§235ΣΩ. τί δέ;
苏格拉底:那又怎么说呢?
καὶ ταύτῃ δεῖ ὑπʼ ἐμοῦ τε καὶ σοῦ τὸν λόγον ἐπαινεθῆναι, ὡς τὰ δέοντα εἰρηκότος τοῦ ποιητοῦ, ἀλλʼ οὐκ ἐκείνῃ μόνον, ὅτι σαφῆ καὶ στρογγύλα, καὶ ἀκριβῶς ἕκαστα τῶν ὀνομάτων ἀποτετόρνευται;
难道这篇言论也应当被你我二人从这个角度来赞美——即由于作者说出了必要的道理,而不是仅从那个角度——即由于言词清晰圆润、每个字词都雕琢得精准无瑕?
εἰ γὰρ δεῖ, συγχωρητέον χάριν σήν, ἐπεὶ ἐμέ γε ἔλαθεν ὑπὸ τῆς ἐμῆς οὐδενίας· τῷ γὰρ ῥητορικῷ αὐτοῦ μόνῳ τὸν νοῦν προσεῖχον, τοῦτο δὲ οὐδʼ ἂν αὐτὸν ᾤμην Λυσίαν οἴεσθαι ἱκανὸν εἶναι.
因为如果必须如此,那看在你的面子上也只能承认了,毕竟由于我自己的平庸,我并未察觉到这一点;因为我只把注意力放在了他的修辞上,而关于内容是否充足,我甚至认为即使是吕西亚斯本人也不会觉得这是足够的。
καὶ οὖν μοι ἔδοξεν, ὦ Φαῖδρε, εἰ μή τι σὺ ἄλλο λέγεις, δὶς καὶ τρὶς τὰ αὐτὰ εἰρηκέναι, ὡς οὐ πάνυ εὐπορῶν τοῦ πολλὰ λέγειν περὶ τοῦ αὐτοῦ, ἢ ἴσως οὐδὲν αὐτῷ μέλον τοῦ τοιούτου· καὶ ἐφαίνετο δή μοι νεανιεύεσθαι ἐπιδεικνύμενος ὡς οἷός τε ὢν ταὐτὰ ἑτέρως τε καὶ ἑτέρως λέγων ἀμφοτέρως εἰπεῖν ἄριστα.
因此,斐德若,除非你另有看法,否则在我看来,他似乎把同样的话翻来覆去说了两三遍,仿佛他并没有太多的话能就同一主题展开,又或许是他根本不在意这种事情;而且他向我展示出一种炫耀的态度,夸示自己能够将同一件事以不同的方式表达,并且在两种方式下都说得极好。
ΦΑΙ. οὐδὲν λέγεις, ὦ Σώκρατες· αὐτὸ γὰρ τοῦτο καὶ μάλιστα ὁ λόγος ἔχει.
斐德若:你在胡说,苏格拉底;因为这正是该言论最突出的特点。
τῶν γὰρ ἐνόντων ἀξίως ῥηθῆναι ἐν τῷ πράγματι οὐδὲν παραλέλοιπεν, ὥστε παρὰ τὰ ἐκείνῳ εἰρημένα μηδένʼ ἄν ποτε δύνασθαι εἰπεῖν ἄλλα πλείω καὶ πλείονος ἄξια.
对于在这个主题中值得一说的一切内容,他毫无遗漏,以至于除了他所说的那些之外,任何人都不可能说出比这更丰富、更有价值的道理。
ΣΩ. τοῦτο ἐγώ σοι οὐκέτι οἷός τʼ ἔσομαι πιθέσθαι· παλαιοὶ γὰρ καὶ σοφοὶ ἄνδρες τε καὶ γυναῖκες περὶ αὐτῶν εἰρηκότες καὶ γεγραφότες ἐξελέγξουσί με, ἐάν σοι χαριζόμενος συγχωρῶ.
苏格拉底:在这一点上,我可无法再赞同你了;因为古昔有智慧的男男女女曾就这些事进行过论述和著书,如果我为了取悦你而予以承认,他们就会反驳我。
ΦΑΙ. τίνες οὗτοι;
斐德若:这些人是谁?
καὶ ποῦ σὺ βελτίω τούτων ἀκήκοας;
你又是在哪里听到过比这更好的道理的?
ΣΩ. νῦν μὲν οὕτως οὐκ ἔχω εἰπεῖν· δῆλον δὲ ὅτι τινῶν ἀκήκοα, ἤ που Σαπφοῦς τῆς καλῆς ἢ Ἀνακρέοντος τοῦ σοφοῦ ἢ καὶ συγγραφέων τινῶν.
苏格拉底:现在我无法具体说出来;但很明显我曾听某些人说过,也许是美丽的萨福,或是聪慧的阿那克里翁,又或是某些散文作家。
πόθεν δὴ τεκμαιρόμενος λέγω;
那我究竟凭什么做出这种推测呢?
πλῆρές πως, ὦ δαιμόνιε, τὸ στῆθος ἔχων αἰσθάνομαι παρὰ ταῦτα ἂν ἔχειν εἰπεῖν ἕτερα μὴ χείρω.
我神妙的朋友啊,我感到我的胸中不知怎的有些充实,能说出其他绝不亚于吕西亚斯且与之不同的话来。
ὅτι μὲν οὖν παρά γε ἐμαυτοῦ οὐδὲν αὐτῶν ἐννενόηκα, εὖ οἶδα, συνειδὼς ἐμαυτῷ ἀμαθίαν· λείπεται δὴ οἶμαι ἐξ ἀλλοτρίων ποθὲν ναμάτων διὰ τῆς ἀκοῆς πεπληρῶσθαί με δίκην ἀγγείου.
至于说这些话绝非我自己想出来的,我很清楚,因为我深知自己的无知;那么剩下的唯一可能,我想就是我像一个器皿一样,通过听闻,从外来的某处溪流中被灌满了。
ὑπὸ δὲ νωθείας αὖ καὶ αὐτὸ τοῦτο ἐπιλέλησμαι, ὅπως τε καὶ ὧντινων ἤκουσα.
但由于我的懒散,我转眼又把这件事本身,即如何听到以及听谁说的,忘得一干二净了。
ΦΑΙ. ἀλλʼ, ὦ γενναιότατε, κάλλιστα εἴρηκας.
斐德若:啊,最高贵的友伴,你说的太好了。
σὺ γὰρ ἐμοὶ ὧντινων μὲν καὶ ὅπως ἤκουσας μηδʼ ἂν κελεύω εἴπῃς, τοῦτο δὲ αὐτὸ ὃ λέγεις ποίησον·
即使我要求你,你也不必告诉我你从谁那里、以何种方式听来的,但只要做你所说的这件事就行:你已经承诺避开书中的内容,说出比之更好且数量不少的另一些道理。
τῶν ἐν τῷ βιβλίῳ βελτίω τε καὶ μὴ ἐλάττω ἕτερα ὑπέσχησαι εἰπεῖν τούτων ἀπεχόμενος, καί σοι ἐγώ, ὥσπερ οἱ ἐννέα ἄρχοντες, ὑπισχνοῦμαι χρυσῆν εἰκόνα ἰσομέτρητον εἰς Δελφοὺς ἀναθήσειν, οὐ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σήν.
因此我向你保证,就像那九位执政官一样,我将在德尔斐立一尊等身大小的金像,不仅有我自己的,还有你的。