§525ΣΩ. ἃ ἑκάστη ἡ πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχήν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τεθράφθαι· καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατίας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν·
他看到由于他的每一个行为在灵魂上抹上的痕迹(伤痕),而且由于缺乏真理的抚育,一切都因谎言和虚荣而变得扭曲,没有一丝正直;他还看到,由于权势、奢华、狂妄和无节制,灵魂充满了其行为的不对称与丑陋。
ἰδὼν δὲ ἀτίμως ταύτην ἀπέπεμψεν εὐθὺ τῆς φρουρᾶς, οἷ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη.
看到这些之后,他毫不留情地将这灵魂直接送往监牢,它将在那里承受它应得的痛苦。
προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπʼ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παραδείγματι τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτίους γίγνωνται.
对于每一个受到惩罚、被他人公正地惩处的人来说,要么变得更好并获得益处,要么成为他人的警戒,以便其他人在看到他遭受其所遭受的痛苦时,心生恐惧而变得更好。
εἰσὶν δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν· ὅμως δὲ διʼ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφελία καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι.
那些受到神明和人类惩罚并获得益处的人,是犯了可医治之罪的人;然而,无论在尘世还是在哈得斯,他们的益处都是通过痛苦和折磨得到的;因为没有其他办法可以摆脱不义。
οἳ δʼ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.
而那些犯了极恶之罪,并因这些罪行而变得不可医治的人,他们就成了警戒。 由于他们是不可医治的,他们自己不再获得任何益处,但那些看到他们因其罪恶而在永恒的时间里遭受最大、最痛苦、最可怕之苦的人,却获得了益处。 他们简直就像是悬挂在冥界监狱里的警戒物,成了不断到来的不义之人的奇观和警告。
ὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι, εἰ ἀληθῆ λέγει πῶλος, καὶ ἄλλον ὅστις ἂν τοιοῦτος τύραννος ᾖ·
我声称阿基劳斯也将是他们中的一员,如果波洛斯说的是真话;任何其他像这样的僭主也是如此。
οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας·
而且我认为,这些警戒中的大多数,都是由僭主、君王、权贵以及治理城邦事务的人构成的。
οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι.
因为他们由于拥有权势,犯下了最大、最不敬神的罪行。
μαρτυρεῖ δὲ τούτοις καὶ Ὅμηρος· βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκεν τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν· Θερσίτην δέ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκεν μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον—οὐ γὰρ οἶμαι ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἷς ἐξῆν—
荷马也为此作证;因为他把在冥界受永恒惩罚的人描绘成君王和权贵,如坦塔罗斯、西西弗斯和提堤俄斯;然而对于塞尔西特斯,以及任何其他邪恶的普通人,没有人将他描绘成因无可救药而遭受巨大惩罚的人。 因为我认为,他没有权力做出那样的事;因此,他也比那些有权力的人更幸福。
§526ΣΩ. ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων·
但是,卡里克勒斯, 526a¦ 那些变得极其邪恶的人,也确实来自有权势的人;然而,这并不妨碍在这些人中也产生好人,而对于这样产生的人,确实是非常值得赞赏的。
χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι.
因为,卡里克勒斯,在拥有行不义的巨大权力时,却能正直地度过一生,这是困难的,也是值得高度赞扬的。
ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι·
这样的人是很少的。
ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ·
不过,无论在这里还是在其他地方,都曾有过、而且我想也将会有关怀这种美德的优秀之人,即公正地处理别人托付给他们的事情。
εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονεν καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, Ἀριστείδης ὁ Λυσιμάχου·
其中有一位在其他希腊人中也非常著名,那就是柳西马科斯的儿子阿里斯提德。
οἱ δὲ πολλοί, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν.
但是,我最优秀的朋友,大多数权贵都会变坏。
ὅπερ οὖν ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθʼ ὅστις οὔθʼ ὧντινων, ὅτι δὲ πονηρός τις·
正如我刚才所说,当那位拉达曼迪斯抓到这样一个人时,他对他别的一无所知,既不知道他是谁,不知道他出身于谁,只知道他是一个邪恶的人。
καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος, ἐάντε ἰάσιμος ἐάντε ἀνίατος δοκῇ εἶναι·
看清了这一点后,他就把他打上标记,送往塔耳塔洛斯,无论他看起来是可医治的还是无可救药的。
ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει.
那个人到达那里后,便遭受他应得的惩罚。
ἐνίοτε δʼ ἄλλην εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετʼ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ἔγωγέ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ ἐς μακάρων νήσους ἀπέπεμψε.
但有时,他看到另一个虔诚且诚实地度过一生的灵魂,它属于一个普通人或别的什么人,特别是——卡里克勒斯,我声称——一个恪守本分、在一生中不爱多管闲事的哲学家,他便大加赞赏,并将它送往福人岛。
ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός—ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει—ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται, μόνος ἔχων χρυσοῦν σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν—
"
χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν.
这同样的事情,埃阿科斯也照样做——他们每人手持手杖进行审判——而米诺斯则坐着监督,只有他拿着黄金权杖,正如荷马笔下的奥德修斯说看见他那样—— “手执黄金权杖,正在为死者们裁决。
"
ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις, ὑπό τε τούτων τῶν λόγων πέπεισμαι, καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν·
”卡里克勒斯,我被这些话所说服,并正考虑如何向裁判官展示一个最健全的灵魂。
χαίρειν οὖν ἐάσας τὰς τιμὰς τὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι ὡς ἂν δύνωμαι βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνῄσκω ἀποθνῄσκειν.
因此,我不去理会大多数人的虚名,而是致力于追求真理,试着以实际上尽可能最好的状态生活,并且在死去时也这样死去。
παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθʼ ὅσον δύναμαι, καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι, καὶ ὀνειδίζω σοι ὅτι οὐχ οἷός τʼ ἔσῃ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις ἣν νυνδὴ ἐγὼ ἔλεγον,
我也尽我所能,向所有其他的人发出邀请,当然也特别邀请你来过这种生活,参加这场斗争,我声称这场斗争重于这里的所有斗争;我还责备你,当那场对你的裁判和审判来临时——就是我刚才所说的那场——你将无法帮助你自己,