§361ΣΩ. οἶδα γὰρ ὅτι τούτου φανεροῦ γενομένου μάλιστʼ ἂν κατάδηλον γένοιτο ἐκεῖνο περὶ οὗ ἐγώ τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων ὡς οὐ διδακτὸν ἀρετή, σὺ δʼ ὡς διδακτόν.
苏格拉底:“因为我知道,如果这一点变得明朗,那么我和你各自用长篇大论所延伸出来的那个问题——我说美德不可教,而你说可教——就会变得最为清晰。
καί μοι δοκεῖ ἡμῶν ἡ ἄρτι ἔξοδος τῶν λόγων ὥσπερ ἄνθρωπος κατηγορεῖν τε καὶ καταγελᾶν, καὶ εἰ φωνὴν λάβοι, εἰπεῖν ἂν ὅτι
ἄτοποί γʼ ἐστέ, ὦ Σώκρατές τε καὶ Πρωταγόρα·
在我看来,我们刚才辩论的结局就像一个人一样在指责和嘲笑我们,如果它能发出声音,它会说: ‘苏格拉底和普罗泰戈拉,你们真是奇怪的人啊!
σὺ μὲν λέγων ὅτι οὐ διδακτόν ἐστιν ἀρετὴ ἐν τοῖς ἔμπροσθεν, νῦν σεαυτῷ τἀναντία σπεύδεις, ἐπιχειρῶν ἀποδεῖξαι ὡς πάντα χρήματά ἐστιν ἐπιστήμη, καὶ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἡ ἀνδρεία, ᾧ τρόπῳ μάλιστʼ ἂν διδακτὸν φανείη ἡ ἀρετή.
你(苏格拉底)一方面在前面说美德不可教,现在却急于走向你自己的反面,企图证明一切事物都是知识——正义、节制和勇敢——而通过这种方式,美德最容易显现为是可教的。
εἰ μὲν γὰρ ἄλλο τι ἦν ἢ ἐπιστήμη ἡ ἀρετή, ὥσπερ Πρωταγόρας ἐπεχείρει λέγειν, σαφῶς οὐκ ἂν ἦν διδακτόν· νῦν δὲ εἰ φανήσεται ἐπιστήμη ὅλον, ὡς σὺ σπεύδεις, ὦ Σώκρατες, θαυμάσιον ἔσται μὴ διδακτὸν ὄν.
因为,如果美德是知识以外的其它东西,正如普罗泰戈拉曾企图说的那样,它显然就不可教;但现在,如果它将显现为完全是知识,正如你所急于证明的,苏格拉底,那么如果它还不可教,就将是一件不可思议的事了。
Πρωταγόρας δʼ αὖ διδακτὸν τότε ὑποθέμενος, νῦν τοὐναντίον ἔοικεν σπεύδοντι ὀλίγου πάντα μᾶλλον φανῆναι αὐτὸ ἢ ἐπιστήμην· καὶ οὕτως ἂν ἥκιστα εἴη διδακτόν.
而普罗泰戈拉当时假设它是可教的,现在相反,却似乎急于让它显现为几乎是知识以外的任何东西;而这样一来,它就最不可能被传授了。
ἐγὼ οὖν, ὦ Πρωταγόρα, πάντα ταῦτα καθορῶν ἄνω κάτω ταραττόμενα δεινῶς, πᾶσαν προθυμίαν ἔχω καταφανῆ αὐτὰ γενέσθαι, καὶ βουλοίμην ἂν ταῦτα διεξελθόντας ἡμᾶς ἐξελθεῖν καὶ ἐπὶ τὴν ἀρετὴν ὅτι ἔστιν, καὶ πάλιν ἐπισκέψασθαι περὶ αὐτοῦ εἴτε διδακτὸν εἴτε μὴ διδακτόν, μὴ πολλάκις ἡμᾶς ὁ Ἐπιμηθεὺς ἐκεῖνος καὶ ἐν τῇ σκέψει σφήλῃ ἐξαπατήσας, ὥσπερ καὶ ἐν τῇ διανομῇ ἠμέλησεν ἡμῶν, ὡς φῂς σύ.
