§523ΣΩ. ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγὼ οἶμαι, ἐγὼ δὲ λόγον·
苏格拉底:那么,正如人们所说,听一个非常美妙的故事吧。 我想,你会认为这是一个神话,但我却认为这是一个真实的叙述。
ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν.
因为我将要对你说的,都是作为真实的事情来对你说的。
ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς παρέλαβον.
正如荷马所说,宙斯、波塞冬和普路托在从父亲那里继承了统治权后,便瓜分了它。
ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτι ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.
因此,在克洛诺斯时代就有一个关于人类的法律,而且在神明之中一直存在,直到现在依然如此:人类之中那些公正且虔诚地度过一生的人,死后将前往福人岛,在免于一切痛苦的全然幸福中生活;而那些不公正且不敬神地度过一生的人,则要前往惩罚与审判的监狱,也就是人们所说的塔耳塔洛斯。
τούτων δὲ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες ᾗ μέλλοιεν τελευτᾶν· κακῶς οὖν αἱ δίκαι ἐκρίνοντο.
在克洛诺斯时代,以及宙斯刚掌握统治权不久的时候,这些审判是由活着的法官对活着的人进行的,审判就在他们即将死去的那个日子里进行;因此,判决总是做得很糟糕。
ὅ τε οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι.
因此,普路托和来自福人岛的管理者们去对宙斯说,有许多不配的人频繁地来到他们各自的地方。
εἶπεν οὖν ὁ Ζεύς· ἀλλʼ ἐγώ,
ἔφη,
παύσω τοῦτο γιγνόμενον.
于是宙斯说:‘但是,我,’他说,‘将要制止这种事情的发生。
νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται.
因为现在的审判判得很糟糕。
ἀμπεχόμενοι γάρ,
ἔφη,
οἱ κρινόμενοι κρίνονται· ζῶντες γὰρ κρίνονται.
因为,’他说,‘被审判的人是在穿戴着衣物时被审判的;因为他们是在活着的时候被审判的。
πολλοὶ οὖν,
ἦ δʼ ὅς,
ψυχὰς πονηρὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καί, ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μάρτυρες, μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν· οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς αὑτῶν ὀφθαλμοὺς καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι.
因此,许多拥有邪恶灵魂的人,’他说,‘却披戴着美丽的身体、显赫的出身和财富。 当审判进行时,有许多证人为他们前来,作证说他们过着公正的生活;于是法官们既被这些东西所迷惑,同时他们自己也穿着衣服进行审判,在他们自己的灵魂前面遮蔽了眼睛、耳朵和整个身体。
ταῦτα δὴ αὐτοῖς πάντα ἐπίπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων.
的确,这一切都成了他们的障碍:既包括他们自己的装束,也包括那些被审判者的装束。
πρῶτον μὲν οὖν,
ἔφη,
παυστέον ἐστὶν προειδότας αὐτοὺς τὸν θάνατον· νῦν γὰρ προΐσασι.
因此,首先,’他说,‘必须阻止他们预先知道自己的死亡;因为现在他们是预先知道的。
τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ ὅπως ἂν παύσῃ αὐτῶν.
这件事确实已经告诉了普罗米修斯,以便让他阻止他们具有这种预知。
ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι.
其次,必须在剥去这一切之后赤裸地审判他们;因为他们必须在死后接受审判。
καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν συγγενῶν καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ.
并且法官也必须是赤裸的、死去的,在每个人刚死去的瞬间,用他自己的灵魂去直接观察那人本身的灵魂,使之脱离所有的亲属,并将地上的一切装饰留在身后,这样审判才是公正的。
§524ΣΩ.
ἐγὼ μὲν οὖν ταῦτα ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς ὑεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δὲ ἐκ τῆς Εὐρώπης, Αἰακόν·
’ 苏格拉底:‘因此,我比你们更早认识到这些,便从我自己的儿子中任命了法官:两个来自亚洲,即米诺斯和拉达曼迪斯,一个来自欧洲,即埃阿科斯。
οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον.
因此,他们在死后,将在那片草地上、在两条道路分岔的三岔路口进行审判,其中一条通往福人岛,另一条通往塔耳塔洛斯。
καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός· Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν, ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνα ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις.
亚洲来的人将由拉达曼迪斯审判,欧洲来的人将由埃阿科斯审判;我将赋予米诺斯进行最终裁决的特权,如果那两个人有任何困惑的话,以便使关于人类旅程的审判尽可能地公正。
ταῦτʼ ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι· καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν.
’ 卡里克勒斯,这些就是我听过并相信是真实的事情;从这些叙述中,我推论出有这样一种情况发生。
ὁ θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπʼ ἀλλήλοιν·
在我看来,死亡不外乎是两种事物——灵魂和肉体——彼此的分离。
ἐπειδὰν δὲ διαλυθῆτον ἄρα ἀπʼ ἀλλήλοιν, οὐ πολὺ ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἕξιν τὴν αὑτοῦ ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα ἔνδηλα πάντα.
当这两者彼此分离之后,它们各自保持其自身状态的程度,并不比那人活着的时候少多少:肉体保持着它自己的本性,并且它所受到的调理和遭受的痕迹都清晰可见。
οἷον εἴ τινος μέγα ἦν τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας, καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος, καὶ τἆλλα οὕτως·
例如,如果某人在活着的时候,其身体由于天生或调养(或两者兼有)而高大,那么他死后的尸体也是高大的;如果他生前肥胖,死后也是肥胖的,其他方面也是如此。
καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός.
再者,如果他生前习惯留长发,那么他死后的尸体也有长发。
μαστιγίας αὖ εἴ τις ἦν καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι ἢ ὑπὸ μαστίγων ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον·
又比如,如果某人生前是个经常挨鞭子的人,身体上有因鞭打或其他创伤留下的伤痕,那么在他死后,也可以看到他的身体上带有这些伤痕。
ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος ταὐτὰ ταῦτα ἔνδηλα.
或者,如果某人在活着的时候肢体折断或变形,那么在死后这些同样的情况也是清晰可见的。
ἑνὶ δὲ λόγῳ, οἷος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἢ πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον.
总而言之,无论他活着的时候把身体塑造成什么样子,在他死后,这些特征也都会在一定时间内全部或大部分清晰地呈现出来。
ταὐτὸν δή μοι δοκεῖ τοῦτʼ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ὦ Καλλίκλεις· ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα ἃ διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος ἔσχεν ἐν τῇ ψυχῇ ὁ ἄνθρωπος.
卡里克勒斯,因此在我看来,关于灵魂的情况也正是如此:当灵魂脱离肉体而变得赤裸时,灵魂中的一切都会清晰地显露出来,包括它天生的特质,以及那个人通过从事每种活动而在灵魂中留下的痕迹。
ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστήν, οἱ μὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν Ῥαδάμανθυν, ὁ Ῥαδάμανθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου τὴν ψυχήν, οὐκ εἰδὼς ὅτου ἐστίν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου κατεῖδεν οὐδὲν ὑγιὲς ὂν τῆς ψυχῆς, ἀλλὰ διαμεμαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας,
因此,当他们来到法官面前时,来自亚洲的人来到拉达曼迪斯面前,拉达曼迪斯让他们站好,观察每个人的灵魂,而不知道这是谁的灵魂。 然而,当他抓住波斯大王或任何其他国王或权贵时,他往往会看到其灵魂中没有一点是健康的,而是由于伪誓和不公而伤痕累累、体无完肤,