Humanitext Reader

柏拉图 · 巴门尼德篇 §164

一的全然不存在与其他事物的无限团块

第 35 段,共 36 段 · 希腊语

内容简介

讨论确认了非存在的一不具有任何属于存在事物的属性、关系或被认知的方式。随后,探讨了如果一不存在,“其他事物”会处于何种状态,指出它们只能作为无限可分的“块”彼此互为“其他者”,而无法作为单一的个体存在。

§164ἀλλὰ μὴν οὐδʼ ἔστι γε αὐτῷ τι τῶν ὄντων· ἤδη γὰρ ἂν τούτου μετέχον οὐσίας μετέχοι.
然而,存在的任何事物也都不属于它;因为如果它分有了这个,它就已经分有了实在。
δῆλον.
显然。
οὔτε ἄρα μέγεθος οὔτε σμικρότης οὔτε ἰσότης αὐτῷ ἔστιν.
因此,伟大、渺小、平等都不属于它。
οὐ γάρ.
确实不属于。
οὐδὲ μὴν ὁμοιότης γε οὐδὲ ἑτεροιότης οὔτε πρὸς αὑτὸ οὔτε πρὸς τἆλλα εἴη ἂν αὐτῷ.
此外,无论对自己还是对其他事物,相似性或异质性也都不会属于它。
οὐ φαίνεται.
显然不。
τί δέ;
但是什么?
τἆλλα ἔσθʼ ὅπως ἂν εἴη αὐτῷ, εἰ μηδὲν αὐτῷ δεῖ εἶναι;
如果它不应当有任何事物属于它,难道还会有其他事物可能属于它吗?
οὐκ ἔστιν.
没有可能。
οὔτε ἄρα ὅμοια οὔτε ἀνόμοια οὔτε ταὐτὰ οὔθʼ ἕτερά ἐστιν αὐτῷ τὰ ἄλλα.
因此,其他事物对它而言,既非相同、亦非相异,既非相似、亦非不似。
οὐ γάρ.
确实不是。
τί δέ;
但是什么?
τὸ ἐκείνου ἢ τὸ ἐκείνῳ ἢ τὸ τὶ ἢ τὸ τοῦτο ἢ τὸ τούτου ἢ ἄλλου ἢ ἄλλῳ ἢ ποτὲ ἢ ἔπειτα ἢ νῦν ἢ ἐπιστήμη ἢ δόξα ἢ αἴσθησις ἢ λόγος ἢ ὄνομα ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων περὶ τὸ μὴ ὂν ἔσται;
“那一个的”、“给那一个的”、“某个”、“这个”、“这个的”、“另一个的”、“给另一个的”、“曾在某个时候”、“在此后”、“现在”、“知识”、“意见”、“感觉”、“言说”、“名称”,或者存在的任何其他事物,会有关于非存在的一吗?
οὐκ ἔσται.
不会有。
οὕτω δὴ ἓν οὐκ ὂν οὐκ ἔχει πως οὐδαμῇ.
如此,非存在的一在任何地方都不以任何方式处于任何状态。
οὔκουν δὴ ἔοικέν γε οὐδαμῇ ἔχειν.
确实,它似乎完全不处于任何状态。
ἔτι δὴ λέγωμεν, ἓν εἰ μὴ ἔστι, τἆλλα τί χρὴ πεπονθέναι.
让我们进一步说明,如果一不存在,其他事物必须遭受什么。
λέγωμεν γάρ.
是的,让我们说吧。
ἄλλα μέν που δεῖ αὐτὰ εἶναι· εἰ γὰρ μηδὲ ἄλλα ἐστίν, οὐκ ἂν περὶ τῶν ἄλλων λέγοιτο.
它们必定是“其他者”;因为如果它们甚至不是“其他者”,那就不会有关于“其他者”的讨论了。
οὕτω.
确实如此。
εἰ δὲ περὶ τῶν ἄλλων ὁ λόγος, τά γε ἄλλα ἕτερά ἐστιν.
但如果这讨论是关于“其他者”的,那其他者就是“相异者”。
ἢ οὐκ ἐπὶ τῷ αὐτῷ καλεῖς τό τε ἄλλο καὶ τὸ ἕτερον;
或者你难道不把“其他”和 “相异”当做同一样东西来称呼吗?
ἔγωγε.
我是这样称呼的。
ἕτερον δέ γέ πού φαμεν τὸ ἕτερον εἶναι ἑτέρου, καὶ τὸ ἄλλο δὴ ἄλλο εἶναι ἄλλου;
但是我们不是说,“相异者”是相对于另一个“相异者”而言的相异,“其他者”是相对于另一个“其他者”而言的其他吗?
ναί.
是的。
καὶ τοῖς ἄλλοις ἄρα, εἰ μέλλει ἄλλα εἶναι, ἔστι τι οὗ ἄλλα ἔσται.
那么对于其他事物而言,如果它们将是“其他者”,就必须有它们相对于它是“其他者”的某个东西存在。
ἀνάγκη.
必然。
τί δὴ οὖν ἂν εἴη;
那这究竟会是什么呢?
τοῦ μὲν γὰρ ἑνὸς οὐκ ἔσται ἄλλα, μὴ ὄντος γε.
因为它们不会是一的“其他者”,既然一不存在。
οὐ γάρ.
确实不会。
ἀλλήλων ἄρα ἐστί· τοῦτο γὰρ αὐτοῖς ἔτι λείπεται, ἢ μηδενὸς εἶναι ἄλλοις.
那么,它们是彼此的“其他者”;因为除了这个,或者它们不作为任何东西的“其他者”之外,没有别的路留给它们了。
ὀρθῶς.
正确。
κατὰ πλήθη ἄρα ἕκαστα ἀλλήλων ἄλλα ἐστί· κατὰ ἓν γὰρ οὐκ ἂν οἷά τε εἴη, μὴ ὄντος ἑνός.
因此,各事物是作为群(多)而彼此为“其他者”的;因为既然一不存在,它们就不可能作为“一”而是其他。
ἀλλʼ ἕκαστος, ὡς ἔοικεν, ὁ ὄγκος αὐτῶν ἄπειρός ἐστι πλήθει, κἂν τὸ σμικρότατον δοκοῦν εἶναι λάβῃ τις, ὥσπερ ὄναρ ἐν ὕπνῳ φαίνεται ἐξαίφνης ἀντὶ ἑνὸς δόξαντος εἶναι πολλὰ καὶ ἀντὶ σμικροτάτου παμμέγεθες πρὸς τὰ κερματιζόμενα ἐξ αὐτοῦ.
相反,它们的每一个块,似乎在数量上是无限的,即使有人拿取了看起来最小的东西,也会像睡梦中一样,突然显得是许多个而非原以为的一个,显得是极庞大的而非最小的,这是相对于从它分切出来的东西而言。
ὀρθότατα.
最正确。
τοιούτων δὴ ὄγκων ἄλλα ἀλλήλων ἂν εἴη τἆλλα, εἰ ἑνὸς μὴ ὄντος ἄλλα ἐστίν.
如果在一不存在时其他事物存在,那么其他事物就会是彼此之间这种块的“其他者”。
κομιδῇ μὲν οὖν.
完全如此。
οὐκοῦν πολλοὶ ὄγκοι ἔσονται, εἷς ἕκαστος φαινόμενος, ὢν δὲ οὔ, εἴπερ ἓν μὴ ἔσται;
因此,将会有许多个块,每一个看起来是一,但实际上不是,既然一将不存在?
οὕτω.
确实如此。
καὶ ἀριθμὸς δὲ εἶναι αὐτῶν δόξει, εἴπερ καὶ ἓν ἕκαστον, πολλῶν ὄντων.
而且,如果每个是一,且存在着许多,那么它们似乎也会有一个数目。
πάνυ γε.
非常对。
καὶ τὰ μὲν δὴ ἄρτια, τὰ δὲ περιττὰ ἐν αὐτοῖς ὄντα οὐκ ἀληθῶς φαίνεται, εἴπερ ἓν μὴ ἔσται.
甚至它们之中存在的奇数和偶数,虽然显现出来,但并不是真实显现的,既然一将不存在。
οὐ γὰρ οὖν.
确实不是。

