Humanitext Reader

柏拉图 · 理想国 §10.612-10.613

神与人对正义者的奖赏

第 149 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和葛劳康重新确认了正义本身是灵魂的最大善,并开始讨论神和人在生前和死后给予正义的奖赏。神喜爱正义者而憎恶不正义者,确保一切最终对正义者而言是最好的;在人类社会中,正义者也终将获得胜利并得到应有的回报。

§10.612καὶ τότʼ ἄν τις ἴδοι αὐτῆς τὴν ἀληθῆ φύσιν, εἴτε πολυειδὴς εἴτε μονοειδής, εἴτε ὅπῃ ἔχει καὶ ὅπως·
“那之后,”我说,“人们就可以看到它真实的本性,无论它是多样的还是单一的,或者是以什么方式和怎样的。
νῦν δὲ τὰ ἐν τῷ ἀνθρωπίνῳ βίῳ πάθη τε καὶ εἴδη, ὡς ἐγᾦμαι, ἐπιεικῶς αὐτῆς διεληλύθαμεν.
但就目前而言,正如我所认为的,我们已经相当充分地讨论了它在人类生活中的受动状态和形式。
παντάπασι μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, τά τε ἄλλα ἀπελυσάμεθα ἐν τῷ λόγῳ, καὶ οὐ τοὺς μισθοὺς οὐδὲ τὰς δόξας δικαιοσύνης ἐπῃνέκαμεν, ὥσπερ Ἡσίοδόν τε καὶ Ὅμηρον ὑμεῖς ἔφατε, ἀλλʼ αὐτὸ δικαιοσύνην αὐτῇ ψυχῇ ἄριστον ηὕρομεν, καὶ ποιητέον εἶναι αὐτῇ τὰ δίκαια, ἐάντʼ ἔχῃ τὸν Γύγου δακτύλιον, ἐάντε μή, καὶ πρὸς τοιούτῳ δακτυλίῳ τὴν Ἄιδος κυνῆν;
“那么,”我说,“我们在论证中已经免除了其他方面的指责,并且我们并没有像你们所说的赫西俄德和荷马那样,去赞美正义的奖赏和名望,而是发现正义本身对于灵魂自身就是最好的,而且无论灵魂是否拥有居格斯的指环,以及除了这样的指环之外是否还戴着哈得斯的隐形盔,它都必须行正义之事?
ἀληθέστατα, ἔφη, λέγεις.
” “你说的完全正确,”他说。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, νῦν ἤδη ἀνεπίφθονόν ἐστιν πρὸς ἐκείνοις καὶ τοὺς μισθοὺς τῇ δικαιοσύνῃ καὶ τῇ ἄλλῃ ἀρετῇ ἀποδοῦναι, ὅσους τε καὶ οἵους τῇ ψυχῇ παρέχει παρʼ ἀνθρώπων τε καὶ θεῶν, ζῶντός τε ἔτι τοῦ ἀνθρώπου καὶ ἐπειδὰν τελευτήσῃ;
“那么,葛劳康,”我说,“现在,除了那些之外,把正义和其他美德从人与神那里给予灵魂的奖赏,无论有多少、是怎样的,在人还活着以及死后,都重新归还给正义,难道不是无可非议的吗?
παντάπασι μὲν οὖν, ἦ δʼ ὅς.
” “完全如此,”他说。
ἆρʼ οὖν ἀποδώσετέ μοι ἃ ἐδανείσασθε ἐν τῷ λόγῳ;
“那么,你们会把在论证中向我借去的东西还给我吗?
τί μάλιστα;
” “特别是什么呢?
ἔδωκα ὑμῖν τὸν δίκαιον δοκεῖν ἄδικον εἶναι καὶ τὸν ἄδικον δίκαιον·
” “我曾允许你们假设正义的人看起来是不正义的,而不正义的人看起来是正义的。
ὑμεῖς γὰρ ᾐτεῖσθε, κἂν εἰ μὴ δυνατὸν εἴη ταῦτα λανθάνειν καὶ θεοὺς καὶ ἀνθρώπους, ὅμως δοτέον εἶναι τοῦ λόγου ἕνεκα, ἵνα αὐτὴ δικαιοσύνη πρὸς ἀδικίαν αὐτὴν κριθείη.
因为你们要求,即使这些事情不可能瞒过神和人,但为了论证的缘故,仍然应当予以允许,以便让正义本身对不正义本身进行裁判。
ἢ οὐ μνημονεύεις;
或者你不记得了吗?
