§175ὄπισθεν ἐμοῦ ἄρτι εἰσῄει· ἀλλὰ θαυμάζω καὶ αὐτὸς ποῦ ἂν εἴη.
“他刚才还跟在我后面进来;但我自己也感到纳闷,他会在哪里呢。
οὐ σκέψῃ, ἔφη, παῖ, φάναι τὸν Ἀγάθωνα, καὶ εἰσάξεις Σωκράτη;
”阿伽通说:“童子,你去看看,把苏格拉底领进来好吗?
σὺ δʼ, ἦ δʼ ὅς, Ἀριστόδημε, παρʼ Ἐρυξίμαχον κατακλίνου.
而你,阿里斯托德莫斯,就在埃里希马库斯旁边落座吧。
καὶ ἓ μὲν ἔφη ἀπονίζειν τὸν παῖδα ἵνα κατακέοιτο· ἄλλον δέ τινα τῶν παίδων ἥκειν ἀγγέλλοντα ὅτι
Σωκράτης οὗτος ἀναχωρήσας ἐν τῷ τῶν γειτόνων προθύρῳ ἕστηκεν, κἀμοῦ καλοῦντος οὐκ ἐθέλει εἰσιέναι.
”于是,他说一个仆人帮他洗脚以便他能就座;而另一个仆人跑来报告说:“那位苏格拉底躲到邻居家的门廊里站着,我叫他,他也不愿意进来。
ἄτοπόν γʼ, ἔφη, λέγεις· οὔκουν καλεῖς αὐτὸν καὶ μὴ ἀφήσεις;
”“真怪,”阿伽通说,“那你怎么不叫他,别让他走了?
καὶ ὃς ἔφη εἰπεῖν μηδαμῶς, ἀλλʼ ἐᾶτε αὐτόν.
” 而阿里斯托德莫斯说他回答道:“千万不要,随他去吧。
ἔθος γάρ τι τοῦτʼ ἔχει· ἐνίοτε ἀποστὰς ὅποι ἂν τύχῃ ἕστηκεν.
因为他有这种习惯;有时他会避开人群,在随便什么碰巧的地方站着。
ἥξει δʼ αὐτίκα, ὡς ἐγὼ οἶμαι.
我想他马上就会来的。
μὴ οὖν κινεῖτε, ἀλλʼ ἐᾶτε.
所以请不要打扰他,随他去吧。
ἀλλʼ οὕτω χρὴ ποιεῖν, εἰ σοὶ δοκεῖ, ἔφη φάναι τὸν Ἀγάθωνα.
”“既然你这么认为,那就这么办吧,”阿伽通说。
ἀλλʼ ἡμᾶς, ὦ παῖδες, τοὺς ἄλλους ἑστιᾶτε.
“那么,童子们,款待我们其他的人吧。
πάντως παρατίθετε ὅτι ἂν βούλησθε, ἐπειδάν τις ὑμῖν μὴ ἐφεστήκῃ—ὃ ἐγὼ οὐδεπώποτε ἐποίησα—νῦν οὖν, νομίζοντες καὶ ἐμὲ ὑφʼ ὑμῶν κεκλῆσθαι ἐπὶ δεῖπνον καὶ τούσδε τοὺς ἄλλους, θεραπεύετε, ἵνʼ ὑμᾶς ἐπαινῶμεν.
只要没有人在上面监督你们——我可从来不干这事——你们就尽管把你们想上的菜端上来。 所以现在,把我和其他这些人都当作是由你们邀请来赴宴的客人,好好伺候我们,好让我们赞美你们。
μετὰ ταῦτα ἔφη σφᾶς μὲν δειπνεῖν, τὸν δὲ Σωκράτη οὐκ εἰσιέναι.
” 在这之后,他说他们开始用餐,但苏格拉底仍然没有进来。
τὸν οὖν Ἀγάθωνα πολλάκις κελεύειν μεταπέμψασθαι τὸν Σωκράτη, ἓ δὲ οὐκ ἐᾶν.