词汇与语法注释

  1. 164aἤδη γὰρ ἂν τούτου μετέχον οὐσίας μετέχοι — 主句动词是 ἂν... μετέχοι(潜在祈愿语气),伴随有作条件用法的分词 μετέχον(“如果分有”)。代词 τούτου(“这个”)指代前文的 τι τῶν ὄντων(存在物之中的某物)。
  2. 164bτὸ ἐκείνου ἢ τὸ ἐκείνῳ ἢ τὸ τὶ... — 冠词 τό(中性单数主格或宾格)将各种格形式的代词(属格 ἐκείνου、与格 ἐκείνῳ、属格 τούτου、与格 ἄλλῳ)和副词(ποτέ、ἔπειτα、νῦν)名词化。这是一种柏拉图式的文体手法,用以将“那一个的”、“给那一个的”等关系表达法作为抽象概念来处理。
  3. 164dκαὰ πλήθη ἄρα ἕκαστα ἀλλήλων ἄλλα ἐστί· κατὰ ἓν γὰρ οὐκ ἂν οἷά τε εἴη... — 前置词 κατὰ 表示视角或单位(“按照”、“以……的形式”)。在此,“作为群(多)”(κατὰ πλήθη)与“作为一”(κατὰ ἕν)形成对比。这意味着在一个没有“一”的世界中,事物无法作为独立的“一”被区分出来,而只能以“许多的集合(块)”为单位相对于其他事物存在差异。

引用这一段

柏拉图, 巴门尼德篇 §164. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:164

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。