← プラトン

ゴルギアス

§525-526

冥府の裁判官による魂の処遇と統治者の罪

ソクラテスは、冥界の裁判官が不義を働いた魂をどのように見極め、罰するかを説明する。特に、大きな権力を持つ者ほど不治の大罪を犯しやすく、彼らが冥界で永遠の「見せしめ」とされる一方で、本分を尽くした哲学者は祝福された島へ送られるとし、自らも正しく生きることを決意してカリクレスにその闘いへの参入を促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§525

ΣΩ. ἃ ἑκάστη ἡ πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχήν,1 καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τεθράφθαι· καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατίας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν δὲ ἀτίμως ταύτην ἀπέπεμψεν εὐθὺ τῆς φρουρᾶς, οἷ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη. προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι,2 ὑπʼ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παραδείγματι τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτίους γίγνωνται. εἰσὶν δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν· ὅμως δὲ διʼ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφελία καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δʼ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα. ὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι,3 εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλον ὅστις ἂν τοιοῦτος τύραννος ᾖ· οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι. μαρτυρεῖ δὲ τούτοις καὶ Ὅμηρος· βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκεν τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν· Θερσίτην δέ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκεν μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον—οὐ γὰρ οἶμαι ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἷς ἐξῆν—

彼の個々の行為が魂に擦り込んだもの(傷痕)や、真実なしに育てられたためにすべてのものが嘘と虚栄によって歪んでいて正直なところが何一つない状態、また、権力や奢り、傲慢や無節制な行いによって、不調和と醜さに満ちている魂を彼は見るのだ。そしてこれを見ると、彼は容赦なくこの魂を監獄へとまっすぐに送り出す。そこは、その魂が行って、受けるべき苦しみに耐えねばならない場所である。そもそも、他者によって正しく罰せられて刑罰の中にあるすべての者にとって、より良くなって恩恵を受けるか、あるいは他者にとっての見せしめになるかのいずれかがふさわしい。他の人々が、彼が受けている苦痛を目にして恐れを抱き、より良くなるために。神々や人間によって罰せられて恩恵を受ける人々とは、治癒可能な過ちを犯した人々である。それでもなお、この世でもハデスにおいてでも、彼らにとっての恩恵は苦痛と苦悶を通じて生じる。他の方法では不正から免れることはできないからだ。一方、極限の不正を働き、そのような罪のために治療不可能となった人々、彼らから見せしめが作られる。彼ら自身は治療不可能であるために、もはや何の恩恵も受けないが、他の人々は、彼らがその罪のために、永遠の時にわたって最も大きく、最も苦痛に満ち、最も恐ろしい苦しみを受けているのを見ることで恩恵を受ける。彼らは、まさにハデスの牢獄に吊るされた見せしめとして、常にやってくる不正な人々にとっての「見世物」であり「警告」となるのだ。私は彼らの一人にアルケラオスも含まれるだろうと言う、もしポロスが本当のことを言っているなら。また、そのような僭主である他の誰もが。そして、これら見せしめとなる者の多くは、僭主、王、権力者、国家の政務を執った者たちから出ているのだと思う。彼らはその権力ゆえに、最大かつ最も不敬な過ちを犯すからだ。ホメロスもこのことを証言している。というのも、彼はハデスで永遠に罰せられている者たちを王や権力者として描いているからだ。タンタロス、シシュポス、ティテュオスのように。しかしテルシテスや、その他誰か邪悪な一般人がいたとしても、治療不可能として大きな罰に縛り付けられているものとして描いた者は誰もいない。思うに彼にはそれが許されていなかったからだ。それゆえ、彼はそれが可能であった人々よりも幸福であった。

§526

ΣΩ. ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι· ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ· εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονεν καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοί, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν. ὅπερ οὖν ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθʼ ὅστις οὔθʼ ὧντινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος, ἐάντε ἰάσιμος ἐάντε ἀνίατος δοκῇ εἶναι· ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. ἐνίοτε δʼ ἄλλην εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετʼ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ἔγωγέ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος4 ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ ἐς μακάρων νήσους ἀπέπεμψε. ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός—ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει—ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται, μόνος ἔχων χρυσοῦν σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν— "χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν." ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις, ὑπό τε τούτων τῶν λόγων πέπεισμαι, καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν· χαίρειν οὖν ἐάσας τὰς τιμὰς τὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι ὡς ἂν δύνωμαι βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνῄσκω ἀποθνῄσκειν. παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθʼ ὅσον δύναμαι, καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι, καὶ ὀνειδίζω σοι ὅτι οὐχ οἷός τʼ ἔσῃ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις ἣν νυνδὴ ἐγὼ ἔλεγον,

