§121ΔΗ. ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή·
德摩多科斯:苏格拉底,如果你有闲暇,我一直想和你私下谈谈一些事情。
κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.
即使你有一些并非特别重大的事务,也请看在我的份上抽空安排一下。
ΣΩ. ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ.
苏格拉底:其实我本来也正好闲着,尤其是看在你的份上,更是完全有空。
ἀλλʼ εἴ τι βούλει λέγειν, ἔξεστιν.
如果你有什么想说的,请尽管说。
ΔΗ. βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;
德摩多科斯:那么,你是否愿意让我们退到那边避开人群的“自由宙斯柱廊”去?
ΣΩ. εἰ σοὶ δοκεῖ.
苏格拉底:如果你觉得好。
ΔΗ. ἴωμεν δή.
德摩多科斯:那我们就去吧。
ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος.
苏格拉底,所有的植物(培育之物)似乎都有着相同的本性,无论是从土里长出来的,还是其他动物,也包括人类。
καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος γίγνεται.
因为在植物中,对我们这些耕作土地的人来说,准备好种植前的一切以及种植本身,是最容易的事情;但是,当被种植的生命开始生存,在此之后,对成长起来之物的照料,就变得既繁重、困难又棘手。
οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων·
关于人类的事情似乎也是这样。
ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα.
我从我自己的事情推及其他所有的事情。
καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι.
因为对我来说,这个儿子的诞生——无论是该称其为种植还是繁衍——是一切事情中最容易的,但他的抚养却很困难,而且我总是为他提心吊胆。
τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ—ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ—ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς φησι, σοφὸς γενέσθαι.
虽然还有许多别的事可以说,但他现在的愿望却让我非常害怕——因为这虽然不是不体面的,但却是危险的——苏格拉底,正如他自己所说,他渴望变得聪明。
δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει.
因为在我看来,他的一些同龄人和同区人,在进城时带回并记住了某些言论,这些言论使他感到困惑,他非常羡慕他们,很久以来就一直给我添麻烦,要求我照料他,并付钱给某位智者,好让他变得聪明。
ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει.
对我来说,金钱倒是次要的,但我认为他急于走去的方向蕴含着不小的危险。
§122ΔΗ. τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ.
德摩多科斯:因此,此前我一直通过劝说来约束他;但既然我现在已经无能为力了,我认为最好还是顺从他,以免他时常在没有我陪伴的情况下与人交往而堕落。
νῦν οὖν ἥκω ἐπʼ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί.
所以,我现在正是为了这个目的而来,要把他引荐给那些被认为是智者的人。
σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι.
你正好在这个合适的时候出现了,如果你面临这样的事情,你将是我最希望咨询的人。
ἀλλʼ εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε καὶ χρή.
但是,如果你从听到的我这些话中有什么可以建议的,你可以也应该提出来。
ΣΩ. ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι.
苏格拉底:的确如此,德摩多科斯,人们常说“建议是一件神圣的事情”。
εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ·
因此,如果说有任何其他建议是神圣的,那么你现在所咨询的这个也同样是神圣的。
οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων.
因为一个人不可能就比自己和家人的教育更神圣的事情进行咨询了。
πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα·
那么,首先,让我们双方达成共识,我们认为我们正在咨询的这个事物究竟是什么。
μὴ γὰρ πολλάκις ἐγὼ μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.
免得我把它理解为一件事,而你理解为另一件事,然后我们在交往很深之后才意识到我们很荒谬,我这个提出建议的人和接受建议的你,脑子里想的完全不是同一样东西。
ΔΗ. ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.
德摩多科斯:但我觉得你说的很对,苏格拉底,我们应该这样做。
ΣΩ. καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε·
苏格拉底:我说的确实对,但也不完全对。
σμικρὸν γάρ τι μετατίθεμαι.
因为我有一点改变主意。
ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα ἐπιθυμεῖν ἀλλʼ ἑτέρου, εἶτʼ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι.
我正在考虑,这个年轻人所渴望的,是不是并不是我们以为他所渴望的,而是别的东西,然后我们又关于别的事情进行咨询,变得更加荒唐。
ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπʼ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.
因此,我觉得最正确的做法是从这一点开始,仔细询问他自己到底渴望什么。
ΔΗ. κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.
德摩多科斯:这的确似乎像你所说的那样是最好的。
ΣΩ. εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ;
苏格拉底:那么请告诉我,这个年轻人有什么美名?
τί αὐτὸν προσαγορεύωμεν;
我们该怎么称呼他?
ΔΗ. Θεάγης ὄνομα τούτῳ, ὦ Σώκρατες.
德摩多科斯:他的名字叫泰阿格斯,苏格拉底。
ΣΩ. καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ ἱεροπρεπές.
苏格拉底:德摩多科斯,你给你的儿子起了一个美丽且庄严神圣的名字。
εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;
那么请告诉我们,泰阿格斯,你是否说你渴望变得聪明,并且你要求你的父亲为你找到这样一个人交往,他能使你变得聪明?
ΘΕ. ναί.
泰阿格斯:是的。
ΣΩ. σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;
苏格拉底:那么,你所说的“聪明人”是指那些在某事上拥有知识的人,还是那些没有知识的人?
ΘΕ. τοὺς ἐπιστήμονας ἔγωγε.
泰阿格斯:我指的是那些拥有知识的人。
ΣΩ. τί οὖν;
苏格拉底:那又怎样呢?
οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;
难道你的父亲没有教导并培养你,像这里其他那些高尚正直的父亲的儿子们所接受的教育一样吗? 比如阅读和写作、弹奏竖琴、摔跤以及其他竞技活动?
ΘΕ. ἐμέ γε.
泰阿格斯:他确实教了我。