§285ΣΩ.
μὰ Δίʼ οὐκ ἔγωγε,
ἦ δʼ ὅς,
ὦ Διονυσόδωρε, ἐπεὶ φιλῶ σε, ἀλλὰ νουθετῶ σε ὡς ἑταῖρον, καὶ πειρῶμαι πείθειν μηδέποτε ἐναντίον ἐμοῦ οὕτως ἀγροίκως λέγειν ὅτι ἐγὼ τούτους βούλομαι ἐξολωλέναι, οὓς περὶ πλείστου ποιοῦμαι.
苏格拉底:“‘誓之于 Zeus,我绝没有(辱骂你),’他(克特西波斯)说道,‘迪奥尼索多洛斯啊,因为我把你当朋友,而是在像对同伴那样劝告你,并试图说服你,绝不要在我的面前如此粗鲁地说话,说我希望这些人灭亡,而他们是我最重视的人。
ἐγὼ οὖν, ἐπειδή μοι ἐδόκουν ἀγριωτέρως πρὸς ἀλλήλους ἔχειν, προσέπαιζόν τε τὸν Κτήσιππον καὶ εἶπον ὅτι ὦ Κτήσιππε, ἐμοὶ μὲν δοκεῖ χρῆναι ἡμᾶς παρὰ τῶν ξένων δέχεσθαι ἃ λέγουσιν, ἐὰν ἐθέλωσι διδόναι, καὶ μὴ ὀνόματι διαφέρεσθαι.
’ 于是我,因为觉得他们彼此之间的态度有些粗暴,便逗弄克特西波斯说道:“克特西波斯啊,依我看,如果外邦人愿意给予我们他们所说的东西,我们就应当接受,而不是在字眼上争执不休。
εἰ γὰρ ἐπίστανται οὕτως ἐξολλύναι ἀνθρώπους, ὥστʼ ἐκ πονηρῶν τε καὶ ἀφρόνων χρηστούς τε καὶ ἔμφρονας ποιεῖν, καὶ τοῦτο εἴτε αὐτὼ ηὑρήκατον εἴτε καὶ παρʼ ἄλλου του ἐμαθέτην φθόρον τινὰ καὶ ὄλεθρον τοιοῦτον, ὥστε ἀπολέσαντες πονηρὸν ὄντα χρηστὸν πάλιν ἀποφῆναι· εἰ τοῦτο ἐπίστασθον—δῆλον δὲ ὅτι ἐπίστασθον· ἐφάτην γοῦν τὴν τέχνην σφῶν εἶναι τὴν νεωστὶ ηὑρημένην ἀγαθοὺς ποιεῖν τοὺς ἀνθρώπους ἐκ πονηρῶν—συγχωρήσωμεν οὖν αὐτοῖν αὐτό·
因为如果他们知道如何以这种方式消灭人,从而使人从坏变好、从愚蠢变得聪明,而且如果他们自己发现或从其他人那里学到了这样一种消灭和毁灭的方法,能把一个坏人消灭掉,然后又使他重新显得善良——如果他们懂这个(显然他们懂,因为他们至少说过,他们最新发现的技术就是把人从坏变好)——那我们就把这一点让给他们吧。
ἀπολεσάντων ἡμῖν τὸ μειράκιον καὶ φρόνιμον ποιησάντων, καὶ ἅπαντάς γε ἡμᾶς τοὺς ἄλλους.
让他们为我们消灭这个年轻人并使他变得聪明,乃至也把我们所有其他人也都这样处理吧。
εἰ δὲ ὑμεῖς οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος·
但如果你们年轻人害怕,那就让危险落在我身上,就像落在卡里亚人身上一样。
ὡς ἐγώ, ἐπειδὴ καὶ πρεσβύτης εἰμί, παρακινδυνεύειν ἕτοιμος καὶ παραδίδωμι ἐμαυτὸν Διονυσοδώρῳ τούτῳ ὥσπερ τῇ Μηδείᾳ τῇ Κόλχῳ.
因为我既然已经是个老人,就准备好去冒这个险,把自己交给这位迪奥尼索多洛斯,就像交给科尔基斯的美狄亚一样。
ἀπολλύτω με, καὶ εἰ μὲν βούλεται, ἑψέτω, εἰ δʼ, ὅτι βούλεται, τοῦτο ποιείτω· μόνον χρηστὸν ἀποφηνάτω.
让他消灭我吧,如果他愿意,就把我煮了,如果不愿意,就随他怎么做,只要能让我显得善良就行。
καὶ ὁ Κτήσιππος,
ἐγὼ μέν,
ἔφη,
καὶ αὐτός, ὦ Σώκρατες, ἕτοιμός εἰμι παρέχειν ἐμαυτὸν τοῖς ξένοις, καὶ ἐὰν βούλωνται δέρειν ἔτι μᾶλλον ἢ νῦν δέρουσιν, εἴ μοι ἡ δορὰ μὴ εἰς ἀσκὸν τελευτήσει, ὥσπερ ἡ τοῦ Μαρσύου, ἀλλʼ εἰς ἀρετήν.
” 于是克特西波斯说道:“苏格拉底啊,我自己也准备好把自己交在外邦人手中,如果他们愿意,即使把我剥皮剥得比现在还厉害也行,只要我的皮最后不会像马尔叙阿斯那样变成革囊,而是变成美德。
καίτοι με οἴεται Διονυσόδωρος οὑτοσὶ χαλεπαίνειν αὐτῷ·
然而这位迪奥尼索多洛斯以为我在生他的气。
ἐγὼ δὲ οὐ χαλεπαίνω, ἀλλʼ ἀντιλέγω πρὸς ταῦτα ἅ μοι δοκεῖ πρός με μὴ καλῶς λέγειν.
但我并没有生气,我只是在反驳那些在我看来他对我说的并不妥当的话。
ἀλλὰ σὺ τὸ ἀντιλέγειν, ἔφη, ὦ γενναῖε Διονυσόδωρε, μὴ κάλει λοιδορεῖσθαι· ἕτερον γάρ τί ἐστι τὸ λοιδορεῖσθαι.
但是,高贵的迪奥尼索多洛斯啊,你不要把反驳叫作‘辱骂’,因为辱骂是另一回事。
καὶ Διονυσόδωρος,
ὡς ὄντος,
ἔφη,
τοῦ ἀντιλέγειν, ὦ Κτήσιππε, ποιῇ τοὺς λόγους;
” 迪奥尼索多洛斯于是说道:“克特西波斯啊,你是假定存在着‘反驳’这回事,才说出这些话的吗?
πάντως δήπου,
ἔφη,
καὶ σφόδρα γε·
” “当然如此,”他(克特西波斯)说道,“而且非常肯定。
ἢ σύ, ὦ Διονυσόδωρε, οὐκ οἴει εἶναι ἀντιλέγειν;
难不成你,迪奥尼索多洛斯,认为不存在反驳吗?
οὔκουν σύ γʼ ἄν,
ἔφη,
ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ.
” “你绝对无法证明你曾听过任何一个人反驳另一个人,”他(迪奥尼索多洛斯)说道。
ἀληθῆ λέγεις;
“你说的是真的吗?
ἔφη· ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ.
”他说道,“但我通过现在听我说话,就向你证明克特西波斯正在反驳迪奥尼索多洛斯。
ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον;
” “你真的愿意为此进行论证吗?
πάνυ,
ἔφη.
” “当然愿意,”他说道。 ”