§119ΣΩ. ἀλλὰ τῶν ἄλλων Ἀθηναίων ἢ τῶν ξένων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονέναι, ὥσπερ ἐγὼ ἔχω σοι εἰπεῖν διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου, ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν.
苏格拉底:但是,在其他雅典人或外邦人中,无论是奴隶还是自由人,你且说出一个因与伯里克利交往而变得更聪明的人,正如我能为你指出由于与芝诺交往而变得聪明的、伊索洛克斯之子皮索德罗和卡利亚德斯之子卡利亚一样,他们两人各自向芝诺支付了一百米纳,从而变得既聪明又有名望。
ΑΛ. ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω.
阿尔基比亚德:但是,凭宙斯起誓,我指不出这样的人。
ΣΩ. εἶεν·
苏格拉底:好吧;那么你对自己有什么打算呢?
τί οὖν διανοῇ περὶ σαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι;
是听任你像现在这样,还是对自己进行一番关照?
ΑΛ. κοινὴ βουλή, ὦ Σώκρατες.
阿尔基比亚德:这是一件需要共同商议的事,苏格拉底。
καίτοι ἐννοῶ σου εἰπόντος καὶ συγχωρῶ· δοκοῦσι γάρ μοι οἱ τὰ τῆς πόλεως πράττοντες ἐκτὸς ὀλίγων ἀπαίδευτοι εἶναι.
然而,听了你的话,我也在思考并同意;因为在我看来,治理城邦事务的人,除少数人外,都是没有受过教育的。
ΣΩ. εἶτα τί δὴ τοῦτο;
苏格拉底:那么,这又说明了什么呢?
ΑΛ. εἰ μέν που ἦσαν πεπαιδευμένοι, ἔδει ἂν τὸν ἐπιχειροῦντα αὐτοῖς ἀνταγωνίζεσθαι μαθόντα καὶ ἀσκήσαντα ἰέναι ὡς ἐπʼ ἀθλητάς· νῦν δʼ ἐπειδὴ καὶ οὗτοι ἰδιωτικῶς ἔχοντες ἐληλύθασιν ἐπὶ τὰ τῆς πόλεως, τί δεῖ ἀσκεῖν καὶ μανθάνοντα πράγματα ἔχειν;
阿尔基比亚德:如果他们受过教育,那么企图与他们竞争的人,就必须先进行学习和训练,然后才去参战,就像去对付运动员一样;但现在,既然这些人也是以门外汉的身份来参与城邦事务的,那又何必去训练并自寻学习的烦恼呢?
ἐγὼ γὰρ εὖ οἶδʼ ὅτι τούτων τῇ γε φύσει πάνυ πολὺ περιέσομαι.
因为我深知,单凭天赋,我就能远远胜过他们。
ΣΩ. βαβαῖ, οἷον, ὦ ἄριστε, τοῦτʼ εἴρηκας·
苏格拉底:哎呀,我的好朋友,你竟然说出这样的话!
ὡς ἀνάξιον τῆς ἰδέας καὶ τῶν ἄλλων τῶν σοι ὑπαρχόντων.
这与你的外表以及你所拥有的其他优势是多么不相称啊。
ΑΛ. τί μάλιστα καὶ πρὸς τί τοῦτο λέγεις, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,你这特别是什么意思,又是针对什么说的?
ΣΩ. ἀγανακτῶ ὑπέρ τε σοῦ καὶ τοῦ ἐμαυτοῦ ἔρωτος.
苏格拉底:我不仅为你感到愤慨,也为我自己的爱感到愤慨。
ΑΛ. τί δή;
阿尔基比亚德:这又是为什么?
ΣΩ. εἰ ἠξίωσας τὸν ἀγῶνά σοι εἶναι πρὸς τοὺς ἐνθάδε ἀνθρώπους.
苏格拉底:因为你竟然认为,你的竞争对手应该是这里的这些人。
ΑΛ. ἀλλὰ πρὸς τίνας μήν;
阿尔基比亚德:那不然还能是谁呢?
ΣΩ. ἄξιον τοῦτό γε καὶ ἐρέσθαι ἄνδρα οἰόμενον μεγαλόφρονα εἶναι.
苏格拉底:对于一个自以为心高气傲的男子汉来说,这确实是一个值得探问的问题。
ΑΛ. πῶς λέγεις;
阿尔基比亚德:你这是什么意思?
οὐ πρὸς τούτους μοι ὁ ἀγών;
难道我的竞争不是针对这些人吗?