ἀδικοίην μεντἄν, ἔφη, εἰ μή.
” “如果我不记得,那我确实是在行不正义了,”他说。
ἐπειδὴ τοίνυν, ἦν δʼ ἐγώ, κεκριμέναι εἰσί, πάλιν ἀπαιτῶ ὑπὲρ δικαιοσύνης, ὥσπερ ἔχει δόξης καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων, καὶ ἡμᾶς ὁμολογεῖν περὶ αὐτῆς δοκεῖσθαι οὕτω, ἵνα καὶ τὰ νικητήρια κομίσηται, ἀπὸ τοῦ δοκεῖν κτωμένη ἃ δίδωσι τοῖς ἔχουσιν αὐτήν, ἐπειδὴ καὶ τὰ ἀπὸ τοῦ εἶναι ἀγαθὰ διδοῦσα ἐφάνη καὶ οὐκ ἐξαπατῶσα τοὺς τῷ ὄντι λαμβάνοντας αὐτήν.
“那么,既然它们已经被裁判了,”我说,“我再次为正义要求它从神和人那里实际上拥有的名望,并让我们承认它也是这样被看待的,以便它也能夺取胜利的奖品,从它给予拥有它的人的那种名望中获得这些奖品,因为正义已经被表明给予了因其存在而带来的好东西,并且没有欺骗那些真正接受它的人。
δίκαια, ἔφη, αἰτῇ.
” ¦612e “你提出了合理的要求,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τοῦτο ἀποδώσετε, ὅτι θεούς γε οὐ λανθάνει ἑκάτερος αὐτῶν οἷός ἐστιν;
“那么,”我说,“首先,你们要归还这一点,即他们两者的每一个是怎样的人,至少神是知晓的?
ἀποδώσομεν, ἔφη.
” “我们会归还的,”他说。
εἰ δὲ μὴ λανθάνετον, ὁ μὲν θεοφιλὴς ἂν εἴη, ὁ δὲ θεομισής, ὥσπερ καὶ κατʼ ἀρχὰς ὡμολογοῦμεν.
“如果神知晓,那么一个将是神所喜爱的,另一个将是神所憎恶的,正如我们起初所承认的那样。
ἔστι ταῦτα.
” “正是如此。
§10.613τῷ δὲ θεοφιλεῖ οὐχ ὁμολογήσομεν, ὅσα γε ἀπὸ θεῶν γίγνεται, πάντα γίγνεσθαι ὡς οἷόν τε ἄριστα, εἰ μή τι ἀναγκαῖον αὐτῷ κακὸν ἐκ προτέρας ἁμαρτίας ὑπῆρχεν;
” “而对于神所喜爱的人,我们难道不承认,凡是从神那里 613a¦ 来的,都尽可能是最好的,除非由于先前的错误而有某种不可避免的恶已经存在于他身上?
πάνυ μὲν οὖν.
” “完全如此。
οὕτως ἄρα ὑποληπτέον περὶ τοῦ δικαίου ἀνδρός, ἐάντʼ ἐν πενίᾳ γίγνηται ἐάντʼ ἐν νόσοις ἤ τινι ἄλλῳ τῶν δοκούντων κακῶν, ὡς τούτῳ ταῦτα εἰς ἀγαθόν τι τελευτήσει ζῶντι ἢ καὶ ἀποθανόντι.
” “因此,对于正义的人,我们必须这样认为:无论他是处于贫困之中、疾病之中,还是处于其他任何看似恶的事物之中,对他来说,这些事情无论生前还是死后,最终都会以某种善的结果结束。
οὐ γὰρ δὴ ὑπό γε θεῶν ποτε ἀμελεῖται ὃς ἂν προθυμεῖσθαι ἐθέλῃ δίκαιος γίγνεσθαι καὶ ἐπιτηδεύων ἀρετὴν εἰς ὅσον δυνατὸν ἀνθρώπῳ ὁμοιοῦσθαι θεῷ.
因为凡是愿意热切地变得正义,并通过践行美德在人类可能的范围内使自己同神相似的人,绝不会被神所忽视。
εἰκός γʼ, ἔφη, τὸν τοιοῦτον μὴ ἀμελεῖσθαι ὑπὸ τοῦ ὁμοίου.
” “这样的人,”他说,“显然不会被与他相似的存在所忽视。
οὐκοῦν περὶ τοῦ ἀδίκου τἀναντία τούτων δεῖ διανοεῖσθαι;
” “而对于不正义的人,我们难道不应该想到相反的情况吗?
σφόδρα γε.
” “非常同意。
τὰ μὲν δὴ παρὰ θεῶν τοιαῦτʼ ἄττʼ ἂν εἴη νικητήρια τῷ δικαίῳ.
