- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:266-267
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
ソクラテスは、第二の手法である「自然の関節に沿った分割(ディアイレシス)」を説明し、これら「総合」と「分割」を扱う者を「問答術家(ディアレクティコス)」と呼ぶ。次いで、既存の修辞学の教科書に書かれている様々な技法や、名だたる修辞学者たちの主張を一覧して、その不十分さを暗に示す。
ΣΩ. τὸ πάλιν κατʼ εἴδη δύνασθαι διατέμνειν κατʼ ἄρθρα ᾗ πέφυκεν, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ μαγείρου τρόπῳ χρώμενον· ἀλλʼ ὥσπερ ἄρτι τὼ λόγω1 τὸ μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ δὲ σώματος ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ δεξιὰ κληθέντα, οὕτω καὶ τὸ τῆς παρανοίας ὡς ἓν ἐν ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν τὸ ἐπʼ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἐπανῆκεν πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησεν μάλʼ ἐν δίκῃ, ὁ δʼ εἰς τὰ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δʼ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ προτεινάμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν. ΦΑΙ. ἀληθέστατα λέγεις. ΣΩ. τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵνα οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν· ἐάν τέ τινʼ ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθʼ ὁρᾶν, τοῦτον διώκω κατόπισθε μετʼ ἴχνιον ὥστε θεοῖο.2 καὶ μέντοι καὶ τοὺς δυναμένους αὐτὸ δρᾶν εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε, καλῶ δὲ οὖν μέχρι τοῦδε διαλεκτικούς. τὰ δὲ νῦν παρὰ σοῦ τε καὶ Λυσίου μαθόντας εἰπὲ τί χρὴ καλεῖν· ἢ τοῦτο ἐκεῖνό ἐστιν ἡ λόγων τέχνη, ᾗ Θρασύμαχός τε καὶ οἱ ἄλλοι χρώμενοι σοφοὶ μὲν αὐτοὶ λέγειν γεγόνασιν, ἄλλους τε ποιοῦσιν, οἳ ἂν δωροφορεῖν αὐτοῖς ὡς βασιλεῦσιν ἐθέλωσιν; ΦΑΙ. βασιλικοὶ μὲν ἇνδρες, οὐ μὲν δὴ ἐπιστήμονές γε ὧν ἐρωτᾷς. ἀλλὰ τοῦτο μὲν τὸ εἶδος ὀρθῶς ἔμοιγε δοκεῖς καλεῖν, διαλεκτικὸν καλῶν· τὸ δὲ ῥητορικὸν δοκεῖ μοι διαφεύγειν ἔθʼ ἡμᾶς. ΣΩ. πῶς φῄς; καλόν πού τι ἂν εἴη, ὃ τούτων ἀπολειφθὲν ὅμως τέχνῃ λαμβάνεται; πάντως δʼ οὐκ ἀτιμαστέον αὐτὸ σοί τε καὶ ἐμοί, λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς. ΦΑΙ. καὶ μάλα που συχνά, ὦ Σώκρατες, τά γʼ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις. ΣΩ. καλῶς γε ὑπέμνησας. προοίμιον μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῇ· ταῦτα λέγεις —ἦ γάρ; —τὰ κομψὰ τῆς τέχνης; ΦΑΙ. ναί. ΣΩ. δεύτερον δὲ δὴ διήγησίν τινα μαρτυρίας τʼ ἐπʼ αὐτῇ, τρίτον τεκμήρια, τέταρτον εἰκότα· καὶ πίστωσιν οἶμαι καὶ ἐπιπίστωσιν λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα. ΦΑΙ. τὸν χρηστὸν λέγεις Θεόδωρον;
