Humanitext Reader

柏拉图 · 大希庇亚篇 §281-282

希庇阿斯的出使活动与智者的巨额报酬

第 1 段,共 20 段 · 希腊语

内容简介

智者希庇阿斯在雅典与苏格拉底重逢,吹嘘自己出使各地的成就、知识的进步,以及当代智者赚取的巨额财富,并将其与不问政治和金钱的古人进行对比。

§281ΣΩ. Ἱππίας ὁ καλός τε καὶ σοφός·
苏格拉底:美丽而聪慧的希庇阿斯!
ὡς διὰ χρόνου ἡμῖν κατῆρας εἰς τὰς Ἀθήνας.
你是有多么久没来雅典,如今终于又向我们靠岸了。
ΙΠ. οὐ γὰρ σχολή, ὦ Σώκρατες.
希庇阿斯:因为我没有闲暇,苏格拉底。
ἡ γὰρ Ἦλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τῶν πόλεων, ἀεὶ ἐπὶ πρῶτον ἐμὲ ἔρχεται τῶν πολιτῶν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκανώτατον εἶναι τῶν λόγων οἳ ἂν παρὰ τῶν πόλεων ἑκάστων λέγωνται.
因为每当厄利斯需要与任何城邦进行交涉时,总是首先在公民中找到我,推选我为使者,因为她认为,对于各城邦可能发表的言论,我是最称职的裁判者和传达者。
πολλάκις μὲν οὖν καὶ εἰς ἄλλας πόλεις ἐπρέσβευσα, πλεῖστα δὲ καὶ περὶ πλείστων καὶ μεγίστων εἰς τὴν Λακεδαίμονα· διὸ δή, ὃ σὺ ἐρωτᾷς, οὐ θαμίζω εἰς τούσδε τοὺς τόπους.
因此,我曾多次代表城邦出使其他城邦,而最频繁、且针对最多数和最重大事务的出使则是去往拉栖代梦;正因如此,回答你所问的问题,我不常来这些地方。
ΣΩ. τοιοῦτον μέντοι, ὦ Ἱππία, ἔστι τὸ τῇ ἀληθείᾳ σοφόν τε καὶ τέλειον ἄνδρα εἶναι.
苏格拉底:然而,希庇阿斯,这确实是成为一个真正聪明而完美的人的表现。
σὺ γὰρ καὶ ἰδίᾳ ἱκανὸς εἶ παρὰ τῶν νέων πολλὰ χρήματα λαμβάνων ἔτι πλείω ὠφελεῖν ὧν λαμβάνεις, καὶ αὖ δημοσίᾳ τὴν σαυτοῦ πόλιν ἱκανὸς εὐεργετεῖν, ὥσπερ χρὴ τὸν μέλλοντα μὴ καταφρονήσεσθαι ἀλλʼ εὐδοκιμήσειν ἐν τοῖς πολλοῖς.
因为你既能以私人身份从年轻人那里获得大笔钱财,又给他们带来比你收到的更多的益处;同时,在公共事务中,你又有能力造福自己的城邦,正像一个不愿被轻视而想在众人中赢得美誉的人所应当做的那样。
ἀτάρ, ὦ Ἱππία, τί ποτε τὸ αἴτιον ὅτι οἱ παλαιοὶ ἐκεῖνοι, ὧν ὀνόματα μεγάλα λέγεται ἐπὶ σοφίᾳ, Πιττακοῦ τε καὶ Βίαντος καὶ τῶν ἀμφὶ τὸν Μιλήσιον Θαλῆν καὶ ἔτι τῶν ὕστερον μέχρι Ἀναξαγόρου, ὡς ἢ πάντες ἢ οἱ πολλοὶ αὐτῶν φαίνονται ἀπεχόμενοι τῶν πολιτικῶν πράξεων;
不过,希庇阿斯,到底是什么原因,使得那些因智慧而名声显赫的古人——如庇塔科斯、比亚斯、米利都的泰勒斯及其追随者,以及直到阿那克萨哥拉为止的后人——他们所有人或绝大多数人,似乎都远离了政治活动?
ΙΠ. τί δʼ οἴει, ὦ Σώκρατες, ἄλλο γε ἢ ἀδύνατοι ἦσαν καὶ οὐχ ἱκανοὶ ἐξικνεῖσθαι φρονήσει ἐπʼ ἀμφότερα, τά τε κοινὰ καὶ τὰ ἴδια;
希庇阿斯:苏格拉底,除了因为他们能力不足,无法用智慧兼顾公私两面——也就是公共事务和私人事务——之外,你以为还能有什么别的理由呢?
ΣΩ. ἆρʼ οὖν πρὸς Διός, ὥσπερ αἱ ἄλλαι τέχναι ἐπιδεδώκασι καὶ εἰσὶ παρὰ τοὺς νῦν δημιουργοὺς οἱ παλαιοὶ φαῦλοι, οὕτω καὶ τὴν ὑμετέραν τὴν τῶν σοφιστῶν τέχνην ἐπιδεδωκέναι φῶμεν καὶ εἶναι τῶν ἀρχαίων τοὺς περὶ τὴν σοφίαν φαύλους πρὸς ὑμᾶς;
苏格拉底:那么,凭着宙斯起誓,正如其他技艺有所进步,使得古代的工匠与今天的工匠相比显得拙劣一样,我们是否也应该说,你们苏格拉底式的智者技艺也同样有所进步,而古代那些致力于智慧的人与你们相比,显得相形见绌呢?
ΙΠ. πάνυ μὲν οὖν ὀρθῶς λέγεις.
希庇阿斯:非常正确,你说的很对。
§282ΣΩ. εἰ ἄρα νῦν ἡμῖν, ὦ Ἱππία, ὁ Βίας ἀναβιοίη, γέλωτʼ ἂν ὄφλοι πρὸς ὑμᾶς, ὥσπερ καὶ τὸν Δαίδαλόν φασιν οἱ ἀνδριαντοποιοί, νῦν εἰ γενόμενος τοιαῦτʼ ἐργάζοιτο οἷα ἦν ἀφʼ ὧν τοὔνομʼ ἔσχεν, καταγέλαστον ἂν εἶναι.
苏格拉底:那么,希庇阿斯,如果现在比亚斯重新复活回到我们中间,他与你们相比就会沦为笑柄,正如雕塑家们谈到代达罗斯时所说,如果他如今出世,并做出那些让他声名大噪的作品,他就会显得荒谬可笑。
ΙΠ. ἔστι μὲν ταῦτα, ὦ Σώκρατες, οὕτως ὡς σὺ λέγεις·
