Humanitext Reader

柏拉图 · 理想国 §1.329-1.330

克法洛斯论老年与财富的意义

第 2 段,共 153 段 · 希腊语

内容简介

克法洛斯向苏格拉底解释道,老年的痛苦并非源于年龄本身,而是取决于个人的品性,并对摆脱情欲的束缚表示欣慰。他进一步指出,财富作为减轻对死后世界的恐惧并保持公正生活的手段十分有益。

§1.329ἐγώ σοι, ἔφη, νὴ τὸν Δία ἐρῶ, ὦ Σώκρατες, οἷόν γέ μοι φαίνεται.
“苏格拉底,指宙斯发誓,我一定告诉你它是如何向我显现的,”他说。
πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸν παραπλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροιμίαν·
“因为我们这群年纪相仿的人经常聚集在一起,恪守着那句古老的谚语。
οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλʼ ἄττα ἃ τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες.
我们中的大多数人聚在一起时都会哀叹,渴望年轻时的快乐,并回忆起性爱、饮宴、狂欢以及其他与此类相关的事情,他们愤愤不平,仿佛被剥夺了某些伟大的东西,仿佛那时活得很好,而现在甚至不能算活着。
ἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον.
还有些人则哀叹亲人因其年老而对他们进行侮辱,并因此控诉老年,历数老年给他们带来的诸多祸害。
ἐμοὶ δὲ δοκοῦσιν, ὦ Σώκρατες, οὗτοι οὐ τὸ αἴτιον αἰτιᾶσθαι.
但是,苏格拉底,在我看来,这些人似乎并没有指责真正的原因。
εἰ γὰρ ἦν τοῦτʼ αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι ἐνταῦθα ἦλθον ἡλικίας.
因为如果这就是原因的话,那么由于老年的缘故,我自己也本该遭受这些同样的事情,所有其他达到这个年龄的人也同样会如此。
νῦν δʼ ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· πῶς, ἔφη, ὦ Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια;
但事实上,我已经遇到过其他并非如此的人,而且,我以前还曾亲自在场,听到有人问诗人索福克勒斯:『索福克勒斯,』那人说,『你对性爱感觉如何?
ἔτι οἷός τε εἶ γυναικὶ συγγίγνεσθαι ;
你还能和女人交合吗?
καὶ ὅς, εὐφήμει, ἔφη, ὦ ἄνθρωπε·
』他回答道:『不要胡说,朋友!
ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς.
我非常高兴地摆脱了它,就像从一个狂暴而野蛮的主人那里逃出来一样。
εὖ οὖν μοι καὶ τότε ἔδοξεν ἐκεῖνος εἰπεῖν, καὶ νῦν οὐχ ἧττον.
』在我看来,他那时说得好极了,现在看也同样如此。
παντάπασι γὰρ τῶν γε τοιούτων ἐν τῷ γήρᾳ πολλὴ εἰρήνη γίγνεται καὶ ἐλευθερία·
因为在老年时期,对于此类事情确实会产生极大的和平与自由。
ἐπειδὰν αἱ ἐπιθυμίαι παύσωνται κατατείνουσαι καὶ χαλάσωσιν, παντάπασιν τὸ τοῦ Σοφοκλέους γίγνεται, δεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι.
当欲望停止拉扯并松弛下来时,索福克勒斯所说的话便完全实现了:那就是摆脱了非常之多且疯狂的主人们。
ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, ὦ Σώκρατες, ἀλλʼ ὁ τρόπος τῶν ἀνθρώπων.
不过,无论是关于这些事,还是关于对待亲人的事,都只有一个原因,苏格拉底,那不是老年,而是人们的品性。
ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, ὦ Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει.
因为如果他们有条理且知足,那么老年也只是适度地痛苦;如果不然,苏格拉底,那么老年和青年对这样的人来说都会变得艰难。
καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι λέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· ὦ Κέφαλε, οἶμαί σου τοὺς πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι ἀλλʼ ἡγεῖσθαί σε ῥᾳδίως τὸ γῆρας φέρειν οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ παραμύθιά φασιν εἶναι.
” 我听了他说的这些话,十分赞赏,为了想让他继续说下去,我促动他并说道:“克法洛斯,我认为大多数人在听你这么说时,并不会接受,而是认为你能够轻松地忍受老年,不是因为你的品性,而是因为你拥有巨额财产;因为他们说,对于富有的人来说,有许多安慰。
§1.330ἀληθῆ, ἔφη, λέγεις·
” “你说得对,”他说,“因为他们不接受。
οὐ γὰρ ἀποδέχονται. καὶ λέγουσι μέν τι, οὐ μέντοι γε ὅσον οἴονται·
他们说的话确实有几分道理,但没有他们想象的那么多。
