Humanitext Reader

柏拉图 · 大希庇亚篇 §283

希庇阿斯未在斯巴达赚钱的疑问

第 2 段,共 20 段 · 希腊语

内容简介

苏格拉底反讽地顺从了希庇阿斯关于“智慧的衡量标准是赚钱能力”的观点,并转而追问,为什么他在最频繁造访的拉栖代梦(斯巴达)竟连一分钱也没有赚到。

§283ΣΩ. καλόν γε, ὦ Ἱππία, λέγεις καὶ μέγα τεκμήριον σοφίας τῆς τε σεαυτοῦ καὶ τῶν νῦν ἀνθρώπων πρὸς τοὺς ἀρχαίους ὅσον διαφέρουσι.
苏格拉底:希庇阿斯,你说的真是一件美妙的事,也是你以及当今之人的智慧与古人相比差异有多么巨大的一个重大证据。
τῶν γὰρ προτέρων πολλὴ ἀμαθία κατὰ τὸν σὸν λόγον.
因为根据你的说法,先辈们有着极大的无知。
τοὐναντίον γὰρ Ἀναξαγόρᾳ φασὶ συμβῆναι ἢ ὑμῖν· καταλειφθέντων γὰρ αὐτῷ πολλῶν χρημάτων καταμελῆσαι καὶ ἀπολέσαι πάντα—οὕτως αὐτὸν ἀνόητα σοφίζεσθαι—λέγουσι δὲ καὶ περὶ ἄλλων τῶν παλαιῶν ἕτερα τοιαῦτα.
因为据说阿那克萨哥拉的遭遇与你们正好相反:因为他虽然继承了许多财产,却因疏忽而全部丧失了——他运用智慧是如此愚蠢——而且关于其他古人也有类似的说法。
τοῦτο μὲν οὖν μοι δοκεῖς καλὸν τεκμήριον ἀποφαίνειν περὶ σοφίας τῶν νῦν πρὸς τοὺς προτέρους, καὶ πολλοῖς συνδοκεῖ ὅτι τὸν σοφὸν αὐτὸν αὑτῷ μάλιστα δεῖ σοφὸν εἶναι· τούτου δʼ ὅρος ἐστὶν ἄρα, ὃς ἂν πλεῖστον ἀργύριον ἐργάσηται.
因此,在我看来,你似乎为此提供了一个绝佳的证据,证明今人与前人相比在智慧上的优越性,而且许多人也同意,智者首先必须对自己最聪明;而这的标准,看来就是谁赚取的金钱最多。
καὶ ταῦτα μὲν ἱκανῶς ἐχέτω·
关于这些就说到这里吧。
τόδε δέ μοι εἰπέ, σὺ αὐτὸς πόθεν πλεῖστον ἀργύριον ἠργάσω τῶν πόλεων εἰς ἃς ἀφικνῇ;
但请告诉我这件事:在你所造访的那些城邦中,你自己在哪里赚取了最多的金钱?
ἢ δῆλον ὅτι ἐκ Λακεδαίμονος, οἷπερ καὶ πλειστάκις ἀφῖξαι;
或者显然是从拉栖代梦,也就是你出使最频繁的地方?
ΙΠ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες.
希庇阿斯:凭着宙斯起誓,绝非如此,苏格拉底。
ΣΩ. πῶς φῄς;
苏格拉底:你怎么说?
ἀλλʼ ἐλάχιστον;
难道是最少?
ΙΠ. οὐδὲν μὲν οὖν τὸ παράπαν πώποτε.
希庇阿斯:恰恰相反,根本没有,从来没有赚到过任何钱。
ΣΩ. τέρας λέγεις καὶ θαυμαστόν, ὦ Ἱππία.
苏格拉底:希庇阿斯,你说的真是一桩奇闻和怪事。
καί μοι εἰπέ· πότερον ἡ σοφία ἡ σὴ οὐχ οἵα τοὺς συνόντας αὐτῇ καὶ μανθάνοντας εἰς ἀρετὴν βελτίους ποιεῖν;
请告诉我:难道你的智慧不是那种能使与之交往并向其学习的人在德行上变得更好的人吗?
ΙΠ. καὶ πολύ γε, ὦ Σώκρατες.
希庇阿斯:当然能,而且程度很深,苏格拉底。
ΣΩ. ἀλλὰ τοὺς μὲν Ἰνυκίνων ὑεῖς οἷός τε ἦσθα ἀμείνους ποιῆσαι, τοὺς δὲ Σπαρτιατῶν ἠδυνάτεις;
苏格拉底:那么,你能够让伊纽科斯人的儿子们变得更好,却无力让斯巴达人的儿子们也变得更好吗?
ΙΠ. πολλοῦ γε δέω.
希庇阿斯:差得远呢。
ΣΩ. ἀλλὰ δῆτα Σικελιῶται μὲν ἐπιθυμοῦσιν ἀμείνους γίγνεσθαι, Λακεδαιμόνιοι δʼ οὔ;
苏格拉底:那么,难道是西西里人渴望变得更好,而拉栖代梦人却不渴望吗?
ΙΠ. πάντως γέ που, ὦ Σώκρατες, καὶ Λακεδαιμόνιοι.
希庇阿斯:怎么可能,苏格拉底,拉栖代梦人当然也渴望。
ΣΩ. ἆρʼ οὖν χρημάτων ἐνδείᾳ ἔφευγον τὴν σὴν ὁμιλίαν;
苏格拉底:那么,是因为缺乏金钱,他们才避开与你交往吗?
ΙΠ. οὐ δῆτα, ἐπεὶ ἱκανὰ αὐτοῖς ἐστιν.
希庇阿斯:绝非如此,因为他们有足够的钱。
ΣΩ. τί δῆτʼ ἂν εἴη ὅτι ἐπιθυμοῦντες καὶ ἔχοντες χρήματα, καὶ σοῦ δυναμένου τὰ μέγιστα αὐτοὺς ὠφελεῖν, οὐ πλήρη σε ἀργυρίου ἀπέπεμψαν;
苏格拉底:那么,既然他们既有渴望又有金钱,而你又能力给他们带来极大的益处,他们为什么没有让你带着满口袋的银钱回去呢?
ἀλλʼ ἐκεῖνο, μῶν μὴ Λακεδαιμόνιοι σοῦ βέλτιον ἂν παιδεύσειαν τοὺς αὑτῶν παῖδας;
或者是另外一个原因:难不成拉栖代梦人比你更能教育他们自己的孩子?
ἢ τοῦτο φῶμεν οὕτω, καὶ σὺ συγχωρεῖς;
我们应该承认这一点,并且你也同意吗?
ΙΠ. οὐδʼ ὁπωστιοῦν.
希庇阿斯:绝不,绝无此可能。
ΣΩ. πότερον οὖν τοὺς νέους οὐχ οἷός τʼ ἦσθα πείθειν ἐν Λακεδαίμονι ὡς σοὶ συνόντες πλέον ἂν εἰς ἀρετὴν ἐπιδιδοῖεν ἢ τοῖς ἑαυτῶν, ἢ τοὺς ἐκείνων πατέρας ἠδυνάτεις πείθειν ὅτι σοὶ χρὴ παραδιδόναι μᾶλλον ἢ αὐτοὺς ἐπιμελεῖσθαι, εἴπερ τι τῶν ὑέων κήδονται;
苏格拉底:那么,是因为你无法在拉栖代梦说服那里的青年,让他们相信与你交往会比与他们自己的人交往在德行上更有长进? 还是你无法说服他们的父亲,让他们相信如果他们真心关爱儿子,就应该把儿子托付给你而不是由自己来管教?
οὐ γάρ που ἐφθόνουν γε τοῖς ἑαυτῶν παισὶν ὡς βελτίστοις γενέσθαι.
因为他们总不至于嫉妒自己的孩子变得尽可能好。
ΙΠ. οὐκ οἶμαι ἔγωγε φθονεῖν.
希庇阿斯:我也不认为他们会嫉妒。
ΣΩ. ἀλλὰ μὴν εὔνομός γʼ ἡ Λακεδαίμων.
苏格拉底:然而,拉栖代梦确实是一个法治清明的城邦。

