§165καὶ μὴν καὶ σμικρότατόν γε, φαμέν, δόξει ἐν αὐτοῖς ἐνεῖναι· φαίνεται δὲ τοῦτο πολλὰ καὶ μεγάλα πρὸς ἕκαστον τῶν πολλῶν ὡς σμικρῶν ὄντων.
“而且,我们说,在它们之中甚至似乎会存在着一个最小者;但是这个,相对于作为微小者存在的众多事物之中的每一个而言,却显现为许多且巨大的事物。
πῶς δʼ οὔ;
” “怎么会不呢?
καὶ ἴσος μὴν τοῖς πολλοῖς καὶ σμικροῖς ἕκαστος ὄγκος δοξασθήσεται εἶναι· οὐ γὰρ ἂν μετέβαινεν ἐκ μείζονος εἰς ἔλαττον φαινόμενος, πρὶν εἰς τὸ μεταξὺ δόξειεν ἐλθεῖν, τοῦτο δʼ εἴη ἂν φάντασμα ἰσότητος.
” “此外,每一个块也将被认为与那些众多且微小的事物相等;因为在显得从较大者过渡到较小者之前,若不先显得达到中间状态,它是不可能过渡的,而这中间状态就是平等的幻影。
εἰκός.
” “合乎情理。
οὐκοῦν καὶ πρὸς ἄλλον ὄγκον πέρας ἔχων, αὐτός γε πρὸς αὑτὸν οὔτε ἀρχὴν οὔτε πέρας οὔτε μέσον ἔχων;
” “因此,它相对于另一个块是有界限的,而它自身相对于自身,则是既没有起点、没有界限、也没有中点的吗?
πῇ δή;
” “这到底是怎么说呢?
ὅτι ἀεὶ αὐτῶν ὅταν τίς τι λάβῃ τῇ διανοίᾳ ὥς τι τούτων ὄν, πρό τε τῆς ἀρχῆς ἄλλη ἀεὶ φαίνεται ἀρχή, μετά τε τὴν τελευτὴν ἑτέρα ὑπολειπομένη τελευτή, ἔν τε τῷ μέσῳ ἄλλα μεσαίτερα τοῦ μέσου, σμικρότερα δέ, διὰ τὸ μὴ δύνασθαι ἑνὸς αὐτῶν ἑκάστου λαμβάνεσθαι, ἅτε οὐκ ὄντος τοῦ ἑνός.
” “因为每当有人在思想中把它们的某个部分当做这些之一来把握时,在起点之前总是显现出另一个起点,在终点之后也总是留下了另一个终点,而在中间,则显现出比中间更处于中间的、更小的其他部分,这是因为无法把握它们的每一个作为‘一’,既然一不存在。
ἀληθέστατα.
” “极对。
θρύπτεσθαι δὴ οἶμαι κερματιζόμενον ἀνάγκη πᾶν τὸ ὄν, ὃ ἄν τις λάβῃ τῇ διανοίᾳ· ὄγκος γάρ που ἄνευ ἑνὸς ἀεὶ λαμβάνοιτʼ ἄν.
” “因此我想,凡是有人在思想中把握的存在者,都必然会被切碎而瓦解;因为,我认为,没有一的块总是会被把握住的。
πάνυ μὲν οὖν.
” “完全如此。
οὐκοῦν τό γε τοιοῦτον πόρρωθεν μὲν ὁρῶντι καὶ ἀμβλὺ ἓν φαίνεσθαι ἀνάγκη, ἐγγύθεν δὲ καὶ ὀξὺ νοοῦντι πλήθει ἄπειρον ἓν ἕκαστον φανῆναι, εἴπερ στέρεται τοῦ ἑνὸς μὴ ὄντος;
” “因此,对从远处模糊观看的人来说,这样的东西必然显得是‘一’,但对从近处锐利思考的人来说,既然一不存在且它们被剥夺了一,每一个不都必然显现为在数量上无限的多吗?
ἀναγκαιότατον μὲν οὖν.
