§117ΑΛ. δέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά.
阿尔基比亚德:我已经为自己感到有些担心了,但我认为自己仍然会做出同样的回答。
ΣΩ. οὐκοῦν ὅτι οἶσθα;
苏格拉底:那么这难道不是因为你知道吗?
τοῦτʼ αἴτιον;
这就是原因吗?
ΑΛ. οἶμαι ἔγωγε.
阿尔基比亚德:我认为是这样。
ΣΩ. περὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι περὶ τούτων οὐκ οἶσθα.
苏格拉底:因此,凡是违反你本意而做出相反回答的事物,显然你在这些事物上是不知道的。
ΑΛ. εἰκός γε.
阿尔基比亚德:很有可能。
ΣΩ. οὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φῂς πλανᾶσθαι;
苏格拉底:那么,关于公正与不公正、美与丑、坏与好、有利与无利,你也说自己在回答时感到迷茫吗?
εἶτα οὐ δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλανᾷ;
那么,难道不显然是因为对它们无知,正是由于这些原因你才迷茫的吗?
ΑΛ. ἔμοιγε.
阿尔基比亚德:在我看来确实如此。
ΣΩ. ἆρʼ οὖν οὕτω καὶ ἔχει· ἐπειδάν τίς τι μὴ εἰδῇ, ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυχήν;
苏格拉底:那么情况不就是这样吗:每当有人不知道某事时,他的灵魂在这一事物上必然会感到迷茫?
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:怎么会不呢?
ΣΩ. τί οὖν; οἶσθα ὅντινα τρόπον ἀναβήσῃ εἰς τὸν οὐρανόν;
苏格拉底:那么,你知道用什么方法能升到天上去吗?
ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.
阿尔基比亚德:凭宙斯起誓,我可不知道。
ΣΩ. ἦ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα;
苏格拉底:那么你关于这件事的看法也会迷茫吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝不会。
ΣΩ. τὸ δʼ αἴτιον οἶσθα ἢ ἐγὼ φράσω;
苏格拉底:你可知道原因,还是由我来说?
ΑΛ. φράσον.
阿尔基比亚德:由你来说吧。
ΣΩ. ὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστάμενος.
苏格拉底:我的朋友,这是因为你虽然不知道,却并不自以为知道它。
ΑΛ. πῶς αὖ τοῦτο λέγεις;
阿尔基比亚德:你这又是在怎么说呢?
ΣΩ. ὅρα καὶ σὺ κοινῇ.
苏格拉底:你也可以和我也一起考虑。
ἃ μὴ ἐπίστασαι, γιγνώσκεις δὲ ὅτι οὐκ ἐπίστασαι, πλανᾷ περὶ τὰ τοιαῦτα;
凡是你不知道、但也意识到自己不知道的事物,你会在这些事物上迷茫吗?
ὥσπερ περὶ ὄψου σκευασίας οἶσθα δήπου ὅτι οὐκ οἶσθα;
就像关于烹调调味,你大概知道自己并不知道吧?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:确实如此。
ΣΩ. πότερον οὖν αὐτὸς περὶ ταῦτα δοξάζεις ὅπως χρὴ σκευάζειν καὶ πλανᾷ, ἢ τῷ ἐπισταμένῳ ἐπιτρέπεις;
苏格拉底:那么,关于如何烹调这些,你是自己抱有意见并感到迷茫呢,还是把它托付给懂得的人呢?
ΑΛ. οὕτως.
阿尔基比亚德:托付给他人。
ΣΩ. τί δʼ εἰ ἐν νηῒ πλέοις, ἆρα δοξάζοις ἂν πότερον χρὴ τὸν οἴακα εἴσω ἄγειν ἢ ἔξω, καὶ ἅτε οὐκ εἰδὼς πλανῷο ἄν, ἢ τῷ κυβερνήτῃ ἐπιτρέψας ἂν ἡσυχίαν ἄγοις;
苏格拉底:那么,如果你乘船航行,关于应当把舵往内拉还是往外推,你会因为不知道而自己抱有意见并感到迷茫呢,还是会把它托付给舵手并保持安静?
