← プラトン

パイドロス

§278-279

愛知者の定義とイソクラテスへの期待と神々への祈り

ソクラテスとパイドロスは、書かれた言論に対する正しい態度を整理し、真の「愛知者(哲学者)」の定義を与える。さらに、ソクラテスはイソクラテスの将来性に対する期待を予言し、地元の神々へ祈りを捧げてその場を去る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§278

ΣΩ. ὁ δέ γε ἐν μὲν τῷ γεγραμμένῳ λόγῳ περὶ ἑκάστου παιδιάν τε ἡγούμενος πολλὴν ἀναγκαῖον εἶναι, καὶ οὐδένα πώποτε λόγον ἐν μέτρῳ οὐδʼ ἄνευ μέτρου μεγάλης ἄξιον σπουδῆς γραφῆναι, οὐδὲ λεχθῆναι ὡς οἱ ῥαψῳδούμενοι ἄνευ ἀνακρίσεως καὶ διδαχῆς πειθοῦς ἕνεκα ἐλέχθησαν, ἀλλὰ τῷ ὄντι αὐτῶν τοὺς βελτίστους εἰδότων ὑπόμνησιν γεγονέναι, ἐν δὲ τοῖς διδασκομένοις καὶ μαθήσεως χάριν λεγομένοις καὶ τῷ ὄντι γραφομένοις ἐν ψυχῇ περὶ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν μόνοις ἡγούμενος τό τε ἐναργὲς εἶναι καὶ τέλεον καὶ ἄξιον σπουδῆς· δεῖν δὲ τοὺς τοιούτους λόγους αὑτοῦ λέγεσθαι οἷον ὑεῖς γνησίους εἶναι, πρῶτον μὲν τὸν ἐν αὑτῷ, ἐὰν εὑρεθεὶς ἐνῇ, ἔπειτα εἴ τινες τούτου ἔκγονοί τε καὶ ἀδελφοὶ ἅμα ἐν ἄλλαισιν ἄλλων ψυχαῖς κατʼ ἀξίαν ἐνέφυσαν· τοὺς δὲ ἄλλους χαίρειν ἐῶν—οὗτος δὲ ὁ τοιοῦτος ἀνὴρ1 κινδυνεύει, ὦ Φαῖδρε, εἶναι οἷον ἐγώ τε καὶ σὺ εὐξαίμεθʼ ἂν σέ τε καὶ ἐμὲ γενέσθαι. ΦΑΙ. παντάπασι μὲν οὖν ἔγωγε βούλομαί τε καὶ εὔχομαι ἃ λέγεις. ΣΩ. οὐκοῦν ἤδη πεπαίσθω μετρίως ἡμῖν τὰ περὶ λόγων· καὶ σύ τε ἐλθὼν φράζε Λυσίᾳ ὅτι νὼ καταβάντε ἐς τὸ Νυμφῶν νᾶμά τε καὶ μουσεῖον ἠκούσαμεν λόγων, οἳ ἐπέστελλον λέγειν2 Λυσίᾳ τε καὶ εἴ τις ἄλλος συντίθησι λόγους, καὶ Ὁμήρῳ καὶ εἴ τις ἄλλος αὖ ποίησιν ψιλὴν ἢ ἐν ᾠδῇ συντέθηκε, τρίτον δὲ Σόλωνι καὶ ὅστις ἐν πολιτικοῖς λόγοις νόμους ὀνομάζων συγγράμματα ἔγραψεν· εἰ μὲν εἰδὼς ᾗ τὸ ἀληθὲς ἔχει συνέθηκε ταῦτα, καὶ ἔχων βοηθεῖν, εἰς ἔλεγχον ἰὼν περὶ ὧν ἔγραψε, καὶ λέγων αὐτὸς δυνατὸς τὰ γεγραμμένα φαῦλα ἀποδεῖξαι, οὔ τι τῶνδε ἐπωνυμίαν ἔχοντα δεῖ λέγεσθαι τὸν τοιοῦτον, ἀλλʼ ἐφʼ οἷς ἐσπούδακεν ἐκείνων. ΦΑΙ. τίνας οὖν τὰς ἐπωνυμίας αὐτῷ νέμεις; ΣΩ. τὸ μὲν σοφόν, ὦ Φαῖδρε, καλεῖν ἔμοιγε μέγα εἶναι δοκεῖ καὶ θεῷ μόνῳ πρέπειν· τὸ δὲ ἢ φιλόσοφον ἢ τοιοῦτόν τι μᾶλλόν τε ἂν αὐτῷ καὶ ἁρμόττοι καὶ ἐμμελεστέρως ἔχοι. ΦΑΙ. καὶ οὐδέν γε ἀπὸ τρόπου. ΣΩ. οὐκοῦν αὖ τὸν μὴ ἔχοντα τιμιώτερα ὧν συνέθηκεν ἢ ἔγραψεν ἄνω κάτω στρέφων ἐν χρόνῳ, πρὸς ἄλληλα κολλῶν τε καὶ ἀφαιρῶν, ἐν δίκῃ που ποιητὴν ἢ λόγων συγγραφέα ἢ νομογράφον προσερεῖς; ΦΑΙ. τί μήν; ΣΩ. ταῦτα τοίνυν τῷ ἑταίρῳ φράζε. ΦΑΙ. τί δὲ σύ; πῶς ποιήσεις; οὐδὲ γὰρ οὐδὲ τὸν σὸν ἑταῖρον δεῖ παρελθεῖν. ΣΩ. τίνα τοῦτον; ΦΑΙ. Ἰσοκράτη τὸν καλόν· ᾧ τί ἀπαγγελεῖς, ὦ Σώκρατες; τίνα αὐτὸν φήσομεν εἶναι;