’ 因此,普罗泰戈拉,看到这一切被可怕地颠倒混乱,我非常渴望它们能够变得清晰,并且我希望我们在详尽讨论完这些之后,能够一直推进到美德是什么,然后再重新考察美德到底是可教的还是不可教的,以免那个厄庇墨透斯在考察中再次欺骗并绊倒我们,就像你在神话中所说的那样,他在分配中忽略了我们。
ἤρεσεν οὖν μοι καὶ ἐν τῷ μύθῳ ὁ Προμηθεὺς μᾶλλον τοῦ Ἐπιμηθέως·
因此,在神话中,普罗米修斯比厄庇墨透斯更合我的意;我效仿他,为我自己的整个生命作长远考虑,才忙于这一切事务。
ᾧ χρώμενος ἐγὼ καὶ προμηθούμενος ὑπὲρ τοῦ βίου τοῦ ἐμαυτοῦ παντὸς πάντα ταῦτα πραγματεύομαι, καὶ εἰ σὺ ἐθέλοις, ὅπερ καὶ κατʼ ἀρχὰς ἔλεγον, μετὰ σοῦ ἂν ἥδιστα ταῦτα συνδιασκοποίην.
如果你愿意的话,正如我一开始所说的那样,我非常乐意与你共同探讨这些。
καὶ ὁ Πρωταγόρας,
ἐγὼ μέν,
ἔφη,
ὦ Σώκρατες, ἐπαινῶ σου τὴν προθυμίαν καὶ τὴν διέξοδον τῶν λόγων.
” 普罗泰戈拉说道: “苏格拉底,”他说道,“我赞赏你的热忱以及你推进论证的方式。
καὶ γὰρ οὔτε τἆλλα οἶμαι κακὸς εἶναι ἄνθρωπος, φθονερός τε ἥκιστʼ ἀνθρώπων, ἐπεὶ καὶ περὶ σοῦ πρὸς πολλοὺς δὴ εἴρηκα ὅτι ὧν ἐντυγχάνω πολὺ μάλιστα ἄγαμαι σέ, τῶν μὲν τηλικούτων καὶ πάνυ· καὶ λέγω γε ὅτι οὐκ ἂν θαυμάζοιμι εἰ τῶν ἐλλογίμων γένοιο ἀνδρῶν ἐπὶ σοφίᾳ.
因为在其它方面,我自认为不是个坏人,而且我最不嫉妒他人,因为我已经对许多人谈起过你:在我遇到的人中,我远远最欣赏你,尤其是你同龄的人;而且我确实说过,如果你在智慧方面成为显赫的人物之一,我一点也不会感到惊讶。
καὶ περὶ τούτων δὲ εἰς αὖθις, ὅταν βούλῃ, διέξιμεν· νῦν δʼ ὥρα ἤδη καὶ ἐπʼ ἄλλο τι τρέπεσθαι.
关于这些事,我们以后你愿意的时候再讨论;现在已经是转向其它事情的时候了。
§362ΣΩ. ἀλλʼ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν, εἴ σοι δοκεῖ.
” 苏格拉底:“但是,”我说道,“如果这是你的意愿,就应当这样做。
καὶ γὰρ ἐμοὶ οἷπερ ἔφην ἰέναι πάλαι ὥρα, ἀλλὰ Καλλίᾳ τῷ καλῷ χαριζόμενος παρέμεινα.
因为对我来说,正如我之前所说的,很久以前就到了该走的时候了,但我留下来是为了取悦美丽的卡利亚斯。
ταῦτʼ εἰπόντες καὶ ἀκούσαντες ἀπῇμεν.
” 说完了这些并听完了这些之后,我们就离去了。