” “极其必然。
οὕτω δὴ ἄπειρά τε καὶ πέρας ἔχοντα καὶ ἓν καὶ πολλὰ ἕκαστα τἆλλα δεῖ φαίνεσθαι, ἓν εἰ μὴ ἔστιν, τἆλλα δὲ τοῦ ἑνός.
” “如此,如果一不存在,而其他事物存在,那么其他事物的每一个,都必定显得既是无限的又是具有界限的,既是一又是多的。
δεῖ γάρ.
” “必须如此。
οὐκοῦν καὶ ὅμοιά τε καὶ ἀνόμοια δόξει εἶναι;
” “那么,它们似乎也将是既相似又不相似的吗?
πῇ δή;
” “这怎么说呢?
οἷον ἐσκιαγραφημένα ἀποστάντι μὲν ἓν πάντα φαινόμενα ταὐτὸν φαίνεσθαι πεπονθέναι καὶ ὅμοια εἶναι.
” “正如阴影画那样,对站在远处的人来说,它们全都显现为一,显得遭受了同样的情况,并且是相似的。
πάνυ γε.
” “极其同意。
προσελθόντι δέ γε πολλὰ καὶ ἕτερα καὶ τῷ τοῦ ἑτέρου φαντάσματι ἑτεροῖα καὶ ἀνόμοια ἑαυτοῖς.
” “但对走近的人来说,它们显得多而不同,并且因那相异者的幻影而显得彼此相异且与自身不相似。
οὕτω.
” “确实如此。
καὶ ὁμοίους δὴ καὶ ἀνομοίους τοὺς ὄγκους αὐτούς τε αὑτοῖς ἀνάγκη φαίνεσθαι καὶ ἀλλήλοις.
” “因此,这些块必然显得既相似又不相似,无论对于自身还是对于彼此。
πάνυ μὲν οὖν.
” “完全如此。
οὐκοῦν καὶ τοὺς αὐτοὺς καὶ ἑτέρους ἀλλήλων, καὶ ἁπτομένους καὶ χωρὶς ἑαυτῶν, καὶ κινουμένους πάσας κινήσεις καὶ ἑστῶτας πάντῃ, καὶ γιγνομένους καὶ ἀπολλυμένους καὶ μηδέτερα, καὶ πάντα που τὰ τοιαῦτα, ἃ διελθεῖν εὐπετὲς ἤδη ἡμῖν, εἰ ἑνὸς μὴ ὄντος πολλὰ ἔστιν.
” “那么,它们也将彼此相同又相异,相互接触又彼此分离,进行各种运动又完全静止,生成并消灭又既不生成也不消灭。 如果在一不存在时存在着许多,那么,我们现在可以轻易列举出来的所有此类情况,想必都会发生吧。
ἀληθέστατα μὲν οὖν.
” “极其真实。
ἔτι δὴ ἅπαξ ἐλθόντες πάλιν ἐπὶ τὴν ἀρχὴν εἴπωμεν, ἓν εἰ μὴ ἔστι, τἆλλα δὲ τοῦ ἑνός, τί χρὴ εἶναι.
” “那么,让我们再次回到起点,说一说如果一不存在,而其他事物存在,它们必须是什么。
εἴπωμεν γὰρ οὖν.
” “那就说吧。
οὐκοῦν ἓν μὲν οὐκ ἔσται τἆλλα.
” “因此,其他事物将不会是一。
πῶς γάρ;
” “怎么会是呢?
οὐδὲ μὴν πολλά γε· ἐν γὰρ πολλοῖς οὖσιν ἐνείη ἂν καὶ ἕν.
” “此外,它们甚至也不会是多;因为如果在许多事物存在之中,也会包含有一。
εἰ γὰρ μηδὲν αὐτῶν ἐστὶν ἕν, ἅπαντα οὐδέν ἐστιν, ὥστε οὐδʼ ἂν πολλὰ εἴη.
如果它们之中没有一个是一,那么全部就是无,从而甚至也不会是多。
ἀληθῆ.
” “对。
μὴ ἐνόντος δὲ ἑνὸς ἐν τοῖς ἄλλοις, οὔτε πολλὰ οὔτε ἕν ἐστι τἆλλα.
” “但由于在一不存在于其他事物之中,其他事物既非多也非一。
οὐ γάρ.