ソクラテス:「他方、書かれた言論においては、いかなる対象についても多くの戯れが含まれることが避けられないと考え、韻文であれ散文であれ、真剣な大きな努力に値する言論が書かれたことも、あるいは、歌い手の語る言論が吟味も指導もなしに説得のために語られたように語られたこともかつてなく、実際には、それらのうちで最も優れたものは、すでに知っている人々にとっての備忘録となったにすぎないと考え、これに対して、正しいこと、美しいこと、善いことについて、教えられ、学ぶために語られ、実際に魂の中に書き込まれる言論の中にのみ、明瞭さと完全さと真剣な努力に値するものがあると考える人。そして、そのような言論こそは自分自身の嫡出の子供たちと呼ばれるべきであり、第一には、もし発見されて自分自身の中にあるならその言論、次にもしこの言論の子孫かつ兄弟にあたる言論が、他の人々の様々な魂の中にふさわしく育ったならそれらの言論であるべきだとし、その他の言論には別れを告げる人。――パイドロスよ、このような人物こそは、私と君が、君と私がそうなれるようにと祈るような人物であるに違いない。」 パイドロス:「まったくその通りです。私はあなたがおっしゃることを望み、また祈ります。」 ソクラテス:「それでは、言論についての戯れは、私たちにとって十分にこれくらいにしておこう。そして君は、行ってリシアスに伝えなさい。私たち二人はニンフたちの湧き水とミューズたちの神殿へと下っていき、言論を聴いた、と。それは、リシアスや、その他誰であれ言論を構成する人、そしてホメロスや、その他誰であれ旋律なしであるいは歌において詩を構成した人、さらに第三にはソロンや、その他誰であれ政治的な言論において法律と名付けて著作を書いた人に、伝えるように命じる言論であった。すなわち、もし真実がどのようであるかを知ってこれらを構成し、書いたものについて吟味に赴く際に自ら助けることができ、語ることによって自ら書いたものが取るに足りないものであることを示すことができるなら、その人はこのようなものに由来する呼び名で呼ばれるべきではなく、自分が真剣に取り組んだものに由来する呼び名で呼ばれるべきである、と。」 パイドロス:「では、彼にどのような呼び名を与えますか。」 ソクラテス:「パイドロスよ、彼を『知者』と呼ぶことは、私には大それたことに思われ、神にのみふさわしいことと思われる。しかし、『愛知者』あるいはそれに類する何かと呼ぶ方が、彼にとってより適合し、また調和しているだろう。」 パイドロス:「それは決して的外れではありませんね。」 ソクラテス:「他方で、自分が構成したか書いたものよりも価値のあるものを持たず、時間をかけてそれを上へ下へとひっくり返し、互いに糊付けしたり切り離したりしているだけの人については、君は当然、詩人や、言論の執筆者や、法律の起草者と呼ぶだろうね。」 パイドロス:「もちろんです。」 ソクラテス:「それでは、これらを君の友人に伝えなさい。」 パイドロス:「では、あなたはどうするのですか。どのようにされますか。というのも、あなたの友人も見過ごすべきではないからです。」 ソクラテス:「その友人とは誰のことかね。」 パイドロス:「美しいイソクラテスです。ソクラテスよ、彼には何を告げますか。彼を何であると言いましょうか。」

