§10.620ταύτην γὰρ δὴ ἔφη τὴν θέαν ἀξίαν εἶναι ἰδεῖν, ὡς ἕκασται αἱ ψυχαὶ ᾑροῦντο τοὺς βίους· ἐλεινήν τε γὰρ ἰδεῖν εἶναι καὶ γελοίαν καὶ θαυμασίαν.
“他说,这个景象确实值得一见,看各个灵魂如何选择他们的生活;因为那是令人怜悯、滑稽而又奇妙的。
κατὰ συνήθειαν γὰρ τοῦ προτέρου βίου τὰ πολλὰ αἱρεῖσθαι.
因为他们大多根据前世的习惯来进行选择。
ἰδεῖν μὲν γὰρ ψυχὴν ἔφη τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπʼ ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι·
他说,他看到那曾属于奥尔甫斯的灵魂选择了一只天鹅的生活,因为他因女性而死,从而憎恨女性,不愿由女人受孕而生。
ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην·
他又看到塔米拉斯的灵魂选择了一只夜莺的生活。
ἰδεῖν δὲ καὶ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν, καὶ ἄλλα ζῷα μουσικὰ ὡσαύτως.
他还看到一只天鹅转而选择人类的生活,其他音乐性的动物也是如此。
εἰκοστὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον· εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως.
抽到第二十张签的灵魂选择了一头狮子的生活,那是忒拉蒙之子埃阿斯的灵魂,他因记得关于武具的裁判,从而避开成为人类。
τὴν δʼ ἐπὶ τούτῳ Ἀγαμέμνονος· ἔχθρᾳ δὲ καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη ἀετοῦ διαλλάξαι βίον.
在这之后的灵魂是阿伽门农的;由于自我的遭遇而敌视人类,他也将生活换成了鹰的生活。
ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχήν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρός, οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν.
抽到中间位置签的阿塔兰忒的灵魂,看到了一个男竞技者所获得的巨大荣誉,无法视而不见,于是拿走了它。
μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν· πόρρω δʼ ἐν ὑστάτοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην.
在此之后,他看到潘诺培乌斯之子埃佩奥斯的灵魂进入了一个女手艺人的天性;而在最后方的极远处,他看到那小丑塞西特斯的灵魂套上了猴子的外衣。
κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην αἱρησομένην ἰέναι, μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου ἀπράγμονος, καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων, καὶ εἰπεῖν ἰδοῦσαν ὅτι τὰ αὐτὰ ἂν ἔπραξεν καὶ πρώτη λαχοῦσα, καὶ ἁσμένην ἑλέσθαι.
偶然抽到最后一张签的奥德修斯的灵魂,走上前去准备选择,因为对往昔劳苦的记忆,使其野心消退,它便四处寻找一个无所事事、安分守己的普通人生活,找了许久,终于好不容易找到了一个被其他人遗忘并丢弃在某处的样板;它看到后便说,即使自己抽到第一张签,也会做出同样的选择,于是高高兴兴地选了它。
καὶ ἐκ τῶν ἄλλων δὴ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβάλλοντα, καὶ πάσας μείξεις μείγνυσθαι.
同样,其他野兽也以类似方式进入人类或其他动物中,不公正的变为野生动物,公正的变为温驯动物,进行了各种各样的融合。
ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν·
然而,当所有的灵魂都选择好了自己的生活后,他们便按照抽签的顺序走到拉刻西斯面前。
ἐκείνην δʼ ἑκάστῳ ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.
拉刻西斯为每个人派出了他们自己选定的守护灵,作为他们生活的守护者和所选生活实现的履行者。
ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κυροῦντα ἣν λαχὼν εἵλετο μοῖραν·
守护灵首先将灵魂引向克洛托,置于她的手下和纺锤旋回的转动之中,以批准其抽签选定的命运。
ταύτης δʼ ἐφαψάμενον αὖθις ἐπὶ τὴν τῆς Ἀτρόπου ἄγειν νῆσιν, ἀμετάστροφα τὰ ἐπικλωσθέντα ποιοῦντα·
在让灵魂接触了这一点之后,守护灵又将它引向阿特罗波斯的纺线处,使纺出的命运无法逆转。
§10.621ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς ἀνάγκης ἰέναι θρόνον, καὶ διʼ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον διὰ καύματός τε καὶ πνίγους δεινοῦ· καὶ γὰρ εἶναι αὐτὸ κενὸν δένδρων τε καὶ ὅσα γῆ φύει.