希庇阿斯:情况确实如你所说。
εἴωθα μέντοι ἔγωγε τοὺς παλαιούς τε καὶ προτέρους ἡμῶν προτέρους τε καὶ μᾶλλον ἐγκωμιάζειν ἢ τοὺς νῦν, εὐλαβούμενος μὲν φθόνον τῶν ζώντων, φοβούμενος δὲ μῆνιν τῶν τετελευτηκότων.
不过,我个人出于提防活着的人的嫉妒,并害怕死者的愤怒,习惯于把赞美献给古人和我们的先辈,并且对他们的赞美要多过对今人的赞美。
ΣΩ. καλῶς γε σύ, ὦ Ἱππία, ὀνομάζων τε καὶ διανοούμενος, ὡς ἐμοὶ δοκεῖς.
苏格拉底:希庇阿斯,在我看来,你的言词和想法都很得体。
συμμαρτυρῆσαι δέ σοι ἔχω ὅτι ἀληθῆ λέγεις, καὶ τῷ ὄντι ὑμῶν ἐπιδέδωκεν ἡ τέχνη πρὸς τὸ καὶ τὰ δημόσια πράττειν δύνασθαι μετὰ τῶν ἰδίων.
而且我可以为你作证,你所说的是真理,事实上你们的技艺确实已经进步,达到了既能处理私人事务,又能同时兼顾公共事务的水平。
Γοργίας τε γὰρ οὗτος ὁ Λεοντῖνος σοφιστὴς δεῦρο ἀφίκετο δημοσίᾳ οἴκοθεν πρεσβεύων, ὡς ἱκανώτατος ὢν Λεοντίνων τὰ κοινὰ πράττειν, καὶ ἔν τε τῷ δήμῳ ἔδοξεν ἄριστα εἰπεῖν, καὶ ἰδίᾳ ἐπιδείξεις ποιούμενος καὶ συνὼν τοῖς νέοις χρήματα πολλὰ ἠργάσατο καὶ ἔλαβεν ἐκ τῆσδε τῆς πόλεως·
因为,这位来自雷翁提尼的智者高尔吉亚,曾因被视为雷翁提尼人中最有能力处理公共事务的人,而作为官方使节从家乡来到这里;他不仅在公民大会上被认为发表了极佳的演说,而且还通过进行私人演示以及与青年人交往,从这个城邦赚取并获得了大量钱财。
εἰ δὲ βούλει, ὁ ἡμέτερος ἑταῖρος Πρόδικος οὗτος πολλάκις μὲν καὶ ἄλλοτε δημοσίᾳ ἀφίκετο, ἀτὰρ τὰ τελευταῖα ἔναγχος ἀφικόμενος δημοσίᾳ ἐκ Κέω λέγων τʼ ἐν τῇ βουλῇ πάνυ ηὐδοκίμησεν καὶ ἰδίᾳ ἐπιδείξεις ποιούμενος καὶ τοῖς νέοις συνὼν χρήματα ἔλαβεν θαυμαστὰ ὅσα.
或者如果你愿意的话,我们的同伴普罗迪科斯也经常在其他时候因公来到这里,而最近一次他作为官方代表从凯奥斯来到这里时,在议事会上演说并赢得了极高的声誉,同时通过私人演示和与青年交往,赚到了多得令人吃惊的钱财。
τῶν δὲ παλαιῶν ἐκείνων οὐδεὶς πώποτε ἠξίωσεν ἀργύριον μισθὸν πράξασθαι οὐδʼ ἐπιδείξεις ποιήσασθαι ἐν παντοδαποῖς ἀνθρώποις τῆς ἑαυτοῦ σοφίας· οὕτως ἦσαν εὐήθεις καὶ ἐλελήθει αὐτοὺς ἀργύριον ὡς πολλοῦ ἄξιον εἴη.
然而,在那些古人中,从未有人认为应当收取金钱作为报酬,也从未在各种各样的人面前演示自己的智慧;他们是如此淳朴,以至于甚至没有意识到金钱具有巨大的价值。
τούτων δʼ ἑκάτερος πλέον ἀργύριον ἀπὸ σοφίας εἴργασται ἢ ἄλλος δημιουργὸς ἀφʼ ἧστινος τέχνης· καὶ ἔτι πρότερος τούτων Πρωταγόρας.
然而,这两个人中每一个从智慧中所赚取的金钱,都比任何其他工匠从任何技艺中赚取的还要多;而比他们还要早的普罗塔戈拉也是如此。
ΙΠ. οὐδὲν γάρ, ὦ Σώκρατες, οἶσθα τῶν καλῶν περὶ τοῦτο.
希庇阿斯:苏格拉底,关于这方面的美事,你其实一无所知。
εἰ γὰρ εἰδείης ὅσον ἀργύριον εἴργασμαι ἐγώ, θαυμάσαις ἄν·
因为如果你知道了我赚了多少钱,你一定会大吃一惊。
καὶ τὰ μὲν ἄλλα ἐῶ, ἀφικόμενος δέ ποτε εἰς Σικελίαν, Πρωταγόρου αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου ὄντος πολὺ νεώτερος ὢν ἐν ὀλίγῳ χρόνῳ πάνυ πλέον ἢ πεντήκοντα καὶ ἑκατὸν μνᾶς ἠργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικροῦ, Ἰνυκοῦ, πλέον ἢ εἴκοσι μνᾶς·
且不说别的,有一次我去西西里,当时普罗塔戈拉正在那里逗留并享有名望,而我比他年轻得多,在很短的时间内,我就赚了一百五十多米纳,而且仅在一个非常小的地方,即伊纽科斯,就赚了二十多米纳。
καὶ τοῦτο ἐλθὼν οἴκαδε φέρων τῷ πατρὶ ἔδωκα, ὥστε ἐκεῖνον καὶ τοὺς ἄλλους πολίτας θαυμάζειν τε καὶ ἐκπεπλῆχθαι.
我把这笔钱带回家交给了父亲,使他和其他公民都感到惊奇和震动。
καὶ σχεδόν τι οἶμαι ἐμὲ πλείω χρήματα εἰργάσθαι ἢ ἄλλους σύνδυο οὕστινας βούλει τῶν σοφιστῶν.
而且我几乎认为,我自己赚取的钱财,比你随意挑选的任何两个智者加在一起还要多。

