← プラトン

プロタゴラス

§322-323

ゼウスによる正義の付与と政治の徳の普遍性

プロタゴラスは、人間が技術の知恵を得たものの政治の徳を持たず滅びかけたため、ゼウスがすべての人に慎みと正義を配分したという神話を語る。そして、すべての人が政治の徳を分かち持っているからこそ、ポリスの審議では全員の発言が許され、またこの徳が努力や教育によって獲得されると考えられているからこそ、その欠如が非難されるのだと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§322

ΠΡΩ. ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεοὺς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν· ἔπειτα φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῇ τέχνῃ, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο. οὕτω δὴ παρεσκευασμένοι κατʼ ἀρχὰς ἄνθρωποι ᾤκουν σποράδην, πόλεις δὲ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής —πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική1— ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις· ὅτʼ οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν,2 Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵνʼ εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. ἐρωτᾷ οὖν Ἑρμῆς Δία τίνα οὖν τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις· πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω; νενέμηνται δὲ ὧδε· εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί· καὶ δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω; ἐπὶ πάντας, ἔφη ὁ Ζεύς, καὶ πάντες μετεχόντων· οὐ γὰρ ἂν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν· καὶ νόμον γε θὲς παρʼ ἐμοῦ τὸν μὴ δυνάμενον αἰδοῦς καὶ δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως. οὕτω δή, ὦ Σώκρατες, καὶ διὰ ταῦτα οἵ τε ἄλλοι καὶ Ἀθηναῖοι, ὅταν μὲν περὶ ἀρετῆς τεκτονικῆς ᾖ λόγος ἢ ἄλλης τινὸς δημιουργικῆς, ὀλίγοις οἴονται μετεῖναι συμβουλῆς, καὶ ἐάν τις ἐκτὸς ὢν τῶν ὀλίγων συμβουλεύῃ, οὐκ ἀνέχονται, ὡς σὺ φῄς—εἰκότως, ὡς ἐγώ φημι— ὅταν δὲ εἰς συμβουλὴν πολιτικῆς ἀρετῆς ἴωσιν, ἣν δεῖ διὰ δικαιοσύνης πᾶσαν ἰέναι καὶ σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρὸς ἀνέχονται, ὡς παντὶ προσῆκον ταύτης γε μετέχειν τῆς ἀρετῆς ἢ μὴ εἶναι πόλεις. αὕτη, ὦ Σώκρατες, τούτου αἰτία. ἵνα δὲ μὴ οἴῃ ἀπατᾶσθαι ὡς τῷ ὄντι ἡγοῦνται πάντες ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καὶ τῆς ἄλλης πολιτικῆς ἀρετῆς, τόδε αὖ λαβὲ τεκμήριον. ἐν γὰρ ταῖς ἄλλαις ἀρεταῖς, ὥσπερ σὺ λέγεις, ἐάν τις φῇ ἀγαθὸς αὐλητὴς εἶναι, ἢ ἄλλην ἡντινοῦν τέχνην ἣν μή ἐστιν, ἢ καταγελῶσιν ἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς μαινόμενον· ἐν δὲ δικαιοσύνῃ καὶ ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ, ἐάν τινα καὶ εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὗτος αὐτὸς καθʼ αὑτοῦ τἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν,3 ἐνταῦθα μανίαν, καί φασιν πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάντε ὦσιν ἐάντε μή, ἢ μαίνεσθαι τὸν μὴ προσποιούμενον· ὡς ἀναγκαῖον οὐδένα ὅντινʼ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς,4 ἢ μὴ εἶναι ἐν ἀνθρώποις. ὅτι μὲν οὖν πάντʼ ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης τῆς ἀρετῆς σύμβουλον διὰ τὸ ἡγεῖσθαι παντὶ μετεῖναι αὐτῆς, ταῦτα λέγω· ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγοῦνται εἶναι οὐδʼ ἀπὸ τοῦ αὐτομάτου, ἀλλὰ διδακτόν τε καὶ ἐξ ἐπιμελείας παραγίγνεσθαι ᾧ ἂν παραγίγνηται, τοῦτό σοι μετὰ τοῦτο πειράσομαι ἀποδεῖξαι. ὅσα γὰρ ἡγοῦνται ἀλλήλους κακὰ ἔχειν ἄνθρωποι φύσει ἢ τύχῃ, οὐδεὶς θυμοῦται οὐδὲ νουθετεῖ οὐδὲ διδάσκει οὐδὲ κολάζει τοὺς ταῦτα ἔχοντας, ἵνα μὴ τοιοῦτοι ὦσιν, ἀλλʼ ἐλεοῦσιν· οἷον τοὺς αἰσχροὺς ἢ σμικροὺς ἢ ἀσθενεῖς τίς οὕτως ἀνόητος ὥστε τι τούτων ἐπιχειρεῖν ποιεῖν; ταῦτα μὲν γὰρ οἶμαι ἴσασιν ὅτι φύσει τε καὶ τύχῃ τοῖς ἀνθρώποις γίγνεται, τὰ καλὰ καὶ τἀναντία τούτοις· ὅσα δὲ ἐξ ἐπιμελείας καὶ ἀσκήσεως καὶ διδαχῆς οἴονται γίγνεσθαι ἀγαθὰ ἀνθρώποις, ἐάν τις ταῦτα μὴ ἔχῃ, ἀλλὰ τἀναντία τούτων κακά, ἐπὶ τούτοις που οἵ τε θυμοὶ γίγνονται καὶ αἱ κολάσεις καὶ αἱ νουθετήσεις.

