Humanitext Reader

柏拉图 · 会饮篇 §172-173

阿波罗多洛斯转述阿伽通宴会的缘起

第 1 段,共 36 段 · 希腊语

内容简介

阿波罗多洛斯被熟人格劳孔叫住,对方请求其讲述当年在阿伽通家举办、苏格拉底等人参与的关于爱情的宴会。阿波罗多洛斯解释称该活动发生于数年前,他本人虽未到场,但准备转述从阿利斯托德莫斯处听来的内容。

§172ΑΠΟΛ. δοκῶ μοι περὶ ὧν πυνθάνεσθε οὐκ ἀμελέτητος εἶναι.
阿波罗多洛斯:对于你们所询问的事情,我并不是没有准备的。
καὶ γὰρ ἐτύγχανον πρῴην εἰς ἄστυ οἴκοθεν ἀνιὼν Φαληρόθεν·
因为前天我正好从法勒戎的家中上城里去。
τῶν οὖν γνωρίμων τις ὄπισθεν κατιδών με πόρρωθεν ἐκάλεσε, καὶ παίζων ἅμα τῇ κλήσει, ὦ Φαληρεύς, ἔφη, οὗτος Ἀπολλόδωρος, οὐ περιμένεις;
于是,我的一位熟人从后面老远看见我,便喊住我,一边喊着一边开玩笑说:“喂,法勒戎人! 那个阿波罗多洛斯,你不等一等吗?
κἀγὼ ἐπιστὰς περιέμεινα.
”于是我停下脚步等着。
καὶ ὅς, Ἀπολλόδωρε, ἔφη, καὶ μὴν καὶ ἔναγχός σε ἐζήτουν βουλόμενος διαπυθέσθαι τὴν Ἀγάθωνος συνουσίαν καὶ Σωκράτους καὶ Ἀλκιβιάδου καὶ τῶν ἄλλων τῶν τότε ἐν τῷ συνδείπνῳ παραγενομένων, περὶ τῶν ἐρωτικῶν λόγων τίνες ἦσαν·
他便说:“阿波罗多洛斯,其实我近来正找你呢,想向你打听一下关于阿伽通、苏格拉底、阿尔西比亚德斯以及其他当时出席那场宴会的人的那次聚会,想知道关于爱情的谈话是些什么内容。
ἄλλος γάρ τίς μοι διηγεῖτο ἀκηκοὼς Φοίνικος τοῦ Φιλίππου, ἔφη δὲ καὶ σὲ εἰδέναι.
因为另一个人听了腓力之子菲尼克斯的叙述后转告了我,他说你也知道这件事。
ἀλλὰ γὰρ οὐδὲν εἶχε σαφὲς λέγειν.
但他却说不清楚任何确实的内容。
σὺ οὖν μοι διήγησαι·
所以,请你给我讲讲吧。
δικαιότατος γὰρ εἶ τοὺς τοῦ ἑταίρου λόγους ἀπαγγέλλειν.
因为你是最适合转述你朋友言论的人。
πρότερον δέ μοι, ἦ δʼ ὅς, εἰπέ, σὺ αὐτὸς παρεγένου τῇ συνουσίᾳ ταύτῃ ἢ οὔ;
不过,在那之前先告诉我,”他说,“你本人亲自参加了那次聚会,还是没有?
κἀγὼ εἶπον ὅτι παντάπασιν ἔοικέ σοι οὐδὲν διηγεῖσθαι σαφὲς ὁ διηγούμενος, εἰ νεωστὶ ἡγῇ τὴν συνουσίαν γεγονέναι ταύτην ἣν ἐρωτᾷς, ὥστε καὶ ἐμὲ παραγενέσθαι.
”我便说:“看来那个给你讲故事的人,确实完全没有给你讲明白任何确实的事情,如果你以为你所问的这次聚会是最近才发生的,以至于我也能亲自参加。
ἐγώ γε δή, ἔφη.
”“我确实是这么想的。 ”他说。
πόθεν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων;
“怎么可能呢,格劳孔?
οὐκ οἶσθʼ ὅτι πολλῶν ἐτῶν Ἀγάθων ἐνθάδε οὐκ ἐπιδεδήμηκεν, ἀφʼ οὗ δʼ ἐγὼ Σωκράτει συνδιατρίβω καὶ ἐπιμελὲς πεποίημαι ἑκάστης ἡμέρας εἰδέναι ὅτι ἂν λέγῃ ἢ πράττῃ, οὐδέπω τρία ἔτη ἐστίν;
”我说,“难道你不知道,阿伽通已经好多年没有在这里居住过,而自从我与苏格拉底相处,并每天留心他的一言一行,还不到三年吗?
§173ΑΠΟΛ. πρὸ τοῦ δὲ περιτρέχων ὅπῃ τύχοιμι καὶ οἰόμενος τὶ ποιεῖν ἀθλιώτερος ἦ ὁτουοῦν, οὐχ ἧττον ἢ σὺ νυνί, οἰόμενος δεῖν πάντα μᾶλλον πράττειν ἢ φιλοσοφεῖν.
” 阿波罗多洛斯:“在此之前,我到处乱跑,自以为在做什么大事,却比任何人都要可怜,绝不亚于现在的你,认为自己应该做任何事情,唯独不该去追求智慧。
καὶ ὅς, μὴ σκῶπτʼ, ἔφη, ἀλλʼ εἰπέ μοι πότε ἐγένετο ἡ συνουσία αὕτη.
”他便说:“别开玩笑了,快告诉我这次聚会究竟是什么时候发生的。
κἀγὼ εἶπον ὅτι παίδων ὄντων ἡμῶν ἔτι, ὅτε τῇ πρώτῃ τραγῳδίᾳ ἐνίκησεν Ἀγάθων, τῇ ὑστεραίᾳ ἢ ᾗ τὰ ἐπινίκια ἔθυεν αὐτός τε καὶ οἱ χορευταί.
”我便说:“那是在我们还都是孩子的时候,阿伽通凭他的第一部悲剧获胜的那次,就在他本人和合唱队成员举行获胜祭祀的第二天。
πάνυ, ἔφη, ἄρα πάλαι, ὡς ἔοικεν.
”“确实,”他说,“那看来是很久以前的事了。
ἀλλὰ τίς σοι διηγεῖτο;
但谁给你讲的?
ἢ αὐτὸς Σωκράτης;