词汇与语法注释

  1. 283aὅσον διαφέρουσι — 从句 ὅσον διαφέρουσι.(“差异有多么巨大”)起着类似于间接疑问句的作用,用以补充说明前文“你以及当今之人的智慧与古人相比”,强调了今人智慧优越(或不同)的程度之大。
  2. 283aοὕτως αὐτὸν ἀνόητα σοφίζεσθαι — 插入语中的不定式 σοφίζεσθαι 在语法上延续了由上下文中的 λέγουσι(“他们说”)所支配的间接引语(对格加不定式结构),其主格动作者为对格的 αὐτόν(指代阿那克萨哥拉)。
  3. 283bτὸν σοφὸν αὐτὸν αὑτῷ μάλιστα δεῖ σοφὸν εἶναι — 无人称动词 δεῖ 的逻辑主语为对格的 τὸν σοφὸν αὐτόν(“智者自己”),其不定式为 εἶναι。与格 αὑτῷ(“对他自己”)是利益与格或关联与格。强调代词 αὐ校准与反身代词 αὑτῷ 并置,极大地增强了语义上的强调语气。
  4. 283eὡς σοὶ συνόντες πλέον ἂν εἰς ἀρετὴν ἐπιδιδοῖεν — 这是在动词 πείθειν(“说服”)之后的宾语从句,由连词 ὡς 引导。其中,分词 συνόντες 起着假设从句的作用(“如果与之交往”),与 ἄν 以及希求语气动词 ἐπιδιδοῖεν 连用,表示潜在的可能性(“将会更有长进”)。

引用这一段

柏拉图, 大希庇亚篇 §283. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:283

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。