ΑΛ. τῷ κυβερνήτῃ.
阿尔基比亚德:托付给舵手。
ΣΩ. οὐκ ἄρα περὶ ἃ μὴ οἶσθα πλανᾷ, ἄνπερ εἰδῇς ὅτι οὐκ οἶσθα;
苏格拉底:因此,只要你知道自己不知道,你便不会在你所不知道的事物上感到迷茫,对吗?
ΑΛ. οὐκ ἔοικα.
阿尔基比亚德:看来是这样。
ΣΩ. ἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ πράξει διὰ ταύτην τὴν ἄγνοιάν ἐστι, τὴν τοῦ μὴ εἰδότα οἴεσθαι εἰδέναι;
苏格拉底:那么你是否意识到,行动中的错误也是由于这种无知造成的,即不知道的人却自以为知道?
ΑΛ. πῶς αὖ λέγεις τοῦτο;
阿尔基比亚德:你这又是在怎么说呢?
ΣΩ. τότε που ἐπιχειροῦμεν πράττειν, ὅταν οἰώμεθα εἰδέναι ὅτι πράττομεν;
苏格拉底:我想,只有当我们自以为知道自己在做什么时,我们才会着手去做,对吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. ὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις παραδιδόασι;
苏格拉底:而当人们不认为自己知道时,他们就会交给别人去做,对吗?
ΑΛ. πῶς δʼ οὔ;
阿尔基比亚德:怎么会不呢?
ΣΩ. οὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσι διὰ τὸ ἄλλοις περὶ αὐτῶν ἐπιτρέπειν;
苏格拉底:那么在不知道的人中,这样的人由于在这些事物上托付给了别人,因而在生活中不犯错误,对吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. τίνες οὖν οἱ ἁμαρτάνοντες;
苏格拉底:那么,犯错误的人是谁呢?
οὐ γάρ που οἵ γε εἰδότες.
因为总不可能是那些知道的人。
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝不可能是他们。
§118ΣΩ. ἐπειδὴ δʼ οὔθʼ οἱ εἰδότες οὔθʼ οἱ τῶν μὴ εἰδότων εἰδότες ὅτι οὐκ ἴσασιν, ἦ ἄλλοι λείπονται ἢ οἱ μὴ εἰδότες, οἰόμενοι δʼ εἰδέναι;
苏格拉底:既然既不是知道的人,也不是不知道的人中那些知道自己不知道的人,难道还剩下其他人,而不是那些不知道却自以为知道的人吗?
ΑΛ. οὔκ, ἀλλʼ οὗτοι.
阿尔基比亚德:不,正是这些人。
ΣΩ. αὕτη ἄρα ἡ ἄγνοια τῶν κακῶν αἰτία καὶ ἡ ἐπονείδιστος ἀμαθία;
苏格拉底:那么,这种无知难道不就是祸害的原因,以及令人感到羞耻的愚昧吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν ὅταν ᾖ περὶ τὰ μέγιστα, τότε κακουργοτάτη καὶ αἰσχίστη;
苏格拉底:那么,每当它关乎最重大的事物时,它难道不是最有害、最可耻的吗?
ΑΛ. πολύ γε.
阿尔基比亚德:确实如此,程度深得多。
ΣΩ. τί οὖν; ἔχεις μείζω εἰπεῖν δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν καὶ συμφερόντων;
苏格拉底:那么,你能说出比公正、美、好以及有利更为重大的事物吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:绝不能。
ΣΩ. οὐκοῦν περὶ ταῦτα σὺ φῂς πλανᾶσθαι;
苏格拉底:那么,你不是说自己正在这些事物上感到迷茫吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. εἰ δὲ πλανᾷ, ἆρʼ οὐ δῆλον ἐκ τῶν ἔμπροσθεν ὅτι οὐ μόνον ἀγνοεῖς τὰ μέγιστα, ἀλλὰ καὶ οὐκ εἰδὼς οἴει αὐτὰ εἰδέναι;
苏格拉底:既然你迷茫,根据前面的讨论,这难道不显然意味着,你不仅对最重大的事物一无所知,而且在不知道的同时还自以为知道它们吗?