难道是苏格拉底本人?
οὐ μὰ τὸν Δία, ἦν δʼ ἐγώ, ἀλλʼ ὅσπερ Φοίνικι.
” “当然不是,”我说,“而是那个给菲尼克斯讲故事的人。
Ἀριστόδημος ἦν τις, Κυδαθηναιεύς, σμικρός, ἀνυπόδητος ἀεί·
是库达特奈昂区的阿利斯托德莫斯,一个身材矮小、总是赤脚的人。
παρεγεγόνει δʼ ἐν τῇ συνουσίᾳ, Σωκράτους ἐραστὴς ὢν ἐν τοῖς μάλιστα τῶν τότε, ὡς ἐμοὶ δοκεῖ.
他参加了那次聚会,在我看来,他是当时最崇拜苏格拉底的人之一。
οὐ μέντοι ἀλλὰ καὶ Σωκράτη γε ἔνια ἤδη ἀνηρόμην ὧν ἐκείνου ἤκουσα, καί μοι ὡμολόγει καθάπερ ἐκεῖνος διηγεῖτο.
不过,对于我从他那里听到的某些事情,我也已经向苏格拉底本人核实过,而苏格拉底也向我证实了,事情正如他所讲的那样。
τί οὖν, ἔφη, οὐ διηγήσω μοι;
”“那么,”他说,“你为什么不给我讲讲呢?
πάντως δὲ ἡ ὁδὸς ἡ εἰς ἄστυ ἐπιτηδεία πορευομένοις καὶ λέγειν καὶ ἀκούειν.
反正进城的这条路,对于行路的人来说,边走边谈、边走边听是最合适不过的。
οὕτω δὴ ἰόντες ἅμα τοὺς λόγους περὶ αὐτῶν ἐποιούμεθα, ὥστε, ὅπερ ἀρχόμενος εἶπον, οὐκ ἀμελετήτως ἔχω.
”于是,我们一边走着,一边谈论着这些话,所以,正如我开头所说,我并不是没有准备的。
εἰ οὖν δεῖ καὶ ὑμῖν διηγήσασθαι, ταῦτα χρὴ ποιεῖν.
如果需要我也给你们讲一遍,那我就必须这样做。
καὶ γὰρ ἔγωγε καὶ ἄλλως, ὅταν μέν τινας περὶ φιλοσοφίας λόγους ἢ αὐτὸς ποιῶμαι ἢ ἄλλων ἀκούω, χωρὶς τοῦ οἴεσθαι ὠφελεῖσθαι ὑπερφυῶς ὡς χαίρω· ὅταν δὲ ἄλλους τινάς, ἄλλως τε καὶ τοὺς ὑμετέρους τοὺς τῶν πλουσίων καὶ χρηματιστικῶν, αὐτός τε ἄχθομαι ὑμᾶς τε τοὺς ἑταίρους ἐλεῶ, ὅτι οἴεσθε τὶ ποιεῖν οὐδὲν ποιοῦντες.
因为我自己平时也是这样,每当我亲自进行关于哲学的一些谈话,或者听别人谈论时,除了认为这对自己有益之外,我还感到无比的高兴;但如果听别的话题,尤其是你们这些有钱人和商人的话,我不仅自己觉得厌烦,还同情你们这些朋友,因为你们以为自己正在做什么大事件,其实什么也没做。
καὶ ἴσως αὖ ὑμεῖς ἐμὲ ἡγεῖσθε κακοδαίμονα εἶναι, καὶ οἴομαι ὑμᾶς ἀληθῆ οἴεσθαι· ἐγὼ μέντοι ὑμᾶς οὐκ οἴομαι ἀλλʼ εὖ οἶδα.
也许反过来,你们认为我是一个不幸的人,而我认为你们的想法是真的;但我对你们,可不只是“认为”,而是“确凿地知道”。
ΕΤΑΙ. ἀεὶ ὅμοιος εἶ, ὦ Ἀπολλόδωρε·
” 同伴:你总是老样子,阿波罗多洛斯;因为你总是既作践自己,又贬低别人。
ἀεὶ γὰρ σαυτόν τε κακηγορεῖς καὶ τοὺς ἄλλους, καὶ δοκεῖς μοι ἀτεχνῶς πάντας ἀθλίους ἡγεῖσθαι πλὴν Σωκράτους, ἀπὸ σαυτοῦ ἀρξάμενος.
在我看来,你简直把除了苏格拉底以外的所有人都当成可怜人,而最先倒霉的就是你自己。
καὶ ὁπόθεν ποτὲ ταύτην τὴν ἐπωνυμίαν ἔλαβες τὸ μαλακὸς καλεῖσθαι, οὐκ οἶδα ἔγωγε·
我真不知道你到底是怎么得来“软弱”这个外号的。
ἐν μὲν γὰρ τοῖς λόγοις ἀεὶ τοιοῦτος εἶ, σαυτῷ τε καὶ τοῖς ἄλλοις ἀγριαίνεις πλὴν Σωκράτους.
因为在谈话中你总是这样,对自己和对别人都发脾气,唯独对苏格拉底例外。
ΑΠΟΛ. ὦ φίλτατε, καὶ δῆλόν γε δὴ ὅτι οὕτω διανοούμενος καὶ περὶ ἐμαυτοῦ καὶ περὶ ὑμῶν μαίνομαι καὶ παραπαίω;
阿波罗多洛斯:我最亲爱的朋友,难道这就很清楚地表明,我因为对自己和你们抱有这样的看法,就成了疯子和糊涂虫吗?
ΕΤΑΙ. οὐκ ἄξιον περὶ τούτων, Ἀπολλόδωρε, νῦν ἐρίζειν·
同伴:阿波罗多洛斯,现在不值得为这些事争论。
ἀλλʼ ὅπερ ἐδεόμεθά σου, μὴ ἄλλως ποιήσῃς, ἀλλὰ διήγησαι τίνες ἦσαν οἱ λόγοι.
但是,我们恳求你的那件事,请不要推托,务必给我们讲讲那些谈话是什么内容。
ΑΠΟΛ. ἦσαν τοίνυν ἐκεῖνοι τοιοίδε τινές—μᾶλλον δʼ ἐξ ἀρχῆς ὑμῖν ὡς ἐκεῖνος διηγεῖτο καὶ ἐγὼ πειράσομαι διηγήσασθαι.
阿波罗多洛斯:那么,那些谈话大概是这样的——或者更确切地说,像他从头向我讲述的那样,我也试着从头给你们讲一遍。

