§163καὶ μὴν εἴπερ γε κινεῖται, μεγάλη ἀνάγκη αὐτῷ ἀλλοιοῦσθαι· ὅπῃ γὰρ ἄν τι κινηθῇ, κατὰ τοσοῦτον οὐκέθʼ ὡσαύτως ἔχει ὡς εἶχεν, ἀλλʼ ἑτέρως.
然而,如果它在运动,它发生质变就是极大的必然;因为无论什么事物以何种方式运动,在多大程度上它就不再处于和以前相同的状态,而是处于不同的状态。
οὕτως.
确实如此。
κινούμενον δὴ τὸ ἓν καὶ ἀλλοιοῦται.
那么,运动着的一也发生质变。
ναί.
是的。
καὶ μὴν μηδαμῇ γε κινούμενον οὐδαμῇ ἂν ἀλλοιοῖτο.
然而,如果它完全不运动,它就绝不会发生质变。
οὐ γάρ.
确实不会。
ἧι μὲν ἄρα κινεῖται τὸ οὐκ ὂν ἕν, ἀλλοιοῦται·
所以,非存在的一在它运动的范围内发生质变,在它不运动的范围内不发生质变。
ᾗ δὲ μὴ κινεῖται, οὐκ ἀλλοιοῦται. οὐ γάρ.
确实不会。
τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιοῦταί τε καὶ οὐκ ἀλλοιοῦται.
因此,非存在的一既发生质变,又不发生质变。
φαίνεται.
显然如此。
τὸ δʼ ἀλλοιούμενον ἆρʼ οὐκ ἀνάγκη γίγνεσθαι μὲν ἕτερον ἢ πρότερον, ἀπόλλυσθαι δὲ ἐκ τῆς προτέρας ἕξεως· τὸ δὲ μὴ ἀλλοιούμενον μήτε γίγνεσθαι μήτε ἀπόλλυσθαι;
而发生质变的事物,难道不必然变得与以前不同,并从以前的状态中消灭,而那不发生质变的事物则既不生成也不消灭吗?
ἀνάγκη.
必然。
καὶ τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιούμενον μὲν γίγνεταί τε καὶ ἀπόλλυται, μὴ ἀλλοιούμενον δὲ οὔτε γίