§375ΙΠ. ἀληθῆ λέγεις.
希:“你说的对。
ΣΩ. τί δέ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ ᾗ ἄκων;
” 苏:“那么,拥有一匹马的灵魂,人能自愿用其骑得糟糕,还是违心用其骑得糟糕更好?
ΙΠ. ἧι ἑκών.
” 希:“自愿的那只。
ΣΩ. ἀμείνων ἄρα ἐστίν.
” 苏:“那么它是更好的。
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. τῇ ἀμείνονι ἄρα ψυχῇ ἵππου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς ἀκουσίως;
” 苏:“那么,用更好的一匹马的灵魂,人会自愿做出这个灵魂的差劲行为,而用差劲的灵魂则是违心地做出?
ΙΠ. πάνυ γε.
” 希:“完全如此。
ΣΩ. οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων;
” 苏:“那么对于狗和所有其他动物也是如此吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. τί δὲ δή;
” 苏:“那么人呢?
ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως;
拥有一位弓箭手的灵魂,是自愿偏离目标的好,还是违心偏离的好?
ΙΠ. ἥτις ἑκουσίως.
” 希:“自愿的那种。
ΣΩ. οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν;
” 苏:“那么这个在弓术上更好吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;
” 苏:“因此,违心犯错的灵魂比自愿犯错的更差劲?
ΙΠ. ἐν τοξικῇ γε.
” 希:“至少在弓术上如此。
ΣΩ. τί δʼ ἐν ἰατρικῇ;
” 苏:“那么在医学上呢?
οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα;
自愿对身体做出坏事的灵魂,不是更有医术吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ.
” 苏:“那么在这个技术中,这个灵魂比那不自愿的更好。
ΙΠ. ἀμείνων.
” 希:“更好。
ΣΩ. τί δέ;
” 苏:“那么呢?
ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα;
对于更擅长弹里拉琴和更擅长吹双管笛,以及其他所有关于技术和科学的事,不是更好的灵魂自愿做出坏事、丑事并犯错,而较差的灵魂则是违心的吗?
ΙΠ. φαίνεται.
” 希:“看来是这样。
ΣΩ. ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα.
” 苏:“而且,如果要拥有奴隶的灵魂,我们想必更愿意拥有那些自愿犯错和作恶的,而不是违心如此的,因为它们在这些事上更好。
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. τί δέ;
” 苏:“那我们自己的灵魂呢?
τὴν ἡμετέραν αὐτῶν οὐ βουλοίμεθʼ ἂν ὡς βελτίστην ἐκτῆσθαι;
我们不是想拥有最好的吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. οὐκοῦν βελτίων ἔσται, ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα;
” 苏:“那么,如果它自愿作恶和犯错,比起违心如此,它反而是更好的灵魂吗?
ΙΠ. δεινὸν μεντἂν εἴη, ὦ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδικοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες.
” 希:“那可太荒谬了,苏格拉底,如果自愿行不义的人比违心行不义的人更好。
ΣΩ. ἀλλὰ μὴν φαίνονταί γε ἐκ τῶν εἰρημένων.
” 苏:“但从我们刚才说的话来看,确实表现出如此。
ΙΠ. οὔκουν ἔμοιγε.
” 希:“至少在我看来不是这样。
ΣΩ. ἐγὼ δʼ ᾤμην, ὦ Ἱππία, καὶ σοὶ φανῆναι. πάλιν δʼ ἀπόκριναι·
” 苏:“而我还以为,希庇亚,你也会觉得是这样呢。
ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα;
请再次回答:正义不是某种能力或知识,或者两者皆是吗?
ἢ οὐκ ἀνάγκη ἕν γέ τι τούτων εἶναι τὴν δικαιοσύνην;
或者,正义必然是这些中的至少一种,不是吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιοσύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστί;
” 苏:“那么,如果正义是灵魂的能力,更有能力的灵魂就更正义吗?
βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη.
因为在我们看来,优秀的希庇亚,这样的灵魂确实更好。
ΙΠ. ἐφάνη γάρ.
” 希:“确实表现得如此。
ΣΩ. τί δʼ εἰ ἐπιστήμη;
” 苏:“那如果是知识呢?
οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιοτέρα, ἡ δὲ ἀμαθεστέρα ἀδικωτέρα;
不是更聪明的灵魂更正义,而更无知的灵魂更不义吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. τί δʼ εἰ ἀμφότερα;
” 苏:“那如果两者皆是呢?
οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δʼ ἀμαθεστέρα ἀδικωτέρα; οὐχ οὕτως ἀνάγκη ἔχειν;
拥有两者(知识和能力)的灵魂更正义,而更无能无知的更不义,这难道不是必然的吗?