” “那么,这些将是神给予正义者的某种胜利奖品。
κατὰ γοῦν ἐμὴν δόξαν, ἔφη.
” “至少在我的看来是这样,”他说。
τί δέ, ἦν δʼ ἐγώ, παρʼ ἀνθρώπων;
“那么,人给予的呢?
ἆρʼ οὐχ ὧδε ἔχει, εἰ δεῖ τὸ ὂν τιθέναι;
”我说。
οὐχ οἱ μὲν δεινοί τε καὶ ἄδικοι δρῶσιν ὅπερ οἱ δρομῆς ὅσοι ἂν θέωσιν εὖ ἀπὸ τῶν κάτω, ἀπὸ δὲ τῶν ἄνω μή;
“如果我们必须确认事实,难道不也是这样吗?
τὸ μὲν πρῶτον ὀξέως ἀποπηδῶσιν, τελευτῶντες δὲ καταγέλαστοι γίγνονται, τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες καὶ ἀστεφάνωτοι ἀποτρέχοντες·
那些聪明而不正义的人,难道不就像那些在前半程跑得好、但在后半程跑得不好的跑者吗?
οἱ δὲ τῇ ἀληθείᾳ δρομικοὶ εἰς τέλος ἐλθόντες τά τε ἆθλα λαμβάνουσιν καὶ στεφανοῦνται.
起初他们敏捷地跃出,但到了最后他们变得荒谬可笑,耷拉着耳朵,没有获得冠冕就跑开了。
οὐχ οὕτω καὶ περὶ τῶν δικαίων τὸ πολὺ συμβαίνει;
而那些真正的跑者,跑到终点,既得到了奖品,也戴上了冠冕。
πρὸς τὸ τέλος ἑκάστης πράξεως καὶ ὁμιλίας καὶ τοῦ βίου εὐδοκιμοῦσί τε καὶ τὰ ἆθλα παρὰ τῶν ἀνθρώπων φέρονται;
对于正义者,大多数情况下不也是这样发生的吗?
καὶ μάλα.
在每一次行为、交往和生命的终点,他们都享有美誉,并从人们那里夺得奖品?
ἀνέξῃ ἄρα λέγοντος ἐμοῦ περὶ τούτων ἅπερ αὐτὸς ἔλεγες περὶ τῶν ἀδίκων;
” “确实如此。
ἐρῶ γὰρ δὴ ὅτι οἱ μὲν δίκαιοι, ἐπειδὰν πρεσβύτεροι γένωνται, ἐν τῇ αὑτῶν πόλει ἄρχουσί τε ἂν βούλωνται τὰς ἀρχάς, γαμοῦσί τε ὁπόθεν ἂν βούλωνται, ἐκδιδόασί τε εἰς οὓς ἂν ἐθέλωσι·
” “那么,如果我对这些人说出你曾经对不正义者所说的那些话,你会容忍吗?
καὶ πάντα ἃ σὺ περὶ ἐκείνων, ἐγὼ νῦν λέγω περὶ τῶνδε.
因为我将要说,正义的人在年老时,如果愿意,就可以在自己的城邦里担任官职,娶他们想娶的人,把子女嫁给他们想嫁的人;你以前对那些人所说的一切,我现今对这些人说。
καὶ αὖ καὶ περὶ τῶν ἀδίκων, ὅτι οἱ πολλοὶ αὐτῶν, καὶ ἐὰν νέοι ὄντες λάθωσιν, ἐπὶ τέλους τοῦ δρόμου αἱρεθέντες καταγέλαστοί εἰσιν καὶ γέροντες γιγνόμενοι ἄθλιοι προπηλακίζονται ὑπὸ ξένων τε καὶ ἀστῶν, μαστιγούμενοι καὶ ἃ ἄγροικα ἔφησθα σὺ εἶναι, ἀληθῆ λέγων—εἶτα στρεβλώσονται καὶ ἐκκαυθήσονται— πάντα ἐκεῖνα οἴου καὶ ἐμοῦ ἀκηκοέναι ὡς πάσχουσιν.
而反过来对不正义的人,他们中的大多数人即使在年轻时没有被发现,在跑道的终点被抓住后也会变得荒谬可笑,到了老年,他们会悲惨地受到外邦人和公民的侮辱,被鞭笞,还有那些你曾说过的残酷待遇,你当时说的是真话——然后他们将被拷问并被烧瞎双眼。
ἀλλʼ ὃ λέγω, ὅρα εἰ ἀνέξῃ.
就当这些事情你也从我这里听到过,是他们所遭受的。
καὶ πάνυ, ἔφη·
但是,看看你是否会容忍我的说法。
δίκαια γὰρ λέγεις.
” “非常容忍,”他说,“因为你说的很对。 ”