ソクラテス:それは逆に、自然な関節に沿って、種ごとに切り分けていくことができることであり、下手な肉屋のやり方に従っていかなる部分も叩き割ろうとはしないことだ。むしろ、先ほどの二つの言論が、思考の無分別な部分を共通の一つの種として捉えたように、また一つの身体から左右二つの、同名でありながら対照的な部分、すなわち左側、そして右側と呼ばれる部分が自然に生じているように、これと同様に、私たちの内にある狂気をも自然に備わった一つの種であると見なして、二つの言論は、一方は左側の部分を切り分け、さらにこれを切り分けることをやめず、ついにその中に、同じく左の愛と呼ばれるものを見出して正当にも非難し、他方は私たちを狂気の右側の部分へと導き、それと同名でありながらも一種の神的な愛を見出して提示し、私たちにとって最大の善の原因であるとして賞賛したのだ。パイドロス:実におっしゃる通りです。ソクラテス:パイドロスよ、私自身、語り、かつ考えることができるようになるために、まさにこれらの分割と総合の愛好者なのだ。そして、もし他の誰かで、一なるものと多くのものへと自然に目を向けることができる能力を持つ者を見いだしたなら、私は彼の後ろを「神の足跡を追うように」追いかける。さらにまた、このようにすることのできる人々を、正しく呼んでいるか否かは神のみぞ知るが、とにかく今のところ私は彼らを「問答術家」と呼んでいる。しかし、今しがた君とリュシアスから学んだ者たちを何と呼ぶべきか言ってくれ。あるいは、これこそがあの言論の技術であり、トラシュマコスや他の知者たちが用いて自分たち自身も語ることに長け、また王たちのように自分たちに貢ぎ物を捧げようとする他の人々をもそのようにしているものなのかね。パイドロス:高貴な人々ではありますが、あなたの尋ねておられることの専門家ではありません。しかし、その方法については、あなたが問答術と呼ぶのは正しいと私には思われます。しかし、修辞術は、依然として私たちから逃れ去っているように思われます。ソクラテス:どういうことかね。これらから取り残されながらも、なお技術として獲得される素晴らしいものが何かあるというのかね。ともあれ、君と私においてそれを軽視すべきではなく、修辞術の残された部分がいったい何であるかを語らねばならないな。パイドロス:ソクラテスよ、言論の技術について書かれた書物の中には、確かにきわめて多くのことが書かれています。ソクラテス:実によく思い出させてくれた。まず第一に、言論の最初には「導入」が語られねばならないと私は思うが。君が言っているのはこうした、技術の粋のことね?パイドロス:はい。ソクラテス:そして第二には「叙述」と、それに続く「証言」、第三には「証拠」、第四には「確度」だ。そして「補強」と「再補強」をも、あのビュザンティオンの最も優れた言論の職人は言っていると思うが。パイドロス:あの立派なテオドロスのことですか。
ΣΩ. τί μήν; καὶ ἔλεγχόν γε καὶ ἐπεξέλεγχον ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὗρεν καὶ παρεπαίνους—οἱ δʼ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν—σοφὸς γὰρ ἁνήρ. Τεισίαν δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον,3 τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, καινά τε ἀρχαίως τά τʼ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον; ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων. ΦΑΙ. σοφώτατά γε, ὦ Πρόδικε. ΣΩ. Ἱππίαν δὲ οὐ λέγομεν; οἶμαι γὰρ ἂν σύμψηφον αὐτῷ καὶ τὸν Ἠλεῖον ξένον γενέσθαι. ΦΑΙ. τί δʼ οὔ; ΣΩ. τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων—ὡς διπλασιολογίαν καὶ γνωμολογίαν καὶ εἰκονολογίαν—ὀνομάτων τε Λικυμνίων ἃ ἐκείνῳ ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας; ΦΑΙ. Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτʼ ἄττα; ΣΩ. ὀρθοέπειά γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά. τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων4 κεκρατηκέναι τέχνῃ μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονεν, καὶ πάλιν ὠργισμένοις ἐπᾴδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος. τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν ἐπάνοδον, ἄλλοι δʼ ἄλλο τίθενται ὄνομα. ΦΑΙ. τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων; ΣΩ. ταῦτα λέγω, καὶ εἴ τι σὺ ἄλλο ἔχεις εἰπεῖν λόγων τέχνης πέρι. ΦΑΙ. σμικρά γε καὶ οὐκ ἄξια λέγειν.