§279

ΣΩ. νέος ἔτι, ὦ Φαῖδρε, Ἰσοκράτης· ὃ μέντοι μαντεύομαι κατʼ αὐτοῦ,3 λέγειν ἐθέλω. ΦΑΙ. τὸ ποῖον δή; ΣΩ. δοκεῖ μοι ἀμείνων ἢ κατὰ τοὺς περὶ Λυσίαν εἶναι λόγους τὰ τῆς φύσεως, ἔτι τε ἤθει γεννικωτέρῳ κεκρᾶσθαι· ὥστε οὐδὲν ἂν γένοιτο θαυμαστὸν προϊούσης τῆς ἡλικίας εἰ περὶ αὐτούς τε τοὺς λόγους, οἷς νῦν ἐπιχειρεῖ, πλέον ἢ παίδων διενέγκοι τῶν πώποτε ἁψαμένων λόγων, ἔτι τε εἰ αὐτῷ μὴ ἀποχρήσαι ταῦτα, ἐπὶ μείζω δέ τις αὐτὸν ἄγοι ὁρμὴ θειοτέρα· φύσει γάρ, ὦ φίλε, ἔνεστί τις φιλοσοφία τῇ τοῦ ἀνδρὸς διανοίᾳ. ταῦτα δὴ οὖν ἐγὼ μὲν παρὰ τῶνδε τῶν θεῶν ὡς ἐμοῖς παιδικοῖς Ἰσοκράτει ἐξαγγέλλω, σὺ δʼ ἐκεῖνα ὡς σοῖς Λυσίᾳ. ΦΑΙ. ταῦτʼ ἔσται· ἀλλὰ ἴωμεν, ἐπειδὴ καὶ τὸ πνῖγος ἠπιώτερον γέγονεν. ΣΩ. οὐκοῦν εὐξαμένῳ πρέπει τοῖσδε πορεύεσθαι; ΦΑΙ. τί μήν; ΣΩ. ὦ φίλε Πάν τε καὶ ἄλλοι ὅσοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλια. πλούσιον δὲ νομίζοιμι τὸν σοφόν· τὸ δὲ χρυσοῦ πλῆθος εἴη μοι ὅσον μήτε φέρειν μήτε ἄγειν δύναιτο ἄλλος ἢ ὁ σώφρων.ἔτʼ ἄλλου του δεόμεθα, ὦ Φαῖδρε; ἐμοὶ μὲν γὰρ μετρίως ηὖκται. ΦΑΙ. καὶ ἐμοὶ ταῦτα συνεύχου· κοινὰ γὰρ τὰ τῶν φίλων. ΣΩ. ἴωμεν.

ソクラテス:「パイドロスよ、イソクラテスはまだ若い。しかし、私が彼について予言することを語りたい。」 パイドロス:「それはどのようなことですか。」 ソクラテス:「彼の生まれつきの素質は、リシアスの周囲の言論よりも優れており、さらに、より高貴な気質が混ざり合っているように私には思われる。したがって、彼が年齢を重ねるにつれて、現在彼が着手している言論そのものにおいて、これまでに言論に携わったすべての人々の子供たちを凌駕するようになったとしても、何ら不思議ではない。さらに、もし彼がこれらのことだけで満足せず、より神聖な衝動が彼をより大きなことへと導くなら、なおさらである。なぜなら、友よ、この男の精神には、生まれながらにしてある種の愛知の精神が備わっているからだ。そこで私は、これらの神々から私の愛するイソクラテスへのメッセージとしてこれを告げよう。君はあちらのメッセージを、君の愛するリシアスに告げなさい。」 パイドロス:「そうしましょう。しかし、暑さも和らいできたので、行きましょう。」 ソクラテス:「それでは、ここの神々に祈りを捧げてから出発するのがふさわしいのではないかね。」 パイドロス:「もちろんです。」 ソクラテス:「愛するパン神よ、またここにいる他の神々よ、私に内面が美しくなることをお与えください。そして私が外側に持っているものが、内側にあるものと調和しますように。私は知者を富める者と考えますように。そして、私に与えられる金の量は、節度ある人以外の誰も持ち運ぶことも運搬することもできないほどの量でありますように。パイドロスよ、私たちは他に何か必要なものがあるだろうか。私にとっては、十分に祈ることはできたが。」 パイドロス:「私のためにも、これらのことを一緒に祈ってください。友人のものは共有ですから。」 ソクラテス:「行きましょう。」

構文注3 件
  1. 278bὁ δέ γε ... οὗτος δὲ ὁ τοιοῦτος ἀνὴρ

    主語の定冠詞付き分詞句「ὁ δέ γε... ἡγούμενος... ἐῶν」(〜と考える者は)で始まる非常に長い文であり、本動詞を欠いたまま「οὗτος δὲ ὁ τοιοῦτος ἀνὴρ」(このような人物こそは)によって主語が再び受け直されるという破格構文(アナコルトン)を成している。

  2. 278bοἳ ἐπέστελλον λέγειν

    関係代名詞 οἵ の先行詞は λόγων(言論)である。不定詞 λέγειν(語る、伝える)の意味上の主語は、直前の νώ(私たち二人)であり、言論自体が「私たちに〜と伝えるよう命じていた」という使役・命令的ニュアンス(ἐπέστελλον)を表している。

  3. 278eὃ μέντοι μαντεύομαι κατʼ αὐτοῦ

    前置詞 κατά + 属格は、通常「〜に対して不利な、敵対的な」という意味で用いられることが多いが、ここでは「〜に関して(予言する)」という中立、あるいは好意的な意味合いで機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:278-279