§10.616ἐνταῦθα δὴ ἄνδρες, ἔφη, ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν διαλαβόντες ἦγον, τὸν δὲ Ἀρδιαῖον καὶ ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπʼ ἀσπαλάθων κνάμπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σημαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐμπεσούμενοι ἄγοιντο.
“他说,在那儿,有一些外表火红、面目可憎的凶悍汉子站在一旁,听懂了那吼叫声,便把其中一些人拉开带走,而把阿尔迪亚伊奥斯和其他人捆绑起 616a¦ 手脚和头部,摔倒在地并剥去他们的皮,拖到外面的道路旁,在刺棘上拉扯撕裂,并向每一个走过的人表明,他们是因为什么原因、以及因为要被投入塔尔塔洛斯而被带走的。
ἔνθα δὴ φόβων, ἔφη, πολλῶν καὶ παντοδαπῶν σφίσι γεγονότων, τοῦτον ὑπερβάλλειν, μὴ γένοιτο ἑκάστῳ τὸ φθέγμα ὅτε ἀναβαίνοι, καὶ ἁσμενέστατα ἕκαστον σιγήσαντος ἀναβῆναι.
他说,在他们所经历的许多和各种各样的恐惧中,这一项超越了所有恐惧:当每个人升上去时,那吼叫声会不会响起;而当它保持沉默时,每个人都无比高兴地升了上去。
καὶ τὰς μὲν δὴ δίκας τε καὶ τιμωρίας τοιαύτας τινὰς εἶναι, καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρόφους.
判决和惩罚大致就是这样的,而另一方面,善行的报答也与这些相对应。
ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖν τῇ ὀγδόῃ πορεύεσθαι, καὶ ἀφικνεῖσθαι τεταρταίους ὅθεν καθορᾶν ἄνωθεν διὰ παντὸς τοῦ οὐρανοῦ καὶ γῆς τεταμένον φῶς εὐθύ, οἷον κίονα, μάλιστα τῇ ἴριδι προσφερῆ, λαμπρότερον δὲ καὶ καθαρώτερον·
但是,当在草地上的每个人度过了七天之后,他们必须在第八天从那里动身出发,并在第四天到达一个地方,从那里可以从上面俯瞰,看见一条笔直的光线贯穿整个天空和大地,像一根柱子,极像彩虹,但更亮、更纯。
εἰς ὃ ἀφικέσθαι προελθόντες ἡμερησίαν ὁδόν, καὶ ἰδεῖν αὐτόθι κατὰ μέσον τὸ φῶς ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν τεταμένα—εἶναι γὰρ τοῦτο τὸ φῶς σύνδεσμον τοῦ οὐρανοῦ, οἷον τὰ ὑποζώματα τῶν τριήρων, οὕτω πᾶσαν συνέχον τὴν περιφοράν—ἐκ δὲ τῶν ἄκρων τεταμένον ἀνάγκης ἄτρακτον, διʼ οὗ πάσας ἐπιστρέφεσθαι τὰς περιφοράς·
他们又向前走了一天的路程到达这道光,并在那里,在光的中部,看见它的两端从天空中延伸出来——因为这道光是天空的纽带,就像三段桨战船的下系带一样,以此维系着整个旋转的圈——并且从这两端延伸出‘必然’的纺锤,所有的旋转都通过它被转动。
οὗ τὴν μὲν ἠλακάτην τε καὶ τὸ ἄγκιστρον εἶναι ἐξ ἀδάμαντος, τὸν δὲ σφόνδυλον μεικτὸν ἔκ τε τούτου καὶ ἄλλων γενῶν.
它的轴和钩都是用金刚石制成的,而纺锤车则是用这种材料和其他材料混合制成的。
τὴν δὲ τοῦ σφονδύλου φύσιν εἶναι τοιάνδε· τὸ μὲν σχῆμα οἵαπερ ἡ τοῦ ἐνθάδε, νοῆσαι δὲ δεῖ ἐξ ὧν ἔλεγεν τοιόνδε αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἐν ἑνὶ μεγάλῳ σφονδύλῳ κοίλῳ καὶ ἐξεγλυμμένῳ διαμπερὲς ἄλλος τοιοῦτος ἐλάττων ἐγκέοιτο ἁρμόττων, καθάπερ οἱ κάδοι οἱ εἰς ἀλλήλους ἁρμόττοντες, καὶ οὕτω δὴ τρίτον ἄλλον καὶ τέταρτον καὶ ἄλλους τέτταρας.
