§1.327κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες.
昨天,我与阿里斯同之子格劳孔一同下到比雷埃夫斯,向女神献祭,同时也想看看他们如何举行庆典,因为这是他们第一次举办这个节日。
καλὴ μὲν οὖν μοι καὶ ἡ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον.
本地人的游行队伍在我看来固然美丽,然而色雷斯人所展现的游行,似乎也同样显得庄严得体。
προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ.
我们献完祭、看完了游行,便动身返回城里。
κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος ὁ Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί ἑ κελεῦσαι.
这时,克法洛斯之子波勒马科斯从远处看见我们正往家赶,便命令他的仆人跑过来,叫我们等他一下。
καί μου ὄπισθεν ὁ παῖς λαβόμενος τοῦ ἱματίου, κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι.
那仆人从后面拉住我的外衣,说道:“波勒马科斯请你们等一下。
καὶ ἐγὼ μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη.
”我转过身,问他主人在哪里。
οὗτος, ἔφη, ὄπισθεν προσέρχεται· ἀλλὰ περιμένετε.
“他就在后面,”仆人说,“正在赶过来,请你们等一等。
ἀλλὰ περιμενοῦμεν, ἦ δʼ ὃς ὁ Γλαύκων.
”“那我们就等一下吧,”格劳孔说。
καὶ ὀλίγῳ ὕστερον ὅ τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος ὁ τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος ὁ Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς.
过了不久,波勒马科斯到了,同行的还有格劳孔的兄弟阿德曼托斯、尼基亚斯之子尼客拉托斯,以及其他几个人,看样子他们也是刚从游行队伍里回来。
ὁ οὖν Πολέμαρχος ἔφη· ὦ Σώκρατες, δοκεῖτέ μοι πρὸς ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες.
波勒马科斯便说:“苏格拉底,我看你们正急着赶回城里,好像要离开的样子。
οὐ γὰρ κακῶς δοξάζεις, ἦν δʼ ἐγώ.
”“你的猜测倒是不错,”我回答道。
ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν;
“那么你看见我们有多少人了吗?
πῶς γὰρ οὔ;
”他说。 “当然看见了。
ἢ τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε ἢ μένετʼ αὐτοῦ.
”“既然如此,”他说,“要么你们证明自己比我们这些人更强,要么就留在这里。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς ὡς χρὴ ἡμᾶς ἀφεῖναι;
”“难道,”我说,“就没有另外一种选择了吗? 比如我们说服你们,让你们放我们回去?
ἦ καὶ δύναισθʼ ἄν, ἦ δʼ ὅς, πεῖσαι μὴ ἀκούοντας;
”“但是,”他说,“如果我们根本不听,你们又怎能说服得了我们呢?
οὐδαμῶς, ἔφη ὁ Γλαύκων.
”“绝对不行,”格劳孔说。
ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.
“那么,就当做我们绝不会听从,你们看着办吧。
§1.328καὶ ὁ Ἀδείμαντος, ἆρά γε, ἦ δʼ ὅς, οὐδʼ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφʼ ἵππων τῇ θεῷ;
” 阿德曼托斯接着说:“难道你们竟然不知道,今天傍晚会有为女神举行骑马火炬接力赛吗?
ἀφʼ ἵππων;
”“骑马?
ἦν δʼ ἐγώ·
”我说,“这倒是个新鲜事。
καινόν γε τοῦτο.
他们是手持火炬、骑在马上奔驰,并互相传递吗?
λαμπάδια ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; ἢ πῶς λέγεις;
还是你指别的意思?
οὕτως, ἔφη ὁ Πολέμαρχος. καὶ πρός γε παννυχίδα ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι·
”“正是如此,”波勒马科斯说,“而且他们还要举行通宵游艺,这很值得一看。
ἐξαναστησόμεθα γὰρ μετὰ τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα.
