← プラトン

メノン

§90

アニュトスの参加と技術の専門家への師事

ソクラテスは、アテナイの有力者アニュトスがその場に居合わせたのを機に、彼を議論に巻き込み、徳の教師の有無について探求を始めようとする。そのための前提として、専門技術を学ぶ際には、それを自任し報酬を得ている専門家のもとに行くべきであることをアニュトスに確認する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§90

ΣΩ. πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδάσκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν. καίτοι μετὰ πολλῶν γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους εἶναι τοῦ πράγματος. καὶ δὴ καὶ νῦν, ὦ Μένων, εἰς καλὸν ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, ᾧ μεταδῶμεν τῆς ζητήσεως. εἰκότως δʼ ἂν μεταδοῖμεν· Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος,1 ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ ὁ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας ὁ Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς ἀνήρ· ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει· αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγίστας ἀρχάς. δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτʼ εἰσὶν εἴτε μή, καὶ οἵτινες. σὺ οὖν ἡμῖν, ὦ Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι. ὧδε δὲ σκέψαι· εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν γενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους; ἆρʼ οὐ παρὰ τοὺς ἰατρούς; ΑΝ. πάνυ γε. ΣΩ. τί δʼ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρʼ οὐ παρὰ τοὺς σκυτοτόμους; ΑΝ. ναί. ΣΩ. καὶ τἆλλα οὕτως; ΑΝ. πάνυ γε. ΣΩ. ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺς ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι· ἆρʼ ὅταν τοῦτο λέγωμεν, τόδε λέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν,2 τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον ἢ τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπʼ αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν; ἆρʼ οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν; ΑΝ. ναί. ΣΩ. οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ ταῦτα; πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτʼ ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρʼ αὐτῶν ὃν ἂν πέμπωΜΕΝ.3 οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι; ΑΝ. ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός.

ソクラテス:実際、私は徳の教師が誰かいるのかと度々探してきたが、手を尽くしても見つけることができない。しかも、多くの人々とともに探しており、特にこの事柄に最も熟達していると思う人々とともに探しているのだ。そしてちょうど今も、メノン、私たちのために、都合の良いタイミングでこのアニュトスが隣に腰掛けた。彼をこの探求に加わらせようではないか。 そして、彼を加わらせるのはもっともなことだ。なぜなら、このアニュトスは、第一に、裕福で賢明な父アンテミオンの息子であり、この父親は、最近ポリュクラテスの財産を手に入れたテーバイ人イスメニアスのように、棚ぼたや誰かから与えられたことによって裕福になったのではなく、自分自身の知恵と入念な配慮によって富を獲得したのだ。第二に、その他の点でも、傲慢であるとは思われておらず、また気取って鼻持ちならない市民でもなく、秩序正しく慎み深い男である。第三に、彼はこのアニュトスを立派に育てて教育した。アテナイの多くの人々にもそう思われており、現に彼らはアニュトスを最高の公職に選出している。したがって、このような人々とともに、徳の教師たちが存在するのかしないのか、また存在するなら誰なのかを探求するのは正しいことだ。そこでアニュトス、君も、私と、君の客人であるこちらのメノンと一緒に、この事柄について、誰が教師となり得るのかを共同で探求してほしい。そして次のように考えてみたまえ。もし私たちが、こちらのメノンを優れた医師にしたいと望むなら、彼をどのような教師たちのもとに送るべきだろうか。医師たちのもとではないかね。 アニュトス:まったくその通りです。 ソクラテス:では、もし優れた靴職人にしたいと望むなら、靴職人たちのもとではないかね。 アニュトス:はい。 ソクラテス:その他のものについても同様かね。 アニュトス:まったくその通りです。 ソクラテス:では、同じことについてもう一度私に答えてくれたまえ。私たちは、彼を医師にしたいと望んで、医師たちのもとに送るなら正しく送ることになると言う。私たちがこのように言うとき、次のように言っているのではないかね。すなわち、私たちは彼を、この技術を心得ていない者たちよりもむしろそれを自任している者たち、そして、まさしくそのために謝礼を受け取り、行こうとする者や学びたいと望む者に対して自らを教師であると表明している者たちのもとに送るなら、賢明であろうと。私たちはこれらの点に目を向けて送るなら、正しく送ることになるのではないかね。 アニュトス:はい。 ソクラテス:だとすれば、笛の演奏やその他のものについても、これらと同じことが言えるのではないかね。誰かを笛の奏者にしたいと望んでいながら、その技術を教えることを引き受け、謝礼を受け取っている者たちのところへは送ることを望まず、他の人々に面倒をかけ、彼らから学ぼうと探し求めること(彼らは教師を自任してもおらず、また、私たちが誰かを送って彼らから学ばせようとするその科目について、一人も弟子を持っていないというのに)――これは、大きな愚かさではないかね。君には、これが大きな理不尽(不条理)だと思われないかね。 アニュトス:はい、ゼウスにかけて、私にはそう思われますし、その上、無知であるとも思われます。

構文注3 件
  1. 90aπατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος

    動詞 ἐστι の述語として、父を示す単独の属格が用いられており、「〜の息子である」を意味する(υἱός 等の省略)。

  2. 90dὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν

    ὅτι 節の中で、条件を表す分詞 πέμποντες(「送るならば」)と、潜在を表す ἄν を伴う希求法(σωφρονοῖμεν ἄν「賢明であろう」)が、間接話法として主節の動詞 λέγομεν に従属している。

  3. 90eὃν ἂν πέμπωμεν

    関係代名詞 ὅν に ἄν が加わり、接続法 πέμπωμεν を伴うことで、一般的・仮定的な先行詞(「私たちが送り出すであろう誰であれ」)を表す関係節となっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:90