Humanitext Reader

柏拉图 · 斐德罗篇 §243

司特西科罗斯退修诗的典故与对爱神的补偿

第 10 段,共 28 段 · 希腊语

内容简介

苏格拉底批评之前的两篇言论不敬地诽谤了爱神,并宣布自己将效仿诗人司特西科罗斯(后者在诽谤海伦后通过创作《退修诗》恢复了视力),向爱神献上自己的《退修诗》。

§243ΣΩ. εἰ δʼ ἔστιν, ὥσπερ οὖν ἔστι, θεὸς ἤ τι θεῖον ὁ Ἔρως, οὐδὲν ἂν κακὸν εἴη, τὼ δὲ λόγω τὼ νυνδὴ περὶ αὐτοῦ εἰπέτην ὡς τοιούτου ὄντος·
苏格拉底:但如果爱神正如他确实是的,是一位神或某种神圣的存在,他就绝不可能是任何邪恶之物。 然而刚才的那两篇言论却把他说成是这样。
ταύτῃ τε οὖν ἡμαρτανέτην περὶ τὸν ἔρωτα, ἔτι τε ἡ εὐήθεια αὐτοῖν πάνυ ἀστεία, τὸ μηδὲν ὑγιὲς λέγοντε μηδὲ ἀληθὲς σεμνύνεσθαι ὡς τὶ ὄντε, εἰ ἄρα ἀνθρωπίσκους τινὰς ἐξαπατήσαντε εὐδοκιμήσετον ἐν αὐτοῖς.
因此,在这方面,它们俩都对爱神犯下了过错。 而且,它们俩的愚蠢也十分可笑:在说不出任何健全或真实之物的情况下,却装腔作势,仿佛自己算得上什么,以为这样就能欺骗一些微不足道的小人,并在他们中间赢得名声。
ἐμοὶ μὲν οὖν, ὦ φίλε, καθήρασθαι ἀνάγκη·
因此,我的朋友,对我来说,净化自己是必不可少的。
ἔστιν δὲ τοῖς ἁμαρτάνουσι περὶ μυθολογίαν καθαρμὸς ἀρχαῖος, ὃν Ὅμηρος μὲν οὐκ ᾔσθετο, Στησίχορος δέ.
而对于在神话方面犯错的人,有一种古老的净化方法,这是荷马不曾察觉,但司特西科罗斯却察觉到了的。
τῶν γὰρ ὀμμάτων στερηθεὶς διὰ τὴν Ἑλένης κακηγορίαν οὐκ ἠγνόησεν ὥσπερ Ὅμηρος, ἀλλʼ ἅτε μουσικὸς ὢν ἔγνω τὴν αἰτίαν, καὶ ποιεῖ εὐθὺς— " οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος, οὐδʼ ἔβας ἐν νηυσὶν εὐσέλμοις, οὐδʼ ἵκεο Πέργαμα Τροίας·
因为司特西科罗斯因诽谤海伦而被剥夺了视力,他没有像荷马那样无知,而是作为缪斯的侍奉者,他认清了原因,并立刻写道: “这篇言论不是真实的,你未曾登上那有着优美船桨的战船,也未曾到达特洛伊的城堡。
" καὶ ποιήσας δὴ πᾶσαν τὴν καλουμένην Παλινῳδίαν παραχρῆμα ἀνέβλεψεν.
“在创作了整篇所谓的《退修诗》之后,他立刻恢复了视力。
ἐγὼ οὖν σοφώτερος ἐκείνων γενήσομαι κατʼ αὐτό γε τοῦτο· πρὶν γάρ τι παθεῖν διὰ τὴν τοῦ Ἔρωτος κακηγορίαν πειράσομαι αὐτῷ ἀποδοῦναι τὴν παλινῳδίαν, γυμνῇ τῇ κεφαλῇ καὶ οὐχ ὥσπερ τότε ὑπʼ αἰσχύνης ἐγκεκαλυμμένος.
因此,在这一点上我将比他们更聪明:因为在由于诽谤爱神而遭受什么惩罚之前,我将尝试向他献上我的《退修诗》,而且要光着头,而不是像刚才那样因羞愧而蒙着面。
ΦΑΙ. τουτωνί, ὦ Σώκρατες, οὐκ ἔστιν ἅττʼ ἂν ἐμοὶ εἶπες ἡδίω.
斐德若:苏格拉底,你对我说的这些话,没有比这更让我听着高兴的了。
ΣΩ. καὶ γάρ, ὠγαθὲ Φαῖδρε, ἐννοεῖς ὡς ἀναιδῶς εἴρησθον τὼ λόγω, οὗτός τε καὶ ὁ ἐκ τοῦ βιβλίου ῥηθείς.
苏格拉底:确实,亲爱的斐德若,你注意到这两篇言论——无论是我刚才说的那篇,还是照着书读的那篇——说得有多么无耻了吧。
εἰ γὰρ ἀκούων τις τύχοι ἡμῶν γεννάδας καὶ πρᾷος τὸ ἦθος, ἑτέρου δὲ τοιούτου ἐρῶν ἢ καὶ πρότερόν ποτε ἐρασθείς, λεγόντων ὡς διὰ σμικρὰ μεγάλας ἔχθρας οἱ ἐρασταὶ ἀναιροῦνται καὶ ἔχουσι πρὸς τὰ παιδικὰ φθονερῶς τε καὶ βλαβερῶς, πῶς οὐκ ἂν οἴει αὐτὸν ἡγεῖσθαι ἀκούειν ἐν ναύταις που τεθραμμένων καὶ οὐδένα ἐλεύθερον ἔρωτα ἑωρακότων, πολλοῦ δʼ ἂν δεῖν ἡμῖν ὁμολογεῖν ἃ ψέγομεν τὸν ἔρωτα;
因为如果有一个性格高尚、温和的人,他碰巧爱着另一个同样的人,或者以前曾经恋爱过,听见我们说恋爱者会因琐事而产生巨大的仇恨,并对少年表现出嫉妒和有害的态度,你认为他怎能不觉得是在听那些在水手堆里长大、从未见过任何自由恋爱的人说话呢? 他又怎么可能同意我们对爱神所作的那些谴责呢?
ΦΑΙ. ἴσως νὴ Δίʼ, ὦ Σώκρατες.
斐德若:以宙斯之名,苏格拉底,大概确实会这样。
ΣΩ. τοῦτόν γε τοίνυν ἔγωγε αἰσχυνόμενος, καὶ αὐτὸν τὸν ἔρωτα δεδιώς, ἐπιθυμῶ ποτίμῳ λόγῳ οἷον ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι·
苏格拉底:因此,我对这名男子感到羞愧,也敬畏爱神本身,我渴望用甘甜的言论来洗刷这仿佛吸入了盐水的耳朵。
συμβουλεύω δὲ καὶ Λυσίᾳ ὅτι τάχιστα γράψαι ὡς χρὴ ἐραστῇ μᾶλλον ἢ μὴ ἐρῶντι ἐκ τῶν ὁμοίων χαρίζεσθαι.
我也建议吕西亚斯尽快写一篇文章,说明在同等情况下,应该更多地向恋爱者而不是不恋爱的人示好。
ΦΑΙ. ἀλλʼ εὖ ἴσθι ὅτι ἕξει τοῦθʼ οὕτω·
斐德若:但请放心,事情一定会这样。
σοῦ γὰρ εἰπόντος τὸν τοῦ ἐραστοῦ ἔπαινον, πᾶσα ἀνάγκη Λυσίαν ὑπʼ ἐμοῦ ἀναγκασθῆναι γράψαι αὖ περὶ τοῦ αὐτοῦ λόγον.
因为一旦你发表了对恋爱者的赞歌,斐德若就必然会强迫吕西亚斯针对同一主题重新写一篇言论。
ΣΩ. τοῦτο μὲν πιστεύω, ἕωσπερ ἂν ᾖς ὃς εἶ.
苏格来底:这我相信,只要你还是你。
ΦΑΙ. λέγε τοίνυν θαρρῶν.
斐德若:那么,请放心地说吧。
ΣΩ. ποῦ δή μοι ὁ παῖς πρὸς ὃν ἔλεγον;
苏格拉底:刚才我对之说话的那个少年到底在哪里呢?
ἵνα καὶ τοῦτο ἀκούσῃ, καὶ μὴ ἀνήκοος ὢν φθάσῃ χαρισάμενος τῷ μὴ ἐρῶντι.
好让他也听到这篇言论,免得因为没有听到,就抢先一步去向不恋爱的人示好了。
ΦΑΙ. οὗτος παρά σοι μάλα πλησίον ἀεὶ πάρεστιν, ὅταν σὺ βούλῃ.
斐德若:他就在你身边,非常近,只要你愿意,他随时都在。