我们吃过晚饭就出发,去观看这个通宵庆典。
καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα.
在那里我们会和许多年轻人在一起,共同谈天说地。
ἀλλὰ μένετε καὶ μὴ ἄλλως ποιεῖτε.
所以你们就留下来,别走开。
καὶ ὁ Γλαύκων, ἔοικεν, ἔφη, μενετέον εἶναι.
”格劳孔说:“看来我们必须留下来了。
ἀλλʼ εἰ δοκεῖ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν.
”“既然你这么认为,”我说,“那就这样办吧。
ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου·
”于是我们便前往波勒马科斯的家,在那里我们见到了波勒马科斯的兄弟吕西亚斯和尤西德谟,此外还有 Chalcedon 的色拉叙马霍斯、派阿尼亚的哈尔曼提德斯,以及阿里斯托尼摩斯之子克莱托丰。
ἦν δʼ ἔνδον καὶ ὁ πατὴρ ὁ τοῦ Πολεμάρχου Κέφαλος.
波勒马科斯的父亲克法洛斯也在屋里。
καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι· διὰ χρόνου γὰρ καὶ ἑωράκη αὐτόν.
在我看来,他已经非常年迈了,因为我确实已经很久没有见到他了。
καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκεφαλαίου τε καὶ δίφρου· τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ.
他戴着花冠,坐在一张垫着软垫的椅子上,因为他刚巧在庭院里献完了祭。
ἐκαθεζόμεθα οὖν παρʼ αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ.
于是我们便在他身边坐下,那里有一些椅子圈成一圈放着。
εὐθὺς οὖν με ἰδὼν ὁ Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν· ὦ Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν Πειραιᾶ.
克法洛斯一看见我,便向我打招呼,说道:“苏格拉底,你可不常下到比雷埃夫斯来看我们。
χρῆν μέντοι.
这可不行。
εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο ἰέναι, ἀλλʼ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν·
因为如果我还有力气能轻松地走到城里,你根本不需要到这里来,而是我们去拜访你了。
νῦν δέ σε χρὴ πυκνότερον δεῦρο ἰέναι.
但现在,你需要更频繁地到这里来。
ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί.
因为你应当确知,对我而言,身体上的其他快乐越是消退,关于言论谈话的愿望和快乐就越是增长。
μὴ οὖν ἄλλως ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρʼ ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους.
所以,你千万不要推托,要多和这些年轻人交往,经常到我们这里来,就像到朋友和至亲家里一样。
καὶ μήν, ἦν δʼ ἐγώ, ὦ Κέφαλε, χαίρω γε διαλεγόμενος τοῖς σφόδρα πρεσβύταις·
”“确实,克法洛斯,”我说,“我非常喜欢和极其年迈的人谈话。
δοκεῖ γάρ μοι χρῆναι παρʼ αὐτῶν πυνθάνεσθαι, ὥσπερ τινὰ ὁδὸν προεληλυθότων ἣν καὶ ἡμᾶς ἴσως δεήσει πορεύεσθαι, ποία τίς ἐστιν, τραχεῖα καὶ χαλεπή, ἢ ῥᾳδία καὶ εὔπορος.
因为在我看来,我们应当向他们请教,正如向那些在我们之前走过某条路的人请教一样。 这条路或许我们也是必须要走的,我们要问问这条路究竟如何——是崎岖艰难,还是平坦易行。
καὶ δὴ καὶ σοῦ ἡδέως ἂν πυθοίμην ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας ὃ δὴ
"ἐπὶ γήραος οὐδῷ"
φασιν εἶναι οἱ ποιηταί, πότερον χαλεπὸν τοῦ βίου, ἢ πῶς σὺ αὐτὸ ἐξαγγέλλεις.
特别是我很乐意听听你对这事的看法,因为你现在已经到了诗人们所谓的‘老年之阈’的年纪,你觉得这是生命中一段艰难的时光,还是你自己有何高见呢? ”