随后,他们便头也不回地走向必然的王座之下。 穿过王座后,当其他人也穿过时,他们所有人便在可怕的酷热和窒息中向着忘却平原进发;因为那里确实没有树木,也没有任何大地所生长的植物。
σκηνᾶσθαι οὖν σφᾶς ἤδη ἑσπέρας γιγνομένης παρὰ τὸν Ἀμέλητα ποταμόν, οὗ τὸ ὕδωρ ἀγγεῖον οὐδὲν στέγειν.
当黄昏来临时,他们便在阿墨勒斯河畔扎营,这条河的水是任何器皿都无法盛装的。
μέτρον μὲν οὖν τι τοῦ ὕδατος πᾶσιν ἀναγκαῖον εἶναι πιεῖν, τοὺς δὲ φρονήσει μὴ σῳζομένους πλέον πίνειν τοῦ μέτρου·
所有人都必须饮用一定分量的水,而那些没有被智慧拯救的人则饮用了超过分量的水。
τὸν δὲ ἀεὶ πιόντα πάντων ἐπιλανθάνεσθαι.
每个人只要喝了这水,就会忘却一切。
ἐπειδὴ δὲ κοιμηθῆναι καὶ μέσας νύκτας γενέσθαι, βροντήν τε καὶ σεισμὸν γενέσθαι, καὶ ἐντεῦθεν ἐξαπίνης ἄλλον ἄλλῃ φέρεσθαι ἄνω εἰς τὴν γένεσιν, ᾄττοντας ὥσπερ ἀστέρας.
当他们睡下且夜至半夜时,雷声和地震发生,随后突然之间,他们便像流星一样闪烁着,各自被带往不同的方向,向上送往诞生。
αὐτὸς δὲ τοῦ μὲν ὕδατος κωλυθῆναι πιεῖν·
然而,埃尔自己被阻止饮用这水。
ὅπῃ μέντοι καὶ ὅπως εἰς τὸ σῶμα ἀφίκοιτο, οὐκ εἰδέναι, ἀλλʼ ἐξαίφνης ἀναβλέψας ἰδεῖν ἕωθεν αὑτὸν κείμενον ἐπὶ τῇ πυρᾷ.
至于他以何种方式以及如何回到身体,他却不知道,只是突然睁开眼,便看到自己在清晨躺在火葬的柴堆之上。
καὶ οὕτως, ὦ Γλαύκων, μῦθος ἐσώθη καὶ οὐκ ἀπώλετο, καὶ ἡμᾶς ἂν σώσειεν, ἂν πειθώμεθα αὐτῷ, καὶ τὸν τῆς Λήθης ποταμὸν εὖ διαβησόμεθα καὶ τὴν ψυχὴν οὐ μιανθησόμεθα.
格劳孔,故事就是这样被保存下来而没有失传,如果我们相信它,它也能拯救我们,我们将能顺利渡过忘却之河,并且不会玷污我们的灵魂。
ἀλλʼ ἂν ἐμοὶ πειθώμεθα, νομίζοντες ἀθάνατον ψυχὴν καὶ δυνατὴν πάντα μὲν κακὰ ἀνέχεσθαι, πάντα δὲ ἀγαθά, τῆς ἄνω ὁδοῦ ἀεὶ ἑξόμεθα καὶ δικαιοσύνην μετὰ φρονήσεως παντὶ τρόπῳ ἐπιτηδεύσομεν, ἵνα καὶ ἡμῖν αὐτοῖς φίλοι ὦμεν καὶ τοῖς θεοῖς, αὐτοῦ τε μένοντες ἐνθάδε, καὶ ἐπειδὰν τὰ ἆθλα αὐτῆς κομιζώμεθα, ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι, καὶ ἐνθάδε καὶ ἐν τῇ χιλιέτει πορείᾳ, ἣν διεληλύθαμεν, εὖ πράττωμεν.
但如果我们相信我,认为灵魂是不死的,能够承受一切恶与一切善,我们将永远坚持向上的道路,并以各种方式实践伴随着智慧的正义,以便我们不仅能与自己,也能与神明成为朋友,无论是在我们留在这里的时候,还是在我们收获它的奖赏、像胜利者一样四处收集奖品的时候,我们都能在现世以及在我们所经历过的那个千年旅程中,一切顺利。 ”