§130ΣΩ. καὶ τούτων αὖ τῶν ἐπιδιδόντων οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετʼ ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν.
苏格拉底:在这些取得进步的人当中,有些人的获益是稳固而持久的;但有许多人,只要跟我在一起,就会取得惊人的进步,可一旦离开我,就又和普通人没什么两样了。
τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου.
这种事情就曾发生在阿里斯泰德斯身上,他是阿利斯提德之孙、吕西马科斯之子。
διατρίβων γὰρ μετʼ ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ· ἔπειτα αὐτῷ στρατεία τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετʼ ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου.
因为他通过与我相处,在短时间内取得了极大的进步;后来他遇到了一次远征而乘船离去,回来后发现修昔底德之孙、梅莱西亚斯之子修昔底德正与我相处。
ὁ δὲ Θουκυδίδης τῇ προτεραίᾳ μοι διʼ ἀπεχθείας ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ ἠσπάσατό τε καὶ τἆλλα διελέχθη,
Θουκυδίδην δέ,
ἔφη,
ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλεπαίνειν ὡς τὶ ὄντα.
而修昔底德在前一天因为某些言论正对我很是反感;因此阿里斯泰德斯一见到我,在向我问候并谈完其他事情之后,便说: “苏格拉底,”他说,“我听说修昔底德在你面前摆起谱来,还对你发生气,好像自己是个什么人物似的。
ἔστι γάρ,
ἔφην ἐγώ,
οὕτως.
” “确实如此,”我说。
τί δέ, οὐκ οἶδεν,
ἔφη,
πρὶν σοὶ συγγενέσθαι οἷον ἦν τὸ ἀνδράποδον;
“怎么,”他说,“难道他不知道在与你相处之前,他自己是个怎样的奴才吗?
οὐκ ἔοικέν γε,
ἔφην ἐγώ,
νὴ τοὺς θεούς.
” “以众神的名义起誓,看来他是不懂,”我说。
ἀλλὰ μὴν καὶ αὐτός γε,
ἔφη,
καταγελάστως ἔχω, ὦ Σώκρατες.
“不过,我自己也一样,”他说,“处于一种可笑的境地,苏格拉底。
τί μάλιστα;
“怎么会这样?
ἔφην ἐγώ.
”我说。
ὅτι,
ἔφη,
πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τʼ ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι.
“因为,”他说,“在乘船离去之前,我能和任何一个人交谈,并在言谈中显得不亚于任何人,以至于我还主动追求与那些最优雅之人的交往;但现在相反,只要我发觉谁受过教育,我就避开谁,我为自己的浅薄感到如此羞耻。
πότερον δέ,
ἦν δʼ ἐγώ,
ἐξαίφνης σε προύλιπεν αὕτη ἡ δύναμις ἢ κατὰ σμικρόν;
” “那么,”我说,“这种能力是突然离你而去,还是逐渐消失的?
κατὰ σμικρόν,
ἦ δʼ ὅς.
” “逐渐消失的,”他说。
ἡνίκα δέ σοι παρεγένετο,
ἦν δʼ ἐγώ,
πότερον μαθόντι παρʼ ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλῳ τρόπῳ;
“那当它存在于你身上时,”我说,“是因为你从我这里学到了什么,还是通过其他什么方式获得的?
ἐγώ σοι ἐρῶ,
ἔφη,
ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς δέ. ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς οἶσθα·
” “苏格拉底,”他说,“我要告诉你一件以众神起誓令人难以置信、但却是事实的事情。
ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῇ αὐτῇ μόνον οἰκίᾳ εἴην, μὴ ἐν τῷ αὐτῷ δὲ οἰκήματι, μᾶλλον δὲ ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς σέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρῴην, πολὺ δὲ μάλιστα καὶ πλεῖστον ἐπεδίδουν ὁπότε παρʼ αὐτόν σε καθοίμην ἐχόμενός σου καὶ ἁπτόμενος·
因为正如你自知的那样,我从未从你这里学过任何东西;但只要我和你在一起,我就会取得进步,哪怕只是在同一栋房子里,而不在同一个房间里;如果在同一个房间里,进步就会更大;而且对我来说,当在同一个房间里、你正在说话时,我看着你,要比我看着别处时进步得多;而最最明显、最巨大的进步,则是我坐在你身旁,挨着你并碰到你的时候。
νῦν δέ,
ἦ δʼ ὅς,
πᾶσα ἐκείνη ἡ ἕξις ἐξερρύηκε.
但现在,”他说,“所有那些状态都已经流失了。
ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν μὲν τῷ θεῷ φίλον ᾖ, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ μή, οὔ.
” “因此,泰阿格斯啊,我们的交往就是这样的:如果符合神意,你就会非常迅速地取得极大的进步;否则,就不会。
ὅρα οὖν μή σοι ἀσφαλέστερον ᾖ παρʼ ἐκείνων τινὶ παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρʼ ἐμοῦ ὅτι ἂν τύχῃ τοῦτο πρᾶξαι.
因此,你得看看,由那些自己掌控着能给予人们益处的能力的人来教育你,是否比由我来教育更安全;因为由我来做,这完全是凭运气发生的事情。
§131ΘΕ. ἐμοὶ μὲν τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἡμᾶς οὑτωσὶ ποιῆσαι, ἀποπειραθῆναι τοῦ δαιμονίου τούτου συνόντας ἀλλήλοις.
” 泰阿格斯:苏格拉底啊,那么依我看,我们应该这样做,就是通过彼此交往来对这个精灵进行一番考验。
καὶ ἐὰν μὲν παρείκῃ ἡμῖν, ταῦτα βέλτιστα· εἰ δὲ μή, τότε ἤδη παραχρῆμα βουλευσόμεθα ὅτι δράσομεν, εἴτε ἄλλῳ συνεσόμεθα, εἴτε καὶ αὐτὸ τὸ θεῖον τὸ σοὶ γιγνόμενον πειρασόμεθα παραμυθεῖσθαι εὐχαῖσί τε καὶ θυσίαις καὶ ἄλλῳ ὅτῳ ἂν οἱ μάντεις ἐξηγῶνται.
如果它允许我们这样做,那自然最好;如果不允许,那么我们到时当场商量该怎么办,是去跟别人交往,还是试着用祈祷、祭祀以及预言家所指导的其他任何方式,来安抚那降临在你身上的神性力量。
ΔΗ. μηκέτι πρὸς ταῦτα ἀντείπῃς, ὦ Σώκρατες, τῷ μειρακίῳ· εὖ γὰρ λέγει Θεάγης.
德莫多科斯:苏格拉底,对这年轻人的话不要再反对了;因为泰阿格斯说得很好。
ΣΩ. ἀλλʼ εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν, οὕτω ποιῶμεν.
苏格拉底:好吧,如果认为应该这样做,那我们就这样做吧。