§541ΣΩ. πῶς;
苏格拉底:怎么会?
οὐδὲν λέγεις διαφέρειν;
你说明明没有区别?
μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;
你是说诵人艺术和将领艺术是一门技术,还是两门?
ΙΩΝ. μία ἔμοιγε δοκεῖ.
伊翁:在我看来是一门。
ΣΩ. ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;
苏格拉底:那么,凡是优秀的诵人,他也恰好是个优秀的将军吗?
ΙΩΝ. μάλιστα, ὦ Σώκρατες.
伊翁:正是如此,苏格拉底。
ΣΩ. οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν.
苏格拉底:那么,凡是恰好为优秀将军的人,也同样是优秀的诵人吗?
ΙΩΝ. οὐκ αὖ μοι δοκεῖ τοῦτο.
伊翁:这回我倒觉得不是这样了。
ΣΩ. ἀλλʼ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς ῥαψῳδός, καὶ στρατηγὸς ἀγαθὸς εἶναι;
苏格拉底:但是那一点你还是同意的,即凡是优秀的诵人,也同样是优秀的将军?
ΙΩΝ. πάνυ γε.
伊翁:完全正确。
ΣΩ. οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψῳδὸς εἶ;
苏格拉底:那么,你是希腊人中最优秀的诵人吗?
ΙΩΝ. πολύ γε, ὦ Σώκρατες.
伊翁:遥遥领先,苏格拉底。
ΣΩ. ἦ καὶ στρατηγός, ὦ Ἴων, τῶν Ἑλλήνων ἄριστος εἶ;
苏格拉底:难道你,伊翁,作为将军也是希腊人中最优秀的吗?
ΙΩΝ. εὖ ἴσθι, ὦ Σώκρατες· καὶ ταῦτά γε ἐκ τῶν Ὁμήρου μαθών.
伊翁:你大可确信,苏格拉底;而且这正是从荷马的作品中涉猎并学到的。
ΣΩ. τί δή ποτʼ οὖν πρὸς τῶν θεῶν, ὦ Ἴων, ἀμφότερα ἄριστος ὢν τῶν Ἑλλήνων, καὶ στρατηγὸς καὶ ῥαψῳδός, ῥαψῳδεῖς μὲν περιιὼν τοῖς Ἕλλησι, στρατηγεῖς δʼ οὔ;
苏格拉底:那么,凭诸神起誓,伊翁,既然你在两方面都是希腊人中最优秀的,既是优秀的将军又是优秀的诵人,为什么你只作为诵人在希腊各地巡回吟诵,而不去当将军呢?
ἢ ῥαψῳδοῦ μὲν δοκεῖ σοι χρυσῷ στεφάνῳ ἐστεφανωμένου πολλὴ χρεία εἶναι τοῖς Ἕλλησι, στρατηγοῦ δὲ οὐδεμία;
难道在你看来,一个戴着金冠的诵人是希腊人所迫切需要的,而将军则是一点也不需要的吗?
ΙΩΝ. ἡ μὲν γὰρ ἡμετέρα, ὦ Σώκρατες, πόλις ἄρχεται ὑπὸ ὑμῶν καὶ στρατηγεῖται καὶ οὐδὲν δεῖται στρατηγοῦ, ἡ δὲ ὑμετέρα καὶ ἡ Λακεδαιμονίων οὐκ ἄν με ἕλοιτο στρατηγόν· αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι.
伊翁:因为我们的城邦,苏格拉底,是由你们统治和统领的,根本不需要将军,而你们的城邦以及拉刻代蒙人的城邦是不会选我当将军的;因为你们自认为自己就已经足够了。
ΣΩ. ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν;
苏格拉底:我最亲爱的伊翁,难道你不认识库齐库斯的阿波罗多洛斯吗?
ΙΩΝ. ποῖον τοῦτον;
伊翁:这是个什么样的人?
ΣΩ. ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται ξένον ὄντα· καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει·
苏格拉底:就是那个雅典人多次选他当自己将军的人,尽管他是个外国人;还有安德罗斯的法诺斯塞内斯和克拉佐门尼的赫拉克莱德斯,我们这座城邦,尽管他们是外国人,但因为他们展现出自己是值得重视的人,就把他们推上将领之位以及其他官职。
Ἴωνα δʼ ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῇ ἄξιος λόγου εἶναι;
那么,难道雅典人就不会选艾菲索斯的伊翁当将军并尊崇他吗,只要他看起来是值得重视的人?
τί δέ; οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος οὐδεμιᾶς ἐλάττων πόλεως;
况且,你们艾菲索斯人自古不就是雅典人吗,而艾菲索斯也绝不亚于任何一个城邦吧?
ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνῃ καὶ ἐπιστήμῃ οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾷς με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος,
然而,伊翁啊,如果你说你凭借技术和知识能够赞美荷马是真的,那么你就是不公正的,因为你向我许诺你懂得许多关于荷马的精妙道理,并声称要展示出来,可你却在欺骗我,根本谈不上展示,因为尽管我很久以来一直苦苦哀求,你甚至都不愿意说出你所擅长的这些东西到底是什么。
§542ΣΩ. ἀλλʼ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνῃ στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης, ἵνα μὴ ἐπιδείξῃς ὡς δεινὸς εἶ τὴν περὶ Ὁμήρου σοφίαν.
苏格拉底:而是简直像普罗透斯那样,你忽上忽下地扭动身体,变幻出各种形态,直到最后从我这里逃脱,居然摇身一变显现为一员将军,以便免于展示出你在关于荷马的智慧上是多么高明。
εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾷς με, ἄδικος εἶ· εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείᾳ μοίρᾳ κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς.
因此,如果你正如我刚才所说的,是凭着技术而有本事,却在答应就荷马进行展示之后欺骗了我,那么你就是不公正的;但如果你不是凭着技术,而是凭借神圣的命运所凭附,在对荷马一无所知的情况下,却能关于这位诗人说出许多美妙的话来,正如我对你所说的那样,那么你是一点也没有行不公正。
ἑλοῦ οὖν πότερα βούλει νομίζεσθαι ὑπὸ ἡμῶν ἄδικος ἀνὴρ εἶναι ἢ θεῖος.
因此,请你在两者中选择一个,你希望被我们认为是一个不公正的人,还是一个神圣的人?
ΙΩΝ. πολὺ διαφέρει, ὦ Σώκρατες· πολὺ γὰρ κάλλιον τὸ θεῖον νομίζεσθαι.
伊翁:这两者差得远了,苏格拉底;因为被认为是神圣的要好得多。
ΣΩ. τοῦτο τοίνυν τὸ κάλλιον ὑπάρχει σοι παρʼ ἡμῖν, ὦ Ἴων, θεῖον εἶναι καὶ μὴ τεχνικὸν περὶ Ὁμήρου ἐπαινέτην.
苏格拉底:那么,伊翁,在我们这里,这件更好的名誉就属于你了:你是一个神圣的、而非凭借技术赞美荷马的人。