Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §527

践行正义对灵魂的关照与对话的结论

第 53 段,共 53 段 · 希腊语

内容简介

苏格拉底警告说,在死后的审判面前,俗世的政治权力和名誉毫无用处,并通过断言实践正义和保持灵魂健康才是最好的生活方式来结束这场对话。

§527ΣΩ. ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστήν, τὸν τῆς Αἰγίνης ὑόν, ἐπειδάν σου ἐπιλαβόμενος ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ.
苏格拉底:但是当你来到裁判官, 527a¦ 也就是埃阿科斯(艾吉纳之子)面前,当他抓住你并带走你时,你将在那里张口结舌、头晕目眩,丝毫不亚于我在这里,而且也许有人会无情地打你的耳光,彻底羞辱你。
τάχα δʼ οὖν ταῦτα μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ γραὸς καὶ καταφρονεῖς αὐτῶν, καὶ οὐδέν γʼ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πῃ ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν·
也许,这些话在你看来就像是老婆子的唠叨,你也轻视它们。 如果我们通过寻找,能在某处找到比这些更好、更真实的东西,那么轻视它们也确实不足为奇。
νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον, ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμφέρων.
但现在你看到了,你们三个人作为当今希腊人中最聪明的人——你、波洛斯和戈尔吉亚——却无法证明人们应当过除这种生活以外的任何其他生活,而这种生活显然在冥界也是有益的。
ἀλλʼ ἐν τοσούτοις λόγοις τῶν ἄλλων ἐλεγχομένων μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶν τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν ἀλλὰ τὸ εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ·
相反,在这么多论证中,当其他论证都被驳倒时,唯有这个论证保持屹立不摇:防范行不义比防范受不义更值得警惕;人必须在私下和公共生活中,首要致力于使自己真正成为善人,而不是仅仅显得是善人。
ἐὰν δέ τις κατά τι κακὸς γίγνηται, κολαστέος ἐστί, καὶ τοῦτο δεύτερον ἀγαθὸν μετὰ τὸ εἶναι δίκαιον, τὸ γίγνεσθαι καὶ κολαζόμενον διδόναι δίκην·
如果有人在某些方面变坏了,他就必须受到惩罚,而这是仅次于成为正义之人的第二种善:即通过受到惩罚而变得正义并付出代价。
καὶ πᾶσαν κολακείαν καὶ τὴν περὶ ἑαυτὸν καὶ τὴν περὶ τοὺς ἄλλους, καὶ περὶ ὀλίγους καὶ περὶ πολλούς, φευκτέον· καὶ τῇ ῥητορικῇ οὕτω χρηστέον ἐπὶ τὸ δίκαιον ἀεί, καὶ τῇ ἄλλῃ πάσῃ πράξει.
此外,一切奉承,无论是对自己还是对他人,无论是对少数人还是对多数人,都必须加以避免;而修辞术应当始终这样用于正义,其他一切行动也是如此。
ἐμοὶ οὖν πειθόμενος ἀκολούθησον ἐνταῦθα, οἷ ἀφικόμενος εὐδαιμονήσεις καὶ ζῶν καὶ τελευτήσας, ὡς ὁ λόγος σημαίνει.
因此,听从我的话,跟我到那里去吧,到了那里,正如这个论证所指明的,无论在生前还是在死后,你都会获得幸福。
καὶ ἔασόν τινά σου καταφρονῆσαι ὡς ἀνοήτου καὶ προπηλακίσαι, ἐὰν βούληται, καὶ ναὶ μὰ Δία σύ γε θαρρῶν πατάξαι τὴν ἄτιμον ταύτην πληγήν· οὐδὲν γὰρ δεινὸν πείσῃ, ἐὰν τῷ ὄντι ᾖς καλὸς κἀγαθός, ἀσκῶν ἀρετήν.
并且,如果有谁想把你当成傻瓜来轻视并羞辱你,就随他去吧。 是的,凭着宙斯起誓,你要毫无畏惧地任由他给你那屈辱的一击;因为如果你是真正优秀的人,实践着美德,你就不会遭受任何可怕的事情。
κἄπειτα οὕτω κοινῇ ἀσκήσαντες, τότε ἤδη, ἐὰν δοκῇ χρῆναι, ἐπιθησόμεθα τοῖς πολιτικοῖς, ἢ ὁποῖον ἄν τι ἡμῖν δοκῇ, τότε βουλευσόμεθα, βελτίους ὄντες βουλεύεσθαι ἢ νῦν.
然后,在我们共同这样实践之后,到那时,如果觉得有必要,我们再去投身于政治,或者那时再去讨论我们认为应当做的任何事情,因为到那时我们比现在更能做好决定。
αἰσχρὸν γὰρ ἔχοντάς γε ὡς νῦν φαινόμεθα ἔχειν, ἔπειτα νεανιεύεσθαι ὡς τὶ ὄντας, οἷς οὐδέποτε ταὐτὰ δοκεῖ περὶ τῶν αὐτῶν, καὶ ταῦτα περὶ τῶν μεγίστων—εἰς τοσοῦτον ἥκομεν ἀπαιδευσίας—ὥσπερ οὖν ἡγεμόνι τῷ λόγῳ χρησώμεθα τῷ νῦν παραφανέντι, ὃς ἡμῖν σημαίνει ὅτι οὗτος ὁ τρόπος ἄριστος τοῦ βίου, καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ἀσκοῦντας καὶ ζῆν καὶ τεθνάναι.
因为,处于我们现在显露出来的这种状态,却在以后像个年轻人一样自吹自擂,仿佛自己是什么了不起的人物,这是可耻的。 因为我们对同样的事情永远无法保持相同的意见,而且这还是关于最重大的事情——我们竟落到了如此缺乏教养的地步。 因此,让我们把刚刚显现出来的这个论证当作向导吧,它向我们表明,这种生活方式是最好的:在实践正义和其余美德的同时去生活和死去。
τούτῳ οὖν ἑπώμεθα, καὶ τοὺς ἄλλους παρακαλῶμεν, μὴ ἐκείνῳ, ᾧ σὺ πιστεύων ἐμὲ παρακαλεῖς· ἔστι γὰρ οὐδενὸς ἄξιος ὦ Καλλίκλεις.
因此,让我们遵循这个论证,并劝导其他人也这样做,而不是遵循你所信奉并劝导我的那种生活方式;因为,卡里克勒斯,那种生活方式毫无价值。