而这个纺锤车的构造是这样的:它的形状和地上的纺锤车一样,但必须根据他的话来理解,它是这样的:仿佛在一个巨大的、被完全掏空并贯穿的纺锤车内部,紧密地套着另一个同样形状但较小的纺锤车,就像彼此套在一起的木桶一样,而第三个、第四个和另外四个也是如此。
ὀκτὼ γὰρ εἶναι τοὺς σύμπαντας σφονδύλους, ἐν ἀλλήλοις ἐγκειμένους, κύκλους ἄνωθεν τὰ χείλη φαίνοντας, νῶτον συνεχὲς ἑνὸς σφονδύλου ἀπεργαζομένους περὶ τὴν ἠλακάτην· ἐκείνην δὲ διὰ μέσου τοῦ ὀγδόου διαμπερὲς ἐληλάσθαι.
因为总共有八个纺锤车,彼此嵌套在一起,从上面看,它们的边缘呈现为圆环,在轴的周围形成了一个连续的、单一纺锤车的背面;而轴则直接穿过第八个纺锤车的中心。
τὸν μὲν οὖν πρῶτόν τε καὶ ἐξωτάτω σφόνδυλον πλατύτατον τὸν τοῦ χείλους κύκλον ἔχειν, τὸν δὲ τοῦ ἕκτου δεύτερον, τρίτον δὲ τὸν τοῦ τετάρτου, τέταρτον δὲ τὸν τοῦ ὀγδόου, πέμπτον δὲ τὸν τοῦ ἑβδόμου, ἕκτον δὲ τὸν τοῦ πέμπτου, ἕβδομον δὲ τὸν τοῦ τρίτου, ὄγδοον δὲ τὸν τοῦ δευτέρου.
第一和最外层的纺锤车的边缘圆环最宽,第六个第二宽,第四个第三宽,第八个第四宽,第七个第五宽,第五个第六宽,第三个第七宽,第二个第八宽。
§10.617καὶ τὸν μὲν τοῦ μεγίστου ποικίλον, τὸν δὲ τοῦ ἑβδόμου λαμπρότατον, τὸν δὲ τοῦ ὀγδόου τὸ χρῶμα ἀπὸ τοῦ ἑβδόμου ἔχειν προσλάμποντος, τὸν δὲ τοῦ δευτέρου καὶ πέμπτου παραπλήσια ἀλλήλοις, ξανθότερα ἐκείνων, τρίτον δὲ λευκότατον χρῶμα ἔχειν, τέταρτον δὲ ὑπέρυθρον, δεύτερον δὲ λευκότητι τὸν ἕκτον.
” “而最大的那个纺锤车的圆环是五彩缤纷的,第七个最亮,第八个 617a¦ 的颜色则是从照耀着它的第七个那里获得的,第二和第五个彼此相似,比那些更黄一些,第三个拥有最白的颜色,第四个呈微红色,第六个在白度上占第二位。
κυκλεῖσθαι δὲ δὴ στρεφόμενον τὸν ἄτρακτον ὅλον μὲν τὴν αὐτὴν φοράν, ἐν δὲ τῷ ὅλῳ περιφερομένῳ τοὺς μὲν ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ ὅλῳ ἠρέμα περιφέρεσθαι, αὐτῶν δὲ τούτων τάχιστα μὲν ἰέναι τὸν ὄγδοον, δευτέρους δὲ καὶ ἅμα ἀλλήλοις τόν τε ἕβδομον καὶ ἕκτον καὶ πέμπτον·
而整个纺锤在旋转中以相同的方向转动,但在整体的转动中,内部的七个圆环则朝与整体相反的方向缓缓旋转。
τρίτον δὲ φορᾷ ἰέναι, ὡς σφίσι φαίνεσθαι, ἐπανακυκλούμενον τὸν τέταρτον, τέταρτον δὲ τὸν τρίτον καὶ πέμπτον τὸν δεύτερον.
在它们自身之中,第八个走得最快,第二快且速度相同的是第七、第六和第五;第三快的是第四个,在他们看来它是往复旋转的,第四快的是第三个,第五快的是第二个。
στρέφεσθαι δὲ αὐτὸν ἐν τοῖς τῆς ἀνάγκης γόνασιν.
而纺锤本身在‘必然’的膝上旋转。
ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφʼ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν, ἕνα τόνον· ἐκ πασῶν δὲ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν συμφωνεῖν.