因此,阿伽通一再吩咐派人去请苏格拉底,而阿里斯托德莫斯则不让这么做。
ἥκειν οὖν αὐτὸν οὐ πολὺν χρόνον ὡς εἰώθει διατρίψαντα, ἀλλὰ μάλιστα σφᾶς μεσοῦν δειπνοῦντας.
结果,苏格拉底并没有像往常那样耽搁太久就来了,但来时他们大约已经吃到一半了。
τὸν οὖν Ἀγάθωνα—τυγχάνειν γὰρ ἔσχατον κατακείμενον μόνον—δεῦρʼ, ἔφη φάναι, Σώκρατες, παρʼ ἐμὲ κατάκεισο, ἵνα καὶ τοῦ σοφοῦ ἁπτόμενός σου ἀπολαύσω, ὅ σοι προσέστη ἐν τοῖς προθύροις.
当时碰巧一个人坐在最末座的阿伽通说:“苏格拉底,到这儿来,坐在我旁边,好让我能通过抚摸你,来分享你在门廊里悟到的智慧。
δῆλον γὰρ ὅτι ηὗρες αὐτὸ καὶ ἔχεις· οὐ γὰρ ἂν προαπέστης.
因为显然你已经找到了它并拥有了它;否则你不会离开那里的。
καὶ τὸν Σωκράτη καθίζεσθαι καὶ εἰπεῖν ὅτι εὖ ἂν ἔχοι, φάναι, ὦ Ἀγάθων, εἰ τοιοῦτον εἴη ἡ σοφία ὥστʼ ἐκ τοῦ πληρεστέρου εἰς τὸ κενώτερον ῥεῖν ἡμῶν, ἐὰν ἁπτώμεθα ἀλλήλων, ὥσπερ τὸ ἐν ταῖς κύλιξιν ὕδωρ τὸ διὰ τοῦ ἐρίου ῥέον ἐκ τῆς πληρεστέρας εἰς τὴν κενωτέραν.
” 于是苏格拉底坐下来说道:“阿伽通啊,如果智慧是这样一种东西,只要我们互相接触,它就会从我们之中较满的一方流向较空的一方,那该有多好啊,就像杯子里的水通过羊毛线从较满的杯子流向较空的一样。
εἰ γὰρ οὕτως ἔχει καὶ ἡ σοφία, πολλοῦ τιμῶμαι τὴν παρὰ σοὶ κατάκλισιν· οἶμαι γάρ με παρὰ σοῦ πολλῆς καὶ καλῆς σοφίας πληρωθήσεσθαι.
因为如果智慧也是这样,我可就非常看重在你身旁就座了;因为我想,我一定会从你那里充满许多又美妙的智慧。
ἡ μὲν γὰρ ἐμὴ φαύλη τις ἂν εἴη, ἢ καὶ ἀμφισβητήσιμος ὥσπερ ὄναρ οὖσα, ἡ δὲ σὴ λαμπρά τε καὶ πολλὴν ἐπίδοσιν ἔχουσα, ἥ γε παρὰ σοῦ νέου ὄντος οὕτω σφόδρα ἐξέλαμψεν καὶ ἐκφανὴς ἐγένετο πρῴην ἐν μάρτυσι τῶν Ἑλλήνων πλέον ἢ τρισμυρίοις.
因为我自己的智慧或许有些平庸,甚至像梦境一样靠不住,而你的智慧却是灿烂耀眼并有着极大的进步前景,它从年轻的你身上喷涌而出,前天在三万多希腊目击者面前显得如此耀眼、如此彰显。
ὑβριστὴς εἶ, ἔφη, ὦ Σώκρατες, ὁ Ἀγάθων.
” “你真会挖苦人,苏格拉底,”阿伽通说。
καὶ ταῦτα μὲν καὶ ὀλίγον ὕστερον διαδικασόμεθα ἐγώ τε καὶ σὺ περὶ τῆς σοφίας, δικαστῇ χρώμενοι τῷ Διονύσῳ· νῦν δὲ πρὸς τὸ δεῖπνον πρῶτα τρέπου.
“关于智慧的这场争论,你和我待会儿要决个胜负,由狄奥尼索斯来作我们的裁判;但现在你还是先专心吃晚饭吧。 ”