§523ΣΩ. ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγὼ οἶμαι, ἐγὼ δὲ λόγον·
ソクラテス:それでは、彼らの言う、極めて立派な話(ロゴス)を聞きたまえ。 君はそれを昔話(ミュトス)と思うだろう、と私は思うが、私は確かな話(ロゴス)と思う。
ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν.
というのも、私がこれから語ろうとすることは、真実として君に語るつもりだからだ。
ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς παρέλαβον.
ホメロスが言っているように、ゼウスとポセイドンとプルートンは、父親から支配権を受け継いだとき、それを分け合ったのだ。
ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτι ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.
そこで、クロノスの時代から人間に適用され、神々の間でも常に、そして今なお存在するこのような法律があった。 すなわち、人間のうちで義にかない敬虔に生涯を過ごした者は、死んだときには、祝福された者たちの島々へと去って行き、あらゆる幸福の中で悪から免れて暮らすが、不正かつ不敬に生きた者は、報いと処罰の牢獄、すなわちタルタロスと呼ばれる場所へと行く、というものだ。
τούτων δὲ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες ᾗ μέλλοιεν τελευτᾶν·
クロノスの時代、そしてゼウスが支配権を握って間もない頃までは、これらの裁判を行う者は生きている人々であり、生きている人々を、彼らが死ぬことになっているまさにその日に裁いていた。
κακῶς οὖν αἱ δίκαι ἐκρίνοντο.
それゆえ、裁判は誤って判定されていたのだ。
ὅ τε οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι.
そこでプルートンと、祝福された者たちの島々から来た管理者たちは、ゼウスのところへ行って、ふさわしくない人々が双方の場所へひっきりなしにやって来ると告げた。
εἶπεν οὖν ὁ Ζεύς·
するとゼウスは言った。
ἀλλʼ ἐγώ,
ἔφη,
παύσω τοῦτο γιγνόμενον.
『だが、私が』と彼は言った、『このようなことが起こるのを止めよう。
νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται.
今や裁判は誤って裁かれているからだ。
ἀμπεχόμενοι γάρ,
ἔφη,
οἱ κρινόμενοι κρίνονται·
というのも、』と彼は言った、『裁かれる者たちが服をまとった状態で裁かれているからだ。
ζῶντες γὰρ κρίνονται.
すなわち、彼らは生きている状態で裁かれている。
πολλοὶ οὖν,
ἦ δʼ ὅς,
ψυχὰς πονηρὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καί, ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μάρτυρες, μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν·
それゆえ多くの人々が、』と彼は言った、『邪悪な魂を持ちながら、美しい肉体や家柄や富をまとっている。 そして裁判が行われるときには、多くの証人が彼らのためにやって来て、彼らが正当に生きてきたと証言するのだ。
οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς αὑτῶν ὀφθαλμοὺς καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι.
それゆえ裁判官たちは、これらによって圧倒されると同時に、自らも服をまとった状態で裁判を行っており、自分たちの魂の前に、目や耳や身体全体を覆い隠している。
ταῦτα δὴ αὐτοῖς πάντα ἐπίπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων.
実に、これらすべてが彼らににとって障害となっているのだ。 彼ら自身の衣服も、裁かれる者たちの衣服も。
πρῶτον μὲν οὖν,
ἔφη,
παυστέον ἐστὶν προειδότας αὐτοὺς τὸν θάνατον·
そこでまず第一に、』と彼は言った、『彼らが死をあらかじめ知っていることを止めさせねばならない。
νῦν γὰρ προΐσασι.
今や彼らはそれをあらかじめ知っているからだ。
τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ ὅπως ἂν παύσῃ αὐτῶν.
そこで、このことについてはすでにプロメテウスに告げてあり、彼らからこれを取り除かせるようにしてある。
ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων·
次に、これらすべてを剥ぎ取られた裸の状態で彼らを裁かねばならない。
τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι.
死んだ状態で裁かれる必要があるからだ。
καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν συγγενῶν καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ.
また裁判官も、裸で、死んだ状態であり、それぞれの人が死ぬやいなや、自身の魂そのものによってその人自身の魂そのものを観察し、あらゆる親族から引き離され、あのすべての美飾を地上に残した状態であらねばならない。 裁判が公正なものとなるために。
§524ΣΩ.