プロタゴラス:人間は神的な分け前にあずかったので、まず第一に、神との血縁関係のために、動物の中で唯一神々を信じるようになり、神々の祭壇や像を築くことに着手しました。次いで、技術によって言葉と名前を素早く分節化し、住処や衣服、履物、寝具、そして地から得られる食物を発明しました。このように備えを整えられたため、当初人間は散り散りに住んでおり、国家はありませんでした。それゆえ、彼らはあらゆる点で野獣よりも弱かったため、野獣によって滅ぼされかけていました。そして、職人の技術は、彼らにとって食物を得るためには十分な助けとなりましたが、野獣との戦いに対しては不十分でした。というのも、彼らはまだ政治の技術を持っておらず、戦争の技術はその一部だったからです。そこで彼らは、都市を築くことで集まり、自らを救おうとしました。しかし、集まると、政治の技術を持たなかったために互いに不正を働き、その結果、再び散り散りになって滅ぼされていきました。そこでゼウスは、私たちの種族が完全に滅び去ってしまわないかと恐れ、人々の間に慎みと正義をもたらすためにヘルメスを遣わしました。それらが都市の秩序となり、人々を友愛へと結びつける絆となるようにするためです。そこでヘルメスはゼウスに、どのような方法で人間に正義と慎みを与えるべきかを尋ねました。「技術が配分されているのと同じように、これらも配分すべきでしょうか。技術は次のように配分されています。すなわち、医術を持つ一人の者が、多くの素人にとって十分であり、他の職人たちも同様です。では、正義と慎みもこのように人間の間に置くべきでしょうか、それともすべての人に配分すべきでしょうか。」「すべての人にだ」とゼウスは言いました。「そして、すべての人があずかるようにせよ。なぜなら、他の技術のように、一部の者だけがそれらにあずかるのであれば、都市は成り立たないだろうからだ。そして、慎みと正義にあずかることができない者は、都市の病気として死刑に処すという法律を、私からの掟として定めよ。」このようにして、ソクラテスよ、まさにこうした理由から、他の人々もアテナイ人も、大工の技術の優秀さや他の職人的な技術について議論されるときには、限られた一部の人々だけが助言に関与すべきだと考えます。そして、もしその少数者以外の誰かが助言しようものなら、彼らはそれを容認しません。あなたが言う通りに。――そして、私の言う通り、それはもっともなことです。――しかし、彼らが政治の徳についての審議に臨むときには、それはすべて正義と節制を通じて進められねばならないため、彼らはもっともなこととして、すべての人の発言を容認します。なぜなら、すべての人がこの徳にあずかるのが当然であり、さもなければ都市が存在しなくなるからです。ソクラテスよ、これがその原因なのです。そして、すべての人間が、本当にあらゆる人が正義やその他の政治の徳にあずかっていると信じているということについて、あなたが騙されていると思わないために、今度は次の証拠を受け取ってください。というのも、他の様々な徳においては、あなたが言うように、もし誰かが、実際にはそうではないのに、優れたアウロス奏者であるとか、他のいかなる技術であれそれを持っていると主張するならば、人々は彼を嘲笑うか腹を立て、彼の身内の者たちもやって来て、彼を狂人として諭すからです。しかし、正義やその他の政治の徳においては、たとえある人が不正な者であると知っていても、もしその人自身が多くの人々の前で自分自身に不利な真実を語るならば、――先ほどの場合においては真実を語ることは節制であると考えられていたのに、――この場合には狂気であるとみなされます。