词汇与语法注释

  1. 527aεἴχομεν — 动词 `εχω` 搭配不定式(此处为 `ευρειν`)表示“能够”。此处未完成过去时直说法的 `ειχομεν` 用于表示与事实相反的虚拟条件句(“如果我们能够找到”)。
  2. 527cτὸ γίγνεσθαι — 承接前文的 `ειναι δικαιον`(成为正义的人)。这个带冠词的不定式在此作为解释“第二种善”(`δευτερον αγαθον`)的同位语短语的一部分,意思是“变得[正义]并通过受罚付出代价”。
  3. 527dπατάξαι — 依赖于前文命令式 `εασον`(允许/随他)的不定式。该不定式的行为主体(“某人”)被省略,意为“任由[某人]给你那屈辱的一击”。
  4. 527dἔχοντάς γε ὡς νῦν φαινόμεθα ἔχειν — 分词 `εχοντας` 修饰不定式 `νεανιευεσθαι` 的省略对格主语,而该不定式依赖于非人称句 `αισχρον [εστι]`(是可耻的)。动词 `εχω` 与副词性 `ως` 连用表示“处于某种状态”,此处整句意为“处于我们现在显露出来的这种状态中”。

引用这一段

柏拉图, 高尔吉亚篇 §527. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:527

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。