← プラトン

カルミデス

§153-154

ソクラテスの帰還と美少年カルミデスの登場

ソクラテスがポテイダイアの戦場から帰還し、タウレアスの体育場でクリティアスやカイレポンらと再会する。そこで現れた類稀なる美少年カルミデスに対し、ソクラテスはその肉体の美しさだけでなく、彼の魂が備えている美徳について対話を通じて確かめようとする。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§153

ἥκομεν τῇ προτεραίᾳ ἑσπέρας ἐκ Ποτειδαίας ἀπὸ τοῦ στρατοπέδου, οἷον δὲ διὰ χρόνου ἀφιγμένος1 ἁσμένως ᾖα ἐπὶ τὰς συνήθεις διατριβάς. καὶ δὴ καὶ εἰς τὴν Ταυρέου παλαίστραν τὴν καταντικρὺ τοῦ τῆς Βασίλης ἱεροῦ εἰσῆλθον, καὶ αὐτόθι κατέλαβον πάνυ πολλούς, τοὺς μὲν καὶ ἀγνῶτας ἐμοί, τοὺς δὲ πλείστους γνωρίμους. καί με ὡς εἶδον εἰσιόντα ἐξ ἀπροσδοκήτου, εὐθὺς πόρρωθεν ἠσπάζοντο ἄλλος ἄλλοθεν· Χαιρεφῶν δέ, ἅτε καὶ μανικὸς ὤν, ἀναπηδήσας ἐκ μέσων ἔθει πρός με, καί μου λαβόμενος τῆς χειρός, ὦ Σώκρατες, ἦ δʼ ὅς, πῶς ἐσώθης ἐκ τῆς μάχης; Ὀλίγον δὲ πρὶν ἡμᾶς ἀπιέναι μάχη ἐγεγόνει ἐν τῇ Ποτειδαίᾳ, ἣν ἄρτι ἦσαν οἱ τῇδε πεπυσμένοι. καὶ ἐγὼ πρὸς αὐτὸν ἀποκρινόμενος, Οὑτωσί, ἔφην, ὡς σὺ ὁρᾷς. καὶ μὴν ἤγγελταί γε δεῦρο, ἔφη, ἥ τε μάχη πάνυ ἰσχυρὰ γεγονέναι καὶ ἐν αὐτῇ πολλοὺς τῶν γνωρίμων τεθνάναι. καὶ ἐπιεικῶς, ἦν δʼ ἐγώ, ἀληθῆ ἀπήγγελται. παρεγένου μέν, ἦ δʼ ὅς, τῇ μάχῃ; παρεγενόμην. δεῦρο δή, ἔφη, καθεζόμενος ἡμῖν διήγησαι· οὐ γάρ τί πω πάντα σαφῶς πεπύσμεθα. καὶ ἅμα με καθίζει ἄγων παρὰ Κριτίαν τὸν Καλλαίσχρου. παρακαθεζόμενος οὖν ἠσπαζόμην τόν τε Κριτίαν καὶ τοὺς ἄλλους, καὶ διηγούμην αὐτοῖς τὰ ἀπὸ στρατοπέδου, ὅτι μέ τις ἀνέροιτο·2 ἠρώτων δὲ ἄλλος ἄλλο. ἐπειδὴ δὲ τῶν τοιούτων ἅδην εἴχομεν, αὖθις ἐγὼ αὐτοὺς ἀνηρώτων τὰ τῇδε, περὶ φιλοσοφίας ὅπως ἔχοι τὰ νῦν, περί τε τῶν νέων, εἴ τινες ἐν αὐτοῖς διαφέροντες ἢ σοφίᾳ ἢ κάλλει ἢ ἀμφοτέροις ἐγγεγονότες εἶεν.

私たちは前日の夕方、ポテイダイアの陣営から戻ったばかりであったが、久しぶりに帰ってきた者らしく、私は喜んでいつもの行きつけの場所に赴いた。そして実際、バシレの神殿の真向かいにあるタウレオス(タウレアス)のパライストラに入っていったが、そこで非常に多くの人々を見出した。そのうちの何人かは私にとっても見知らぬ人々であったが、大半は知人であった。そして彼らは、私が不意に入ってきたのを見るやいなや、すぐさま遠くからあちこちから挨拶をしてくれた。カイレポンは、彼らしい熱狂的な性格から、真ん中から飛び起きて私の方へ走ってきて、私の手をつかみ、「ソクラテス!」と彼は言った。「君は戦いからどうやって生き延びたのかい?」私たちが(アテナイに)出発する少し前に、ポテイダイアで戦闘があり、ここの人々はそのことを今しがた知ったばかりであった。そこで私は彼に答えて、「ごらんの通りさ」と言った。「それにしても、こちらには、戦闘が非常に激しかったこと、そしてその中で多くの知人が亡くなったことが知らされているよ」と彼は言った。「そして、だいたいその知らせは真実だ」と私は言った。「君はその戦闘に加わっていたのかい?」と彼は言った。「加わっていたとも。」「さあ、こちらへ来て座り、我々に話してくれ。まだ私たちは何もかもはっきりと知っているわけではないからね」と彼は言った。そして彼は私を連れて行き、カライスクロスの子クリティアスの傍らに座らせた。そこで傍らに腰を下ろし、クリティアスや他の人々にも挨拶を交わし、陣営での出来事を、誰かが尋ねるのに応じて彼らに話して聞かせた。そして、彼らはそれぞれ別々のことを尋ねた。そうしたことについてはもう十分になったとき、今度は私の方から彼らにこちらの様子を尋ね、哲学の現在のありさまはどうであるか、また若者たちのうち、知恵か美、あるいはその両方で際立った者が現れているかどうかを尋ねた。

