来自冥界的使者也报道说,宣示者这样说道: ‘即使是对于最后到来的人,只要他带着理性去选择并努力生活,也有一份令人满意、并非糟糕的生活摆在那里。
μήτε ὁ ἄρχων αἱρέσεως ἀμελείτω μήτε ὁ τελευτῶν ἀθυμείτω.
首个选择者不要疏忽,最后一个选择者也不要气馁。
εἰπόντος δὲ ταῦτα τὸν πρῶτον λαχόντα ἔφη εὐθὺς ἐπιόντα τὴν μεγίστην τυραννίδα ἑλέσθαι, καὶ ὑπὸ ἀφροσύνης τε καὶ λαιμαργίας οὐ πάντα ἱκανῶς ἀνασκεψάμενον ἑλέσθαι, ἀλλʼ αὐτὸν λαθεῖν ἐνοῦσαν εἱμαρμένην παίδων αὑτοῦ βρώσεις καὶ ἄλλα κακά·
’ 他说,当宣示者说完这些后,那个抽到第一张签的人立刻走上前,选择了一个最大的独裁统治,由于愚蠢和贪婪,他没有充分审视一切就做出了选择,却没注意到其中包含着吃自己孩子的宿命和其他恶事。
ἐπειδὴ δὲ κατὰ σχολὴν σκέψασθαι, κόπτεσθαί τε καὶ ὀδύρεσθαι τὴν αἵρεσιν, οὐκ ἐμμένοντα τοῖς προρρηθεῖσιν ὑπὸ τοῦ προφήτου· οὐ γὰρ ἑαυτὸν αἰτιᾶσθαι τῶν κακῶν, ἀλλὰ τύχην τε καὶ δαίμονας καὶ πάντα μᾶλλον ἀνθʼ ἑαυτοῦ.
但当他有闲暇审视时,他捶胸顿足,哀叹自我的选择,没有遵守宣示者预先给出的警告;因为他没有将恶果归咎于自己,而是归咎于运气、神灵以及除自己以外的所有其他事物。
εἶναι δὲ αὐτὸν τῶν ἐκ τοῦ οὐρανοῦ ἡκόντων, ἐν τεταγμένῃ πολιτείᾳ ἐν τῷ προτέρῳ βίῳ βεβιωκότα, ἔθει ἄνευ φιλοσοφίας ἀρετῆς μετειληφότα.
而他自己正是来自天上的灵魂之一,在前世生活在一个井然有序的城邦中,凭习惯而非哲学分得了一份美德。
ὡς δὲ καὶ εἰπεῖν, οὐκ ἐλάττους εἶναι ἐν τοῖς τοιούτοις ἁλισκομένους τοὺς ἐκ τοῦ οὐρανοῦ ἥκοντας, ἅτε πόνων ἀγυμνάστους· τῶν δʼ ἐκ τῆς γῆς τοὺς πολλούς, ἅτε αὐτούς τε πεπονηκότας ἄλλους τε ἑωρακότας, οὐκ ἐξ ἐπιδρομῆς τὰς αἱρέσεις ποιεῖσθαι.
可以说,在这些落入陷阱的灵魂中,来自天上的灵魂数量不少,因为他们没有经过苦难的锻炼;而来自地下的灵魂,因为大多数他们自己经历过痛苦并见过他人的痛苦,所以不会在仓促之中做出选择。
διὸ δὴ καὶ μεταβολὴν τῶν κακῶν καὶ τῶν ἀγαθῶν ταῖς πολλαῖς τῶν ψυχῶν γίγνεσθαι καὶ διὰ τὴν τοῦ κλήρου τύχην·
正是因为这个原因,对大多数灵魂而言,伴随着抽签的运气,恶与善的交替发生了。
ἐπεὶ εἴ τις ἀεί, ὁπότε εἰς τὸν ἐνθάδε βίον ἀφικνοῖτο, ὑγιῶς φιλοσοφοῖ καὶ ὁ κλῆρος αὐτῷ τῆς αἱρέσεως μὴ ἐν τελευταίοις πίπτοι, κινδυνεύει ἐκ τῶν ἐκεῖθεν ἀπαγγελλομένων οὐ μόνον ἐνθάδε εὐδαιμονεῖν ἄν, ἀλλὰ καὶ τὴν ἐνθένδε ἐκεῖσε καὶ δεῦρο πάλιν πορείαν οὐκ ἂν χθονίαν καὶ τραχεῖαν πορεύεσθαι, ἀλλὰ λείαν τε καὶ οὐρανίαν.
因为如果一个人在每次来到此世生活时都能够健全地研究哲学,并且选择的签不在最后几个,那么根据从那里传来的消息,他不仅可能在现世获得幸福,而且从这里到那里、再回到这里的旅程,也不会是一条尘土飞扬且崎岖坎坷的大地之路,而是一条平坦的天堂之路。 ”