ΑΛ. κινδυνεύω.
阿尔基比亚德:我恐怕确实如此。
ΣΩ. βαβαῖ ἄρα, ὦ Ἀλκιβιάδη, οἷον πάθος πέπονθας·
苏格拉底:哎呀,阿尔基比亚德,你陷入了何等悲惨的境地!
ὃ ἐγὼ ὀνομάζειν μὲν ὀκνῶ, ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον.
我虽然有些不愿说出来,但既然只有我们两个人在,还是必须明说。
ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ·
我的好朋友,你正与最极端的愚昧生活在一起,正如你的话对你的指控,以及你自己对自己的指控一样。
διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι.
正因如此,你还没接受教育就急着投身于城邦的政治事务。
πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους.
而陷入这种境地的不仅是你一个人,还有治理这个城邦的大多数政治家,除了少数人,或许还有你的监护人伯里克利。
ΑΛ. λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ·
阿尔基比亚德:苏格拉底,人们确实说他不是凭空变得聪明的,而是与许多聪明人交往过,比如皮索克莱德和阿那克萨哥拉。
καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.
甚至到了现在的年纪,他还在为了这个目的与达蒙在一起。
ΣΩ. τί οὖν; ἤδη τινʼ εἶδες σοφὸν ὁτιοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός;
苏格拉底:那么,你曾见过任何在某方面聪明的人,却无法使别人在他自己聪明的方面也变得聪明吗?
ὥσπερ ὅς σε ἐδίδαξεν γράμματα, αὐτός τʼ ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὅντινʼ ἐβούλετο·
就像教你识字的人,他自己聪明,也使你以及其他任何他想教的人都学会了。
ἦ γάρ;
不是吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ;
苏格拉底:那么你作为从他那里学到的人,难道也能够使别人如此吗?
ΑΛ. ναί.
阿尔基比亚德:是的。
ΣΩ. καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως;
苏格拉底:那么琴师和体育教练也是这样吗?
ΑΛ. πάνυ γε.
阿尔基比亚德:确实如此。
ΣΩ. καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον οἷοί τʼ ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.
苏格拉底:因为这正是那些懂得某事的人表明他们懂得的一个极好证明:只要他们也能够培养出另一个懂得的人。
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来确实如此。
ΣΩ. τί οὖν; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σοφόν, ἀπὸ τῶν ὑέων ἀρξάμενος;
苏格拉底:那么,你能说出伯里克利使谁变得聪明了吗? 从他的儿子们说起。
ΑΛ. τί δʼ εἰ τὼ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες;
阿尔基比亚德:但是苏格拉底,如果伯里克利的两个儿子本来就是傻瓜,又该怎么说呢?
ΣΩ. ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.
苏格拉底:那么,你的弟弟克莱尼亚斯呢?
ΑΛ. τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον;
阿尔基比亚德:你又何必提到克莱尼亚斯呢,他是个疯子。
ΣΩ. ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διʼ ὅτι σε οὕτως ἔχοντα περιορᾷ;
苏格拉底:既然克莱尼亚斯是个疯子,而伯里克利的两个儿子又成了傻瓜,那么对于你,我们该归结为什么原因,以至于他听任你处于如此状态而不顾呢?
ΑΛ. ἐγὼ οἶμαι αἴτιος οὐ προσέχων τὸν νοῦν.
阿尔基比亚德:我认为原因在于我自己没有专心。