” “确实不是。
§166οὐδέ γε φαίνεται ἓν οὐδὲ πολλά.
” “它们甚至显得既不是一也不是多。
τί δή;
” “这又是为什么?
ὅτι τἆλλα τῶν μὴ ὄντων οὐδενὶ οὐδαμῇ οὐδαμῶς οὐδεμίαν κοινωνίαν ἔχει, οὐδέ τι τῶν μὴ ὄντων παρὰ τῶν ἄλλων τῴ ἐστιν· οὐδὲν γὰρ μέρος ἐστὶ τοῖς μὴ οὖσιν.
” “因为其他事物与任何非存在的事物在任何地方、以任何方式都毫无关联,非存在的事物中也没有任何一个存在于任何其他事物之中;因为对于非存在的事物来说,并没有任何部分。
ἀληθῆ.
” “对。
οὐδʼ ἄρα δόξα τοῦ μὴ ὄντος παρὰ τοῖς ἄλλοις ἐστὶν οὐδέ τι φάντασμα, οὐδὲ δοξάζεται οὐδαμῇ οὐδαμῶς τὸ μὴ ὂν ἐπὶ τῶν ἄλλων.
” “因此,在其他事物中既不存在对非存在者的意见,也不存在其幻象,而且在其他事物中,非存在者在任何地方、以任何方式都不被认为存在。
οὐ γὰρ οὖν.
” “确实如此。
ἓν ἄρα εἰ μὴ ἔστιν, οὐδὲ δοξάζεταί τι τῶν ἄλλων ἓν εἶναι οὐδὲ πολλά· ἄνευ γὰρ ἑνὸς πολλὰ δοξάσαι ἀδύνατον.
” “因此,如果一不存在,其他事物甚至不会被认为是一或多;因为没有一,要想象多是不可能的。
ἀδύνατον γάρ.
” “因为是不可能的。
ἓν ἄρα εἰ μὴ ἔστι, τἆλλα οὔτε ἔστιν οὔτε δοξάζεται ἓν οὐδὲ πολλά.
” “因此,如果一不存在,其他事物既不存在,也不被认为是一或多。
οὐκ ἔοικεν.
” “似乎不。
οὐδʼ ἄρα ὅμοια οὐδὲ ἀνόμοια.
” “因此,既非相似亦非不似。
οὐ γάρ.
” “确实不。
οὐδὲ μὴν τὰ αὐτά γε οὐδʼ ἕτερα, οὐδὲ ἁπτόμενα οὐδὲ χωρίς, οὐδὲ ἄλλα ὅσα ἐν τοῖς πρόσθεν διήλθομεν ὡς φαινόμενα αὐτά, τούτων οὔτε τι ἔστιν οὔτε φαίνεται τἆλλα, ἓν εἰ μὴ ἔστιν.
” “此外,既非相同亦非相异,既非接触亦非分离,且在我们之前所列举出的、显现于它们身上的所有其他事物——如果一不存在,对于其他事物而言,这些事物既没有一个是存在的,也没有一个是显现的。
ἀληθῆ.
” “对。
οὐκοῦν καὶ συλλήβδην εἰ εἴποιμεν, ἓν εἰ μὴ ἔστιν, οὐδέν ἐστιν, ὀρθῶς ἂν εἴποιμεν;
” “因此,如果我们要简括地声明说,‘如果一不存在,就什么都不存在’,我们说得对吗?
παντάπασι μὲν οὖν.
” “完全如此。
εἰρήσθω τοίνυν τοῦτό τε καὶ ὅτι, ὡς ἔοικεν, ἓν εἴτʼ ἔστιν εἴτε μὴ ἔστιν, αὐτό τε καὶ τἆλλα καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πάντα πάντως ἐστί τε καὶ οὐκ ἔστι καὶ φαίνεταί τε καὶ οὐ φαίνεται.
” “那么,就让这话被说出吧,并且看起来:无论一存在还是不存在,它自身和其它事物,无论是相对于自身还是相对于彼此,一切事物在所有方面都既存在又不存在,既显现又不显现。
ἀληθέστατα.
” “极对。 ”