ἀλλὰ τὸ τοῦ Θεμιστοκλέους εὖ ἔχει, ὃς τῷ Σεριφίῳ λοιδορουμένῳ καὶ λέγοντι ὅτι οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν εὐδοκιμοῖ, ἀπεκρίνατο ὅτι οὔτʼ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτʼ ἐκεῖνος Ἀθηναῖος.
不过塞米斯托克勒斯的话说得很对,当时那个塞里福斯人侮辱他,并说道:他之所以出名不是因为他自己,而是因为他的城邦。 塞米斯托克勒斯回答说,如果他自己是塞里福斯人,他就不会成名,而如果那个人是雅典人,那人也不会成名。
καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν, εὖ ἔχει ὁ αὐτὸς λόγος, ὅτι οὔτʼ ἂν ὁ ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθʼ ὁ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτʼ ἂν ἑαυτῷ γένοιτο.
对于那些不富有、难以忍受老年的人来说,同样的话也非常适用:一个正派的人如果贫穷,绝不会轻易忍受老年;而一个不正派的人即使富有,也绝不会变得对自己感到知足。
πότερον δέ, ἦν δʼ ἐγώ, ὦ Κέφαλε, ὧν κέκτησαι τὰ πλείω παρέλαβες ἢ ἐπεκτήσω;
” “那么,克法洛斯,”我说,“你所拥有的财产,大部分是继承来的,还是自己额外赚来的?
ποῖʼ ἐπεκτησάμην, ἔφη, ὦ Σώκρατες;
” “苏格拉底,我怎么算得上额外赚了呢?
μέσος τις γέγονα χρηματιστὴς τοῦ τε πάππου καὶ τοῦ πατρός.
”他说,“我只是在我祖父和父亲之间,成了一个中等水平的理财者。
ὁ μὲν γὰρ πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν, Λυσανίας δὲ ὁ πατὴρ ἔτι ἐλάττω αὐτὴν ἐποίησε τῆς νῦν οὔσης·
我的祖父和我同名,他继承了大约和我现在拥有的差不多的财产,并把它增加了许多倍;而我的父亲吕萨尼亚斯则把它减少到比现在还要少。
ἐγὼ δὲ ἀγαπῶ ἐὰν μὴ ἐλάττω καταλίπω τούτοισιν, ἀλλὰ βραχεῖ γέ τινι πλείω ἢ παρέλαβον.
如果我留给这几个儿子的财产不比继承来的少,甚至能稍微多那么一点点,我就心满意足了。
οὗ τοι ἕνεκα ἠρόμην, ἦν δʼ ἐγώ, ὅτι μοι ἔδοξας οὐ σφόδρα ἀγαπᾶν τὰ χρήματα, τοῦτο δὲ ποιοῦσιν ὡς τὸ πολὺ οἳ ἂν μὴ αὐτοὶ κτήσωνται·
” “我之所以问这个,”我说,“是因为在我看来,你似乎并不是非常喜爱金钱。
οἱ δὲ κτησάμενοι διπλῇ ἢ οἱ ἄλλοι ἀσπάζονται αὐτά.
而这种情况通常发生在那些不是自己赚得财产的人身上;相比之下,那些自己赚得财产的人,对财产的珍惜程度是其他人的两倍。
ὥσπερ γὰρ οἱ ποιηταὶ τὰ αὑτῶν ποιήματα καὶ οἱ πατέρες τοὺς παῖδας ἀγαπῶσιν, ταύτῃ τε δὴ καὶ οἱ χρηματισάμενοι περὶ τὰ χρήματα σπουδάζουσιν ὡς ἔργον ἑαυτῶν, καὶ κατὰ τὴν χρείαν ᾗπερ οἱ ἄλλοι.
因为正如诗人爱自己的诗作、父亲爱自己的孩子一样,那些自己赚得钱财的人也把金钱视为自己的劳动成果而悉心呵护,并且也会像其他人一样,因其功用而重视它。
χαλεποὶ οὖν καὶ συγγενέσθαι εἰσίν, οὐδὲν ἐθέλοντες ἐπαινεῖν ἀλλʼ ἢ τὸν πλοῦτον.
因此,他们甚至很难相处,因为他们除了财富之外,什么都不愿意赞美。
ἀληθῆ, ἔφη, λέγεις.
” “你说得对,”他说。
πάνυ μὲν οὖν, ἦν δʼ ἐγώ. ἀλλά μοι ἔτι τοσόνδε εἰπέ· τί μέγιστον οἴει ἀγαθὸν ἀπολελαυκέναι τοῦ πολλὴν οὐσίαν κεκτῆσθαι;
“确实如此,”我说,“但请再多告诉我这一点:你认为拥有巨额财产所享受到的最大好处是什么?
ὅ, ἦ δʼ ὅς, ἴσως οὐκ ἂν πολλοὺς πείσαιμι λέγων.
” “关于这一点,”他说,“如果我说出来,也许说服不了多少人。
εὖ γὰρ ἴσθι, ἔφη, ὦ Σώκρατες, ὅτι, ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρχεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἔμπροσθεν οὐκ εἰσῄει.
因为你要确信,苏格拉底,当一个人接近于认为自己快要死的时候,他的内心就会产生恐惧和焦虑,这在以前是不曾有过的。
οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι δίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσιν·
那些关于哈得斯(阴间)之事的传说——说在阳世作恶的人必须在阴间接受惩罚——在此之前一直被嘲笑,但到了这个时候,却由于担心它们可能是真的而使他的灵魂不得安宁。
καὶ αὐτός—ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν τι καθορᾷ αὐτά—ὑποψίας δʼ οὖν καὶ δείματος μεστὸς γίγνεται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.
而他自己——或许是因为老年的虚弱,又或许是因为已经更加接近阴间的事情而看得更加清楚——总之变得充满了疑虑和恐惧,开始计算并审视自己是否在某些方面对任何人做了不公的事情。 ”