ソクラテス:もちろんそうだ。そして、告発と弁護においてなされるべき「反駁」と「再反駁」もね。だが、あの最も美しいパロス人エウエノスを私たちは引き出さないのかね。彼は「間接暗示」と「付帯賛辞」を最初に発明した人物だ。 ――人々は、記憶を助けるために彼がこれらを韻文で「付帯酷評」とともに語ったと言っているが。実に知恵のある男だからね。また、真実よりも確度を重んじるべきものと見なし、言論の力によって小さいものを大きく、大きいものを小さく見せ、また新しいものを古風に、反対に古いものを新しく見せ、あらゆることについて簡潔な言論と限りない長さを発明したティシアスとゴルギアスは、眠らせておこうか。これらをかつて私から聞いたプロディコスは笑い、自分一人だけが言論に求められる技術を発見した、すなわち言論は長くても短くてもいけず、適度でなければならない、と言ったのだが。パイドロス:プロディコスよ、実にお見事な知恵ですね。ソクラテス:ヒッピアスについては語らないのかね。あのエリスからの客人も、彼に賛成票を投じると思うが。パイドロス:当然そうでしょう。ソクラテス:では、ポロスのあの言論の殿堂を今度は何と表現しようか。すなわち「重複表現」や「格言表現」や「比喩表現」、そしてリキュムニオスが美文を作るために彼に贈ったという様々な言葉を。パイドロス:ソクラテスよ、しかしプロタゴラスのものにも、何かそのようなものはありませんでしたか。ソクラテス:「正しい言葉遣い」とか、その他多くの素晴らしいものがある。ところで、老齢や貧困へと引きずられていく者たちの哀歌において、技術によって圧倒しているのは、あのカルケドンの男の力であると私には思われる。彼はまた、多くの人々を一度に怒らせることに恐るべき力を発揮する男であり、また怒っている人々を呪文で手なずけて和らげる(彼が言ったように)のにも長けている。また、中傷を浴びせ、またどこからであろうと中傷を解くことにおいて、きわめて強力な男だ。そして、言論の結びについては、誰もが共通に合意しているように思われる。それをある人々は「再叙述」と呼び、他の人々は別の名前を付けているがね。パイドロス:最後に、聞き手に対して、語られたそれぞれの事柄を要約して思い出させることをおっしゃっているのですか。ソクラテス:そのことだ。もし君が他に言論の技術について何か言いたいことがあるなら、それも。パイドロス:ごく小さなことで、語るに値しないことです。
- 265eὥσπερ ἄρτι τὼ λόγω
「ちょうど〜のように、そのように〜」という長大で複雑な対比構造。265dでの「総合」に続き、265eで示された「分割」の第二の手法を説明するために、ソクラテス自身の先ほどの二つの演説を例に引く。ὥσπερ 節が二重に置かれ(二つの演説が愚かさを共通の種としたように、また身体から左右が自然に生じているように)、それを受けて οὕτω καὶ(そのように〜もまた)以下で主節が展開する。
- 266bκατόπισθε μετʼ ἴχνιον ὥστε θεοῖο
ホメロス(『オデュッセイア』第2歌406行など)の詩句「神の足跡のすぐ後ろを追うように」の引用あるいは模倣。叙事詩の方言形(属格語尾 -οιο)を含み、接続詞 ὥστε は比喩を表す ὥς と同義である。ソクラテスが弁証術に長けた者に対して抱く、神への敬意にも似た強い憬れを表現している。
- 267aοἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον
関係代名詞 οἵ の先行詞は Τεισίαν δὲ Γοργίαν τε。前置詞句 πρὸ τῶν ἀληθῶν は「真実よりも優先して」の意。動詞 εἶδον(見なした)は、対格目的語(τὰ εἰκότα「確度のあること、尤もらしいこと」)と ὡς + 動形容詞(τιμητέα「重んじられるべき」)を伴い、「真実よりも尤もらしさのほうを、より重んじるべきものと見なした」という判断を表す。
- 267cτῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων
属格をとるこの長い形容詞句・分詞句(老齢や貧困へと引きずられていく人々についての哀れみを誘う言論)は、後続する不定詞 κεκρατηκέναι(圧倒する、支配する)の直接目的語となっている。主動詞 φαίνεται(〜のように思われる)の補語として不定詞句が構成され、その意味上の主語は τὸ τοῦ Χαλκηδονίου σθένος(カルケドンの男の力、すなわちトラシュマコスの弁論能力)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