しかし、カリクレスよ、極めて邪悪になる人間は権力のある者たちから出る。とはいえ、そうした人々の中にも優れた者が現れるのを妨げるものは何もなく、そうして現れる人々は実に大いに称賛されるに値する。というのも、カリクレスよ、不正を働く大きな権力の中にありながら、生涯を正しく生き抜くことは困難であり、多くの賞賛に値するからだ。そして、そのような人々は少数しか生まれない。とはいえ、この地でも他所でも、自分に委ねられた事柄を正しく処理するというこの徳を備えた優れた人々はこれまでも存在したし、これからも現れるだろうと私は思う。その一人、そして他のギリシア人の間でも極めて高名になったのが、リュシマコスの息子アリステイデスである。しかし、親愛なる友よ、権力者の多くは邪悪な者となる。そこで、私が言っていたように、あのラダマンテュスがそのような者をとらえたとき、彼については他のことは何も知らず、彼が誰であるかも、誰の生まれであるかも知らないが、彼が邪悪な人間であることだけを知る。そしてこれを見極めると、彼は治癒可能であるか治癒不可能であると思われるかに応じて印をつけてタルタロスへと送り出す。そして、かの地に到達した者はふさわしい報いを受けるのだ。しかし時として、一般人やその他の人、とりわけ私の言う、自分の本分を尽くして生涯の中で余計な手出しをしなかった哲学者などの、敬虔にかつ真実とともに生きた別の魂を目にすると、彼はそれを感嘆し、祝福された者たちの島々へと送り出す。これと全く同じことをアイアコスも行う。彼ら二人はそれぞれ杖を持って裁判を行う。そしてミノスは見守りながら座っており、彼だけが、ホメロスのオデュッセウスが彼を見たと言うように、黄金の笏を持っている。「黄金の笏を手にし、死者たちを裁いている」と。それゆえ、カリクレスよ、私はこれらの話によって説得されており、裁判官に対してできるだけ健全な魂を示すことができるように思索している。それゆえ、多くの人々の名誉など意に介さず、真実を実践することによって、実際にできる限り優れた者となって生き、そして死ぬときには死ぬように努めよう。そして私は、他のすべての人々をも、私にできる限り、そしてとりわけ君をも、この生き方とこの闘いへと招き入れる。私はこれこそがこの世のあらゆる闘いに代わるものだと言い、君が自分自身を助けることができないであろうことを非難する。君に対する裁判と、私が先ほど言った判決が行われるときに。

構文注4 件
  1. 525ἃ ἑκάστη ἡ πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχήν

    関係代名詞 ἃ は中性複数で、文脈上、前節(524e末尾)の「傷痕」(οὐλῶν)や、魂に刻まれた不正の痕跡を指す。動詞 ἐξωμόρξατο(ἐξομόργνυμι の中道アオリスト)は「擦りつける」を意味し、ここでは個々の悪行が魂に傷痕として刻印された様子を表している。この節全体は、後半の主動詞 εἶδεν(見た)の目的語を先取りする形、あるいは前節の「傷痕で満ちている」を補足する名詞節として機能している。

  2. 525bπροσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι

    非人称動詞 προσήκει(〜にふさわしい)の主語は、後続する不定詞句「より良くなって恩恵を受けるか(βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι)、あるいは他者にとっての見本になること(παραδείγματι τοῖς ἄλλοις γίγνεσθαι)」である。与格句 παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι(刑罰の中にあるすべての人)が不定詞の意味上の主語(または関係対象)となる。

  3. 525dὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι

    関係代名詞の属格 ὧν は部分属格(全体の属格)で、前述の「治療不可能で他者の見せしめとなる罪人たち」を指す。対格不定詞構文(AcI)であり、ἕνα(一人)と Ἀρχέλαον が不定詞 ἔσεσθαι(〜になるだろう)の主語および補語となっている。直訳すると「彼らのうちの一人に、アルケラオスもなるだろうと私は言う」。

  4. 526cφιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος

    属格句「(自分の本分を尽くし、余計な手出しをしなかった)哲学者」は、先行する ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός(一般人やその他の人)に同格として係る。分詞 πράξαντος と πολυπραγμονήσαντος はいずれもアオリスト能動態属格。特に τὰ αὑτοῦ πράττειν(自分の仕事をすること)はプラトンの文脈において「正義」や「哲学的本分」の遂行を意味する重要な定型表現である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-10-15)
  • 2026-10-15 読者の報告(校訂者が修正) — 原文 1 件
  • 2026-09-30 表記の統一 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:525-526