ΣΩ. ἀλλὰ κἂν εἰ τριήρη διενοοῦ κυβερνᾶν μέλλουσαν ναυμαχεῖν, ἤρκει ἄν σοι τῶν συνναυτῶν βελτίστῳ εἶναι τὰ κυβερνητικά, ἢ ταῦτα μὲν ᾤου ἂν δεῖν ὑπάρχειν, ἀπέβλεπες δʼ ἂν εἰς τοὺς ὡς ἀληθῶς ἀνταγωνιστάς, ἀλλʼ οὐχ ὡς νῦν εἰς τοὺς συναγωνιστάς;
苏格拉底:那么,即使你打算驾驶一艘即将参加海战的战船,难道你只要在驾驶技术上成为同船水手里的佼佼者就足够了吗? 还是说,你固然认为这些技能是必须具备的,但你会把目光投向真正的竞争对手,而不是像现在这样只盯着和你并肩作战的同伴?
ὧν δήπου περιγενέσθαι σε δεῖ τοσοῦτον ὥστε μὴ ἀξιοῦν ἀνταγωνίζεσθαι, ἀλλὰ καταφρονηθέντας συναγωνίζεσθαί σοι πρὸς τοὺς πολεμίους, εἰ δὴ τῷ ὄντι γε καλόν τι ἔργον ἀποδείξασθαι διανοῇ καὶ ἄξιον σαυτοῦ τε καὶ τῆς πόλεως.
你当然必须远远胜过这些同伴,以至于你根本不屑于与他们竞争,而是让他们在被你轻视的情况下,和你一起并肩对抗敌人,如果你真的打算展现出某种既配得上你自己也配得上城邦的伟大功绩的话。
ΑΛ. ἀλλὰ μὲν δὴ διανοοῦμαί γε.
阿尔基比亚德:我确实是这样打算的。
ΣΩ. πάνυ σοι ἄρα ἄξιον ἀγαπᾶν εἰ τῶν στρατιωτῶν βελτίων εἶ, ἀλλʼ οὐ πρὸς τοὺς τῶν ἀντιπάλων ἡγεμόνας ἀποβλέπειν εἴ ποτε ἐκείνων βελτίων γέγονας, σκοποῦντα καὶ ἀσκοῦντα πρὸς ἐκείνους.
苏格拉底:那么,如果你仅仅因为比手下的士兵优秀就感到满足,而不在与对手的领袖对抗时把目光投向他们,去观察、训练并确认自己是否已经变得比他们更优秀,这难道很值得你感到欣慰吗?
§120ΑΛ. λέγεις δὲ τίνας τούτους, ὦ Σώκρατες;
阿尔基比亚德:苏格拉底,你说的这些人是指谁?
ΣΩ. οὐκ οἶσθα ἡμῶν τὴν πόλιν Λακεδαιμονίοις τε καὶ τῷ μεγάλῳ βασιλεῖ πολεμοῦσαν ἑκάστοτε;
苏格拉底:难道你不知道我们的城邦随时都在与拉刻代蒙人以及波斯大王交战吗?
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说的确实是事实。
ΣΩ. οὐκοῦν εἴπερ ἐν νῷ ἔχεις ἡγεμὼν εἶναι τῆσδε τῆς πόλεως, πρὸς τοὺς Λακεδαιμονίων βασιλέας καὶ τοὺς Περσῶν τὸν ἀγῶνα ἡγούμενός σοι εἶναι ὀρθῶς ἂν ἡγοῖο;
苏格拉底:因此,如果你想成为这个城邦的领袖,那么认为自己的竞争对手是拉刻代蒙人的国王们和波斯人的国王,这难道不是正确的想法吗?
ΑΛ. κινδυνεύεις ἀληθῆ λέγειν.
阿尔基比亚德:你恐怕说得对。
ΣΩ. οὔκ, ὠγαθέ, ἀλλὰ πρὸς Μειδίαν σε δεῖ τὸν ὀρτυγοκόπον ἀποβλέπειν καὶ ἄλλους τοιούτους—οἳ τὰ τῆς πόλεως πράττειν ἐπιχειροῦσιν, ἔτι τὴν ἀνδραποδώδη, φαῖεν ἂν αἱ γυναῖκες, τρίχα ἔχοντες ἐν τῇ ψυχῇ ὑπʼ ἀμουσίας καὶ οὔπω ἀποβεβληκότες, ἔτι δὲ βαρβαρίζοντες ἐληλύθασι κολακεύσοντες τὴν πόλιν ἀλλʼ οὐκ ἄρξοντες—πρὸς τούτους σε δεῖ, οὕσπερ λέγω, βλέποντα σαυτοῦ δὴ ἀμελεῖν, καὶ μήτε μανθάνειν ὅσα μαθήσεως ἔχεται, μέλλοντα τοσοῦτον ἀγῶνα ἀγωνίζεσθαι, μήτε ἀσκεῖν ὅσα δεῖται ἀσκήσεως, καὶ πᾶσαν παρασκευὴν παρεσκευασμένον οὕτως ἰέναι ἐπὶ τὰ τῆς πόλεως.