词汇与语法注释

  1. 243aτὸ μηδὲν ὑγιὲς λέγοντε μηδὲ ἀληθὲς σεμνύνεσθαι ὡς τὶ ὄντε — 名词化不定式 `τὸ ... σεμνύνεσθαι` 作为同位语,解释前文的主语 `ἡ εὐήθεια αὐτοῖν`(它们俩的愚蠢)。分词 `λέγοντε`(说)和 `ὄντε`(是)均为双数主格,与不定式客观的双数主语(两篇言论)保持一致,该双数主语在指代上与属格代词 `αὐτοῖν` 相同。
  2. 243cπῶς οὐκ ἂν οἴει αὐτὸν ἡγεῖσθαι...; — 动词 `οἴει`(你认为)在语法上作为插入语,助词 `ἂν` 修饰的是不定式 `ἡγεῖσθαι`(认为)而非 `οἴει`。这一结构相当于将直接引语中的潜在希求法(`πῶς οὐκ ἂν ἡγοῖτο;`“他怎能不认为?”)因插入 `οἴει` 而转换为不定式结构。
  3. 243dπολλοῦ δʼ ἂν δεῖν ἡμῖν ὁμολογεῖν — 无人称表达 `πολλοῦ δεῖ`(远非、绝不)在此处以伴随 `ἂν` 的不定式形式 `δεῖν` 出现,并支配其后的不定式 `ὁμολογεῖν`(同意)。助词 `ἂν` 赋予其潜在语气(“他绝不会同意”),整句作为由 `οἴει` 支配的间接引语不定式从句的一部分(省略了对格主语 `αὐτόν`)。

引用这一段

柏拉图, 斐德罗篇 §243. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:243

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。