§159δῆλον γὰρ ὅτι εἴ σοι πάρεστιν σωφροσύνη, ἔχεις τι περὶ αὐτῆς δοξάζειν.
“因为显然,如果节制存在于你心中,你对此一定会持有某种意见。
ἀνάγκη γάρ που ἐνοῦσαν αὐτήν, εἴπερ ἔνεστιν, αἴσθησίν τινα παρέχειν, ἐξ ἧς δόξα ἄν τίς σοι περὶ αὐτῆς εἴη ὅτι ἐστὶν καὶ ὁποῖόν τι ἡ σωφροσύνη·
因为想必,如果它确实在你心中,它的存在必定会提供某种感觉,从此感觉中你便会产生对它的某种意见,即节制是什么,以及它是怎样的一种东西。
ἢ οὐκ οἴει;
或者你认为不是这样吗?
ἔγωγε, ἔφη, οἶμαι.
”“是的,”他说,“我认为如此。
οὐκοῦν τοῦτό γε, ἔφην, ὃ οἴει, ἐπειδήπερ ἑλληνίζειν ἐπίστασαι, κἂν εἴποις δήπου αὐτὸ ὅτι σοι φαίνεται;
”“那么,”我说,“既然你懂得说希腊语,你当然可以说出你所想的这个东西,即它在你看来是什么吧?
ἴσως, ἔφη.
”“也许吧,”他说。
ἵνα τοίνυν τοπάσωμεν εἴτε σοι ἔνεστιν εἴτε μή, εἰπέ, ἦν δʼ ἐγώ, τί φῂς εἶναι σωφροσύνην κατὰ τὴν σὴν δόξαν.
“那么,为了让我们推测它是否在你心中,”我说,“告诉我,照你的意见,你认为节制是什么?
καὶ ὃς τὸ μὲν πρῶτον ὤκνει τε καὶ οὐ πάνυ ἤθελεν ἀποκρίνασθαι· ἔπειτα μέντοι εἶπεν ὅτι οἷ δοκοῖ σωφροσύνη εἶναι τὸ κοσμίως πάντα πράττειν καὶ ἡσυχῇ, ἔν τε ταῖς ὁδοῖς βαδίζειν καὶ διαλέγεσθαι, καὶ τὰ ἄλλα πάντα ὡσαύτως ποιεῖν.
” 他起初有些犹豫,并不十分愿意回答;然而,随后他便说,在他看来,节制就是井井有条地且安静地做所有事情,例如在路上行走和谈话,以及同样地做所有其他事情。
καί μοι δοκεῖ, ἔφη, συλλήβδην ἡσυχιότης τις εἶναι ὃ ἐρωτᾷς.
“而且在我看来,”他说,“简而言之,您所问的这种品质就是某种‘安静’。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εὖ λέγεις;
”“那么,”我说,“你说得对吗?
φασί γέ τοι, ὦ Χαρμίδη, τοὺς ἡσυχίους σώφρονας εἶναι· ἴδωμεν δὴ εἴ τι λέγουσιν.
至少人们确实说,哈尔米德,安静的人是节制的;让我们来看看他们说的是否有道理。
εἰπὲ γάρ μοι, οὐ τῶν καλῶν μέντοι ἡ σωφροσύνη ἐστίν;
因为告诉我,节制难道不属于美好的事物吗?
πάνυ γε, ἔφη.
”“当然,”他说。
πότερον οὖν κάλλιστον ἐν γραμματιστοῦ τὰ ὅμοια γράμματα γράφειν ταχὺ ἢ ἡσυχῇ;
“那么,在书写老师那里,快速地书写相同的字母,还是安静地书写,哪一个最美妙呢?
ταχύ.
”“快速地。
τί δʼ ἀναγιγνώσκειν;
”“那朗读呢?
ταχέως ἢ βραδέως;
快速地还是缓慢地?
ταχέως.
”“快速地。
καὶ μὲν δὴ καὶ τὸ κιθαρίζειν ταχέως καὶ τὸ παλαίειν ὀξέως πολὺ κάλλιον τοῦ ἡσυχῇ τε καὶ βραδέως;
”“而且,快速地弹奏竖琴,以及敏捷地摔跤,岂不比安静且缓慢地做这些要美好得多吗?
ναί.
”“是的。
τί δὲ πυκτεύειν τε καὶ παγκρατιάζειν;
”“那拳击和潘克拉辛呢?
οὐχ ὡσαύτως;
岂不也是一样?
πάνυ γε.
”“当然。
θεῖν δὲ καὶ ἅλλεσθαι καὶ τὰ τοῦ σώματος ἅπαντα ἔργα, οὐ τὰ μὲν ὀξέως καὶ ταχὺ γιγνόμενα τὰ τοῦ καλοῦ ἐστιν, τὰ δὲ μόγις τε καὶ ἡσυχῇ τὰ τοῦ αἰσχροῦ;
”“至于奔跑和跳跃,以及身体的一切活动,岂不正是那些敏捷和快速进行的事物属于美好的,而那些费劲且安静进行的事物属于丑陋的吗?
φαίνεται.
”“似乎是这样。
φαίνεται ἄρα ἡμῖν, ἔφην ἐγώ, κατά γε τὸ σῶμα οὐ τὸ ἡσύχιον, ἀλλὰ τὸ τάχιστον καὶ ὀξύτατον κάλλιστον ὄν.
”“那么在我看来,”我说,“至少就身体而言,最美妙的并不是安静,而是最快速和最敏捷。
ἦ γάρ;
不是吗?
πάνυ γε.
”“当然。
ἡ δέ γε σωφροσύνη καλόν τι ἦν;
”“然而,节制毕竟是某种美好的事物吧?
ναί.
”“是的。
οὐ τοίνυν κατά γε τὸ σῶμα ἡ ἡσυχιότης ἂν ἀλλʼ ἡ ταχυτὴς σωφρονέστερον εἴη, ἐπειδὴ καλὸν ἡ σωφροσύνη.
”“因此,至少就身体而言,成为更节制的并不是安静,而是快速,因为节制是美好的。
ἔοικεν, ἔφη.
”“似乎如此,”他说。
τί δέ; ἦν δʼ ἐγώ, εὐμαθία κάλλιον ἢ δυσμαθία;
“那么,”我说,“聪敏比愚钝更美好吗?
εὐμαθία.
”“聪敏。
ἔστιν δέ γʼ, ἔφην, ἡ μὲν εὐμαθία ταχέως μανθάνειν, ἡ δὲ δυσμαθία ἡσυχῇ καὶ βραδέως;
”“然而,聪敏不就是快速地学习,而愚钝则是安静且缓慢地学习吗?
ναί.
”“是的。
διδάσκειν δὲ ἄλλον οὐ ταχέως κάλλιον καὶ σφόδρα μᾶλλον ἢ ἡσυχῇ τε καὶ βραδέως;
”“那么,快速且有力地教导别人,岂不比安静且缓慢地教导要美好得多吗?
ναί.
”“是的。
τί δέ;
”“那回忆和记住呢?
ἀναμιμνῄσκεσθαι καὶ μεμνῆσθαι ἡσυχῇ τε καὶ βραδέως κάλλιον ἢ σφόδρα καὶ ταχέως;
安静且缓慢地进行,比有力且快速地进行更美好吗?
σφόδρʼ, ἔφη, καὶ ταχέως.
”“有力地且快速地。 ”他说。