词汇与语法注释

  1. 329bκἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη — 这是一个使用了 κἄν(καὶ ἄν 的缩合形式)后接直说过去完成时 ἐπεπόνθη(πάσχω 的第一人称单数过去完成时)的虚拟条件句的主句(归结节),表示与过去事实相反的假设。过去完成时而非祈愿时的使用,表明了“如果老年是原因,我自己(过去)也本该遭受这些同样的事情”这一在过去未能实现的假设。
  2. 329dδεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι — 不定词 ἀπηλλάχθαι(ἀπαλλάττω 的完成时被动不定词,意为“被解放、摆脱”)在此省略了主语,指代上下文中的“老年人们(或索福克勒斯本人)”,并带有一个表示分离的属格 δεσποτῶν πάνυ πολλῶν ... μαινομένων(“从非常之多且疯狂的主人们中”)。整个不定词短语作为 ἐστίν 的表语,表示“这就是摆脱……”。
  3. 330eστρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσιν — 动词 στρέφουσιν 的直接宾语是 τὴν ψυχὴν(他的灵魂),其后接的 μὴ ἀληθεῖς ὦσιν(它们有可能是真的)是一个伴随有表示忧虑或恐惧的虚拟式(ὦσιν)的从句。这种用法由 στρέφουσιν τὴν ψυχὴν 中所隐含的“焦虑与恐惧”的意思所引导,表示“(由于担心)它们可能是真的而使其灵魂不得安宁”。

引用这一段

柏拉图, 理想国 §1.329-1.330. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.329-1.330

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。