§154

καὶ ὁ Κριτίας ἀποβλέψας πρὸς τὴν θύραν, ἰδών τινας νεανίσκους εἰσιόντας καὶ λοιδορουμένους ἀλλήλοις καὶ ἄλλον ὄχλον ὄπισθεν ἑπόμενον, περὶ μὲν τῶν καλῶν, ἔφη, ὦ Σώκρατες, αὐτίκα μοι δοκεῖς εἴσεσθαι· οὗτοι γὰρ τυγχάνουσιν οἱ εἰσιόντες πρόδρομοί τε καὶ ἐρασταὶ ὄντες τοῦ δοκοῦντος καλλίστου εἶναι τά γε δὴ νῦν, φαίνεται δέ μοι καὶ αὐτὸς ἐγγὺς ἤδη που εἶναι προσιών. ἔστιν δέ, ἦν δʼ ἐγώ, τίς τε καὶ τοῦ; οἶσθά που σύ γε, ἔφη, ἀλλʼ οὔπω ἐν ἡλικίᾳ ἦν πρίν σε ἀπιέναι, Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν, ἐμὸν δὲ ἀνεψιόν. οἶδα μέντοι νὴ Δία, ἦν δʼ ἐγώ· οὐ γάρ τι φαῦλος οὐδὲ τότε ἦν ἔτι παῖς ὤν, νῦν δʼ οἶμαί που εὖ μάλα ἂν ἤδη μειράκιον εἴη. αὐτίκα, ἔφη, εἴσῃ καὶ ἡλίκος καὶ οἷος γέγονεν. καὶ ἅμα ταῦτʼ αὐτοῦ λέγοντος ὁ Χαρμίδης εἰσέρχεται. ἐμοὶ μὲν οὖν, ὦ ἑταῖρε, οὐδὲν σταθμητόν· ἀτεχνῶς γὰρ λευκὴ στάθμη3 εἰμὶ πρὸς τοὺς καλούς—σχεδὸν γάρ τί μοι πάντες οἱ ἐν τῇ ἡλικίᾳ καλοὶ φαίνονται—ἀτὰρ οὖν δὴ καὶ τότε ἐκεῖνος ἐμοὶ θαυμαστὸς ἐφάνη τό τε μέγεθος καὶ τὸ κάλλος, οἱ δὲ δὴ ἄλλοι πάντες ἐρᾶν ἔμοιγε ἐδόκουν αὐτοῦ— οὕτως ἐκπεπληγμένοι τε καὶ τεθορυβημένοι ἦσαν, ἡνίκʼ εἰσῄει—πολλοὶ δὲ δὴ ἄλλοι ἐρασταὶ καὶ ἐν τοῖς ὄπισθεν εἵποντο. καὶ τὸ μὲν ἡμέτερον τὸ τῶν ἀνδρῶν ἧττον θαυμαστὸν ἦν· ἀλλʼ ἐγὼ καὶ τοῖς παισὶ προσέσχον τὸν νοῦν, ὡς οὐδεὶς ἄλλοσʼ ἔβλεπεν αὐτῶν, οὐδʼ ὅστις σμικρότατος ἦν, ἀλλὰ πάντες ὥσπερ ἄγαλμα ἐθεῶντο αὐτόν. καὶ ὁ Χαιρεφῶν καλέσας με, τί σοι φαίνεται ὁ νεανίσκος, ἔφη, ὦ Σώκρατες; οὐκ εὐπρόσωπος; ὑπερφυῶς, ἦν δʼ ἐγώ. οὗτος μέντοι, ἔφη, εἰ ἐθέλοι ἀποδῦναι, δόξει σοι ἀπρόσωπος εἶναι·4 οὕτως τὸ εἶδος πάγκαλός ἐστιν. συνέφασαν οὖν καὶ οἱ ἄλλοι ταὐτὰ ταῦτα τῷ Χαιρεφῶντι· κἀγώ, Ἡράκλεις, ἔφην, ὡς ἄμαχον λέγετε τὸν ἄνδρα, εἰ ἔτι αὐτῷ ἓν δὴ μόνον τυγχάνει προσὸν σμικρόν τι. τί; ἔφη ὁ Κριτίας. εἰ τὴν ψυχήν, ἦν δʼ ἐγώ, τυγχάνει εὖ πεφυκώς. πρέπει δέ που, ὦ Κριτία, τοιοῦτον αὐτὸν εἶναι τῆς γε ὑμετέρας ὄντα οἰκίας. ἀλλʼ, ἔφη, πάνυ καλὸς καὶ ἀγαθός ἐστιν καὶ ταῦτα. τί οὖν, ἔφην, οὐκ ἀπεδύσαμεν αὐτοῦ αὐτὸ τοῦτο καὶ ἐθεασάμεθα πρότερον τοῦ εἴδους; πάντως γάρ που τηλικοῦτος ὢν ἤδη ἐθέλει διαλέγεσθαι.