ΙΠ. φαίνεται.
” 希:“看来是这样。
§376ΣΩ. οὐκοῦν ἡ δυνατωτέρα καὶ σοφωτέρα αὕτη ἀμείνων οὖσα ἐφάνη καὶ ἀμφότερα μᾶλλον δυναμένη ποιεῖν, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, περὶ πᾶσαν ἐργασίαν;
” 苏:“那么,这个更有能力也更聪明的灵魂,不是被表现为更好,并且在一切活动中都更能做出美妙和丑陋这两者吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. ὅταν ἄρα τὰ αἰσχρὰ ἐργάζηται, ἑκοῦσα ἐργάζεται διὰ δύναμιν καὶ τέχνην·
” 苏:“因此,当它做出丑陋的事时,由于能力和技术,它是自愿做出的。
ταῦτα δὲ δικαιοσύνης φαίνεται, ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον.
而这些(能力与技术)似乎属于正义,不论是两者皆是还是其中之一。
ΙΠ. ἔοικεν.
” 希:“似乎是这样。
ΣΩ. καὶ τὸ μέν γε ἀδικεῖν κακὰ ποιεῖν ἐστιν, τὸ δὲ μὴ ἀδικεῖν καλά.
” 苏:“而行不义是做坏事,不行不义是做好事。
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. οὐκοῦν ἡ δυνατωτέρα καὶ ἀμείνων ψυχή, ὅτανπερ ἀδικῇ, ἑκοῦσα ἀδικήσει, ἡ δὲ πονηρὰ ἄκουσα;
” 苏:“那么,更有能力也更好的灵魂,每当它行不义时,它是自愿行不义的,而差劲的灵魂则是违心的吗?
ΙΠ. φαίνεται.
” 希:“看来是这样。
ΣΩ. οὐκοῦν ἀγαθὸς ἀνὴρ ὁ τὴν ἀγαθὴν ψυχὴν ἔχων, κακὸς δὲ ὁ τὴν κακήν;
” 苏:“那么,拥有好灵魂的人是好人,拥有坏灵魂的人是坏人吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. ἀγαθοῦ μὲν ἄρα ἀνδρός ἐστιν ἑκόντα ἀδικεῖν, κακοῦ δὲ ἄκοντα, εἴπερ ὁ ἀγαθὸς ἀγαθὴν ψυχὴν ἔχει.
” 苏:“那么,自愿行不义是好人的特征,而违心行不义是坏人的特征,如果好人确实拥有好灵魂的话。
ΙΠ. ἀλλὰ μὴν ἔχει γε.
” 希:“他确实拥有。
ΣΩ. ὁ ἄρα ἑκὼν ἁμαρτάνων καὶ αἰσχρὰ καὶ ἄδικα ποιῶν, ὦ Ἱππία, εἴπερ τίς ἐστιν οὗτος, οὐκ ἂν ἄλλος εἴη ἢ ὁ ἀγαθός.
” 苏:“那么,希庇亚,自愿犯错、做出丑事和不义之事的人,如果确实有这样的人,那就不会是别人,而只能是好人。
ΙΠ. οὐκ ἔχω ὅπως σοι συγχωρήσω, ὦ Σώκρατες, ταῦτα.
” 希:“我不知道该怎么赞同你这些话,苏格拉底。
ΣΩ. οὐδὲ γὰρ ἐγὼ ἐμοί, ὦ Ἱππία·
” 苏:“其实我也不赞同我自己,希庇亚。
ἀλλʼ ἀναγκαῖον οὕτω φαίνεσθαι νῦν γε ἡμῖν ἐκ τοῦ λόγου.
但至少在现在,从我们的论证中必然会表现出这样。
ὅπερ μέντοι πάλαι ἔλεγον, ἐγὼ περὶ ταῦτα ἄνω καὶ κάτω πλανῶμαι καὶ οὐδέποτε ταὐτά μοι δοκεῖ.
正如我刚才所说,我在这些事上颠来倒去、迷失方向,想法从不固定。
καὶ ἐμὲ μὲν οὐδὲν θαυμαστὸν πλανᾶσθαι οὐδὲ ἄλλον ἰδιώτην· εἰ δὲ καὶ ὑμεῖς πλανήσεσθε οἱ σοφοί, τοῦτο ἤδη καὶ ἡμῖν δεινὸν εἰ μηδὲ παρʼ ὑμᾶς ἀφικόμενοι παυσόμεθα τῆς πλάνης.
我或者其他普通人迷失方向并不足为奇;但如果连你们这些聪明人也要迷失方向,那对我们来说可就太可怕了,因为我们即便来到你们这里,也无法停止这种迷失。 ”