词汇与语法注释

  1. 172aδοκῶ μοι — 意为“我认为”或“我觉得”。虽然在语义上类似于无人称动词结构 “δοκεῖ μοι”(在我看来),但此处 “δοκῶ” 是以第一人称单数为主语的限定动词,并与作为其补足成分的不定式 “εἶναι” 的逻辑主语一致(即主格带不定式结构)。
  2. 172aἐτύγχανον ... ἀνιὼν — 助动词 “τυγχάνω” 与分词 “ἀνιὼν” 连用,表示“碰巧正在做某事”或“正当做某事”。在此处,未完成过去时 “ἐτύγχανον” 与现在分词搭配,生动地描写了过去正在持续进行的背景状况:“我当时正好在上城的途中”。
  3. 172cἀφʼ οὗ — 引导时间从句的习惯表达,意为“自……以来”(是 “ἀπὸ τούτου τοῦ χρόνου, ὅτε...” 的省略形式)。其后接现在时动词 “συνδιατρίβω”,用以表示某一从过去开始并一直持续到目前的动作状态:“自(到今天为止)我与苏格拉底交往以来”。
  4. 173a — 存在动词 “εἰμί” 的第一人称单数未完成过去时形式。这是古典雅典方言的特征拼写,相当于后世通用的 “ἦν”,在此处意为“我曾(处于比任何人都可怜的状态)”。
  5. 173bοὐ μέντοι ἀλλὰ — 表示强转折的惯用表达,意为“然而”、“不过”、“尽管如此”。用于限制前文的否定语气,并引入一个附加的肯定事实。
  6. 173cχωρὶς τοῦ οἴεσθαι — 介词 “χωρίς”(除了、……之外)支配带冠词的不定式属格形式 “τοῦ οἴεσθαι”(认为)。紧随其后的 “ὠφελεῖσθαι” 是 “οἴεσθαι” 的补充不定式,整句意为“除了认为自己(从中)获得益处之外”。

引用这一段

柏拉图, 会饮篇 §172-173. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:172-173

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。