在它的每个圆环上面,都有一个塞壬随其一起旋转,发出单一的声音、单一的音调;而从所有这八个塞壬中,合奏出一种和谐的乐调。
ἄλλας δὲ καθημένας πέριξ διʼ ἴσου τρεῖς, ἐν θρόνῳ ἑκάστην, θυγατέρας τῆς ἀνάγκης, Μοίρας, λευχειμονούσας, στέμματα ἐπὶ τῶν κεφαλῶν ἐχούσας, Λάχεσίν τε καὶ Κλωθὼ καὶ Ἄτροπον, ὑμνεῖν πρὸς τὴν τῶν Σειρήνων ἁρμονίαν, Λάχεσιν μὲν τὰ γεγονότα, Κλωθὼ δὲ τὰ ὄντα, Ἄτροπον δὲ τὰ μέλλοντα.
而在它们周围等距离坐着另外三人,每人坐在一张宝座上,她们是‘必然’的女儿——命运三女神:穿着白衣、头上戴着花冠的拉克西丝、克洛托和阿特罗波斯,她们伴随着塞壬的和谐乐调歌唱:拉克西丝歌唱过去的事,克洛托歌唱现在的事,阿特罗波斯歌唱未来的事。
καὶ τὴν μὲν Κλωθὼ τῇ δεξιᾷ χειρὶ ἐφαπτομένην συνεπιστρέφειν τοῦ ἀτράκτου τὴν ἔξω περιφοράν, διαλείπουσαν χρόνον, τὴν δὲ Ἄτροπον τῇ ἀριστερᾷ τὰς ἐντὸς αὖ ὡσαύτως· τὴν δὲ Λάχεσιν ἐν μέρει ἑκατέρας ἑκατέρᾳ τῇ χειρὶ ἐφάπτεσθαι.
而克洛托用右手触摸着,每隔一段时间,便协助转动纺锤的最外层旋转;阿特罗波斯用左手同样转动内部的那些;而拉克西丝则轮流用左右手触摸这两者。
σφᾶς οὖν, ἐπειδὴ ἀφικέσθαι, εὐθὺς δεῖν ἰέναι πρὸς τὴν Λάχεσιν.
因此,当他们到达时,必须立刻前往拉克西丝那里。
προφήτην οὖν τινα σφᾶς πρῶτον μὲν ἐν τάξει διαστῆσαι, ἔπειτα λαβόντα ἐκ τῶν τῆς Λαχέσεως γονάτων κλήρους τε καὶ βίων παραδείγματα, ἀναβάντα ἐπί τι βῆμα ὑψηλὸν εἰπεῖν—
ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγος. Ψυχαὶ ἐφήμεροι, ἀρχὴ ἄλλης περιόδου θνητοῦ γένους θανατηφόρου.
然后,一位宣示者首先将他们排好队伍,接着从拉克西丝的膝上拿取签和各种生活的样板,登上一个高台,说道: ‘“必然”的女儿,处女拉克西丝的宣告:一日之命的灵魂啊,这是带来死亡的凡人种族的另一个循环的开始。
οὐχ ὑμᾶς δαίμων λήξεται, ἀλλʼ ὑμεῖς δαίμονα αἱρήσεσθε.
守护神不会通过抽签来选择你们,而是你们自己选择守护神。
πρῶτος δʼ ὁ λαχὼν πρῶτος αἱρείσθω βίον ᾧ συνέσται ἐξ ἀνάγκης.
第一个抽到签的人,首先选择他将必然与其共处的生命。
ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον αὐτῆς ἕκαστος ἕξει.
美德是无主的,每个人由于尊崇它或轻视它,将获得更多或更少的美德。
αἰτία ἑλομένου· θεὸς ἀναίτιος.
责任在于选择者;神是无责任的。
ταῦτα εἰπόντα ῥῖψαι ἐπὶ πάντας τοὺς κλήρους, τὸν δὲ παρʼ αὑτὸν πεσόντα ἕκαστον ἀναιρεῖσθαι πλὴν οὗ, ἓ δὲ οὐκ ἐᾶν·
’ 说完这些话,他把所有的签抛向大家,每个人都捡起了落在自己身旁的那一个,只有厄尔例外,宣示者不允许他捡。
τῷ δὲ ἀνελομένῳ δῆλον εἶναι ὁπόστος εἰλήχει.
而对于捡起签的人来说,他抽到的是第几号就很清楚了。 ”