苏格拉底:不,我的好朋友,你却必须把目光投向斗鹌鹑的梅迪亚斯以及其他类似的人——他们企图治理城邦的事务,但由于缺乏教养,灵魂里还留着妇人们所说的“奴隶的头发”,尚未将其剃除,而且还带着蛮族的口音,来到这里是为了讨好城邦而不是为了统治——正如我所说的,你必须盯着这些人,从而忽视你自己,既不学习那些属于学习范围的知识,尽管你将参加如此重大的竞争,也不去进行那些需要训练的锻炼,在完全没有做好任何准备的情况下,就这样去参与城邦的事务。
ΑΛ. ἀλλʼ, ὦ Σώκρατες, δοκεῖς μέν μοι ἀληθῆ λέγειν, οἶμαι μέντοι τούς τε Λακεδαιμονίων στρατηγοὺς καὶ τὸν Περσῶν βασιλέα οὐδὲν διαφέρειν τῶν ἄλλων.
阿尔基比亚德:但是,苏格拉底,在我看来你说的确实对;然而我认为,拉刻代蒙人的将军们和波斯人的国王,与其他人并没有任何区别。
ΣΩ. ἀλλʼ, ὦ ἄριστε, τὴν οἴησιν ταύτην σκόπει οἵαν ἔχεις.
苏格拉底:但是,我的好朋友,你且看看你抱有的这种想法是什么性质的。
ΑΛ. τοῦ πέρι;
阿尔基比亚德:关于什么的?
ΣΩ. πρῶτον μὲν ποτέρως ἂν οἴει σαυτοῦ μᾶλλον ἐπιμεληθῆναι, φοβούμενός τε καὶ οἰόμενος δεινοὺς αὐτοὺς εἶναι, ἢ μή;
苏格拉底:首先,在畏惧并认为他们很强大,和不这样认为的这两种情况下,你认为在哪种情况下你更会关照自己?
ΑΛ. δῆλον ὅτι εἰ δεινοὺς οἰοίμην.
阿尔基比亚德:显然是如果我认为他们很强大。
ΣΩ. μῶν οὖν οἴει τι βλαβήσεσθαι ἐπιμεληθεὶς σαυτοῦ;
苏格拉底:那么,你认为关照自己会给你带来什么坏处吗?
ΑΛ. οὐδαμῶς, ἀλλὰ καὶ μεγάλα ὀνήσεσθαι.
阿尔基比亚德:绝不会,反而会带来巨大的好处。
ΣΩ. οὐκοῦν ἓν μὲν τοῦτο τοσοῦτον κακὸν ἔχει ἡ οἴησις αὕτη.
苏格拉底:那么,这种想法单是在这一点上就具有如此大的害处。
ΑΛ. ἀληθῆ λέγεις.
阿尔基比亚德:你说的对。
ΣΩ. τὸ δεύτερον τοίνυν, ὅτι καὶ ψευδής ἐστιν, ἐκ τῶν εἰκότων σκέψαι.
苏格拉底:其次,请从合乎情理的方面来考虑一下它同样是错误的。
ΑΛ. πῶς δή;
阿尔基比亚德:这又是如何呢?
ΣΩ. πότερον εἰκὸς ἀμείνους γίγνεσθαι φύσεις ἐν γενναίοις γένεσιν ἢ μή;
苏格拉底:优秀的禀赋是不是更容易在出身高贵的家族中产生,还是不是这样?
ΑΛ. δῆλον ὅτι ἐν τοῖς γενναίοις.
阿尔基比亚德:显然是在高贵的家族中。
ΣΩ. οὐκοῦν τοὺς εὖ φύντας, ἐὰν καὶ εὖ τραφῶσιν, οὕτω τελέους γίγνεσθαι πρὸς ἀρετήν;
苏格拉底:那么,天资优秀的人,如果再受到良好的抚育,难道不会在德行上达到完美吗?
ΑΛ. ἀνάγκη.
阿尔基比亚德:必然如此。
ΣΩ. σκεψώμεθα δή, τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτιθέντες, πρῶτον μὲν εἰ δοκοῦσι φαυλοτέρων γενῶν εἶναι οἱ Λακεδαιμονίων καὶ Περσῶν βασιλῆς.
苏格拉底:那么让我们将我们的情况与他们进行对比来考察一下,首先拉刻代蒙人和波斯人的国王们是否看起来出身于更卑下的家族。
ἢ οὐκ ἴσμεν ὡς οἱ μὲν Ἡρακλέους, οἱ δὲ Ἀχαιμένους ἔκγονοι, τὸ δʼ Ἡρακλέους τε γένος καὶ τὸ Ἀχαιμένους εἰς Περσέα τὸν Διὸς ἀναφέρεται;
难道我们不知道,一方式赫拉克勒斯的后代,另一方是阿卡伊美尼斯的后代,而赫拉克勒斯和阿卡伊美尼斯的家族都可以追溯到宙斯之子珀耳修斯吗?