词汇与语法注释

  1. 612aεἴτε πολυειδὴς εἴτε μονοειδής, εἴτε ὅπῃ ἔχει καὶ ὅπως — 这些 εἴτε 从句在句中起到名词短语 αὐτῆς τὴν ἀληθῆ φύσιν 的某种同位语或间接疑问从句的作用,用以指出灵魂的本性是多样的、单一的,还是处于何种状态。在这些从句中省略了系动词 ἐστίν。
  2. 612dἀδικοίην μεντἄν, ἔφη, εἰ μή — 条件从句 εἰ μή 是 εἰ μὴ μνημονεύοιμι(或 εἰ μὴ μέμνημαι)的省略形式,与主句中带 ἄν 的 optative(ἀδικοίην ἄν,表示现在或未来的潜在假设:“如果我不记得,我确实是不正义了”)相对应,构成条件句。
  3. 613bἀπὸ τῶν κάτω, ἀπὸ δὲ τῶν ἄνω μή — 赛跑中的比喻。τὰ κάτω 指起跑点(低处),而 τὰ ἄνω 指折返点(高处)。它对比了那些在起跑时势头强劲、但在折返后(或回程中)却后劲不足、最终失速的跑者。
  4. 613eἃ ἄγροικα ἔφησθα σὺ εἶναι — 关系代词 ἃ 的先行词指代随后不定式从句所述的具体酷刑(不正义者最终遭受的严酷惩罚)。苏格拉底在此引用了葛劳康本人在第二卷(361e)中对比正义者与不正义者命运时,将此类酷刑描述评价为“粗野、残酷(ἄγροικα)”的词句。

引用这一段

柏拉图, 理想国 §10.612-10.613. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.612-10.613

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。