そして彼らは、実際にそうであるかどうかにかかわらず、誰もが自分は正しいと言うべきであり、そう装わない者は狂っていると言います。なぜなら、どのような形であれ、それにあずかっていない者は一人もいてはならず、さもなければ人間の間にいてはならないことが不可欠だからです。このように、すべての人がこの徳にあずかっていると信じているがゆえに、この徳についての助言者としてあらゆる人をもっともなこととして受け入れるのだということ、これが私の言いたいことです。しかし、彼らが、この徳は自然に、あるいは偶然に備わるものではなく、それが備わる人に対しては、教えられうるものであり、配慮によって生じるものであると考えていること、このことを次に証明してみせましょう。なぜなら、人間が、お互いが自然に、あるいは運命によって持っていると考えているあらゆる欠点については、それらを持っている人々がそのような状態でなくなるようにと、誰も怒ったり、諭したり、教えたり、処罰したりはせず、むしろ同情するからです。例えば、醜い人や、背の低い人、虚弱な人に対して、そのようなことを行おうとするほど愚かな者がいるでしょうか。というのも、私の思うに、美しいものもそれとは反対のものも、人間には自然と運命によって生じるのだということを、人々は知っているからです。これに対して、配慮や訓練、指導によって人間に備わるようになると人々が考えている諸々の善いものについては、もし誰かがこれらを持たず、かえってそれとは反対の悪いものを持っているなら、まさにそうした人々に対してこそ、怒りや処罰、そして諭しが行われるのです。

構文注4 件
  1. 322bπολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική

    関係代名詞 ἧς(女性属格単数)の先行詞は πολιτικὴν τέχνην。「戦争の技術」が「政治の技術」の一部(μέρος)であることを示す部分属格。

  2. 322cδείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν

    恐れを表す動詞(δείσας)に伴う μή 節(μὴ ἀπόλοιτο、「〜しないかと恐れて」)。主節の時制(歴史的現在 πέμπει)に応じて従属節の動詞は希求法過去(ἀπόλοιτο)になっている。

  3. 323bὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν

    ὃ は関係代名詞で、先行詞は同格関係にある τἀληθῆ λέγειν(真実を語ること)。「他所のケース(技術)では、真実を語ることを彼らが節制(まともさ)であると考えていたのに対して」という対比構造を示す。

  4. 323bὡς ἀναγκαῖον οὐδένα ὅντινʼ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς

    ὡς + 対格不定詞構文(ἀναγκαῖον ... μετέχειν)。客観的判断の理由を示す。「〜であるのは不可避であるという理由で」。「οὐδένα ὅντινʼ οὐχὶ」は二重否定による強い肯定(「誰一人として〜しない者はいない、全員必ず〜する」)を表す慣用表現。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:322-323