するとクリティアスは入口の方へ目をやり、何人かの若者たちがふざけ合いながら入ってきて、その後ろから別の群衆が従っているのを見て、「美の件については、ソクラテス、今すぐにわかるだろうと思う。なぜなら、入ってくるこの者たちは、少なくとも現時点で最も美しいと思われている者の、先触れであり愛好者たちだからだ。そして私には、彼自身も今や近くまで近づいてきているように思われる」と言った。「それは誰で、誰の息子なのかい?」と私は言った。「君も知っているはずだが」と彼は言った。「ただ、君が出発する前にはまだ若者の年齢には達していなかったがね。我々の叔父グラウコンの息子で、私の従兄弟であるカルミデスだよ。」「いやはや、もちろん知っているとも」と私は言った。「なぜなら、当時まだ子供であった頃から彼はいささかも凡庸な姿ではなかったのだから。今では、十分に一人前の美青年になっているだろうと思う。」「彼がどれほどの大きさに、どのような姿に成長したか、すぐにわかるよ」と彼が言うと、その言葉と同時にカルミデスが入ってきた。さて、私にとっては、友よ、何ら基準となるものはない。というのも、私は美しい人々に対してはまったくの白い墨縄だからだ。ほとんどその年頃の若者たちは、誰もが私には美しく見える。だがしかし、そのとき、やはり彼は、その身長といい美しさといい、私にとって驚くべきものに見えた。そして他の人々は皆、彼を愛しているように私には思われた。彼が入ってきたとき、それほどまでに圧倒され、浮き足立っていたからだ。さらに、多くの他の恋人たちも後ろから従っていた。我々大人の男たちがそうなるのは、まだ驚くにはあたらない。しかし、私は少年たちにも目を留めてみたが、彼らのうち誰一人として他のところを見ず、どんなに幼い子供であっても、誰もが神像でも見るかのように彼をじっと見つめていた。そしてカイレポンが私を呼び、「あの若者はどう見えるかね、ソクラテス?美しい顔立ちをしていないかい?」と言った。「とてつもなくね」と私は答えた。「しかしね」と彼は言った。「もし彼が服を脱ぐなら、君には彼に顔などないように思えるだろう。それほどまでに、体つきが完璧に美しいのだ。」そこで他の人々もカイレポンに全く同意した。そこで私は、「ヘラクレスよ、なんとも無敵な男だとおっしゃるのだね。もし彼に、さらにもう一つの小さなことだけが備わっているなら」と言った。「何がだね?」とクリティアスが言った。「もし魂が、優れた本性を持っているならね」と私は言った。「そしてクリティアス、君たちの家柄の者なのだから、彼がそうであるのは当然だろう。」「いや」と彼は言った。「彼はその点に関しても、まったく美しく優れた人間だよ。」「それなら」と私は言った。「彼のまさにその部分を脱がせて、体つきよりも前にそれを見ようではないか。どうせその年齢になっているのだから、すでに彼は対話をしたいと思っているだろう。」

構文注4 件
  1. 153aοἷον δὲ διὰ χρόνου ἀφιγμένος

    分詞 ἀφιγμένος に οἷον が伴うことで、「〜した者らしく」という主観的な理由や態度、あるべき様子を特徴づけている。また、διὰ χρόνου は「久しく時を経て」「久しぶりに」という意味を表す慣用的な表現である。

  2. 153cὅτι μέ τις ἀνέροιτο

    ὅτι(ὅστις の中性単数対格、「何であれ〜すること」)に導かれる不定関係節。主節の動詞が過去形(διηγούμην)であるため、反復を表す過去一般条件の希求法(iterative optative)として ἀνέροιτο(ἀνέρομαι のアオリスト希求法)が用いられている。

  3. 154bλευκὴ στάθμη

    「白い墨縄(基準線)」を指す諺・慣用句。白い石の上に白い石粉の線を引いても全く目印にならないことから、「確たる判断基準を持たない」「何が美しいかの識別力がない」という比喩として使われている。

  4. 154dεἰ ἐθέλοι ἀποδῦναι, δόξει σοι ἀπρόσωπος εἶναι

    条件節(εἰ + 希求法 ἐθέλοι)は「仮に〜するなら」という潜在・可能性を、帰結節(未来直説法 δόξει)は「〜と思うだろう」という強い確実性(未来予測)を示す、混合条件文である。また、ἀπρόσωπος(顔がない、あるいは顔が目立たない)は、衣服の下の肉体の美しさが圧倒的であるため、顔に注意が向かなくなることを誇張して表現している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg018.humanitext-grc2:153-154