ἐγὼ μὲν οὖν ταῦτα ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς ὑεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δὲ ἐκ τῆς Εὐρώπης, Αἰακόν·
』ソクラテス:『そこで私は、これらのことを認識して、あなた方よりも先に、私自身の息子たちから裁判官を任命した。 二人はアジアからで、ミノスとラダマンテュス、もう一人はヨーロッパからで、アイアコスである。
οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον.
彼らは、死んだときには、二つの道、すなわち一方は祝福された者たちの島々へ、他方はタルタロスへと通じる道が分かれる三叉路の草地において、裁判を行う。
καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός·
そしてアジアからの人々はラダマンテュスが裁き、ヨーロッパからの人々はアイアコスが裁く。
Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν, ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνα ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις.
そしてミノスには、もし他の二人が何らかの判断に迷うことがあれば、追加の最終決定を下すという特権を与える。 人間の旅路についての判断が、できる限り公正なものとなるために。
ταῦτʼ ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι·
』カリクレスよ、これが私の聞いて、真実だと信じていることだ。
καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν.
そして、これらの話から、私は次のようなことが起こるのだと推論している。
ὁ θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπʼ ἀλλήλοιν·
死とは、私の見るところ、魂と肉体という二つのものが互いから分離することに他ならない。
ἐπειδὰν δὲ διαλυθῆτον ἄρα ἀπʼ ἀλλήλοιν, οὐ πολὺ ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἕξιν τὴν αὑτοῦ ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα ἔνδηλα πάντα.
そして、それら二つが互いから分離したとき、それらの各々は、人間が生きていたときとほとんど変わらず、それ自体の状態を保っている。 肉体はそれ自体の性質や、受けた手入れや、被った痕跡をすべて明瞭に残しているのだ。
οἷον εἴ τινος μέγα ἦν τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας, καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος, καὶ τἆλλα οὕτως·
例えば、生前に誰かの肉体が生まれつき、あるいは栄養によって、もしくはその両方によって大きかったなら、彼が死んだときにもその死体は大きく、もし太っていたなら、死んだ後も太っており、その他についても同様である。
καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός.
また、もし彼が髪を長く伸ばす習慣を持っていたなら、彼の死体も髪が長い。
μαστιγίας αὖ εἴ τις ἦν καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι ἢ ὑπὸ μαστίγων ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον·
また、もし彼が鞭打たれるような悪者で、生前に鞭や他の傷による打撃の跡である傷痕を身体に持っていたなら、死んだ後でも彼の肉体がそれらを持っているのを見ることができる。
ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος ταὐτὰ ταῦτα ἔνδηλα.
あるいは、もし生前に誰かの手足が折れていたり歪んでいたりしたなら、死んだ後もそれらと同じことが明瞭である。
ἑνὶ δὲ λόγῳ, οἷος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἢ πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον.
一言で言えば、彼が生前に肉体をどのような状態に整えていたか、それらのことが死んだ後にも、すべて、あるいはその大部分が、一定時間の間、明瞭に現れるのだ。
ταὐτὸν δή μοι δοκεῖ τοῦτʼ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ὦ Καλλίκλεις·
カリクレスよ、それゆえ、まさにこれと同じことが魂についても言えると私は思う。
ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα ἃ διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος ἔσχεν ἐν τῇ ψυχῇ ὁ ἄνθρωπος.
魂が肉体から裸にされたとき、その魂にはすべてが明瞭に現れるのだ。 生まれつきの性質も、その人が個々の営みを実践することを通じて魂の中に得た痕跡(経験)も。
ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστήν, οἱ μὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν Ῥαδάμανθυν, ὁ Ῥαδάμανθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου τὴν ψυχήν, οὐκ εἰδὼς ὅτου ἐστίν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου κατεῖδεν οὐδὲν ὑγιὲς ὂν τῆς ψυχῆς, ἀλλὰ διαμεμαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας,
それゆえ、彼らが裁判官の前に到着したとき、アジアからの人々はラダマンテュスの前に行くが、ラダマンテュスは彼らを立ち止まらせ、それぞれの魂を観察する。 それが誰の魂であるかを知ることなしに。 そして、しばしばペルシアの大王や、他のいかなる王や権力者をとらえたときにも、その魂には不健全なところが何一つなく、偽誓や不正によって打ち叩かれ、傷痕で満ちているのを目にするのだ。