词汇与语法注释

  1. 281cὧν λαμβάνεις — 关系代名词 ὧν(在逻辑上本应是作为 λαμβάνεις 宾语的宾格 ἃ)由于先行词(如修饰比较级 πλείω 的属格 τούτων)被省略,因而被同化(吸引)成了属格。
  2. 282aὥσπερ καὶ τὸν Δαίδαλον φασιν... καταγέλαστον ἂν εἶναι — 由间接引语动词 φασιν 引导的宾格加不定式结构。不定式 ἂν εἶ解(对应直接引语中的 ἂν ἦν 或 ἂν εἴη)以宾格 τὸν Δαίδαλον 为主语,构成了一个带有条件从句(εἰ 加 Optative 语气 ἐργάζοιτο)并被纳入间接引语的复杂句式。
  3. 282cθαυμαστὰ ὅσα — 意为“多得令人惊奇的”惯用句法。原本是诸如 θαυμαστόν ἐ集ιν ὅσα(……的数量多得令人惊叹)的关系从句结构,后来固定为相当于形容词的短语,用以修饰名词 χρήματα。
  4. 282dἐλελήθει αὐτοὺς ἀργύριον ὡς πολλοῦ ἄξιον εἴη — 动词 λανθάνω(此处为过去完成时 ἐλελήθει,意为“未被察觉”)通常伴随分词,但在这里它与 ὡς 引导的从句(间接引语中的斜格希求法)连用,用以表示“他们没有意识到金钱具有巨大价值”这一事实。

引用这一段

柏拉图, 大希庇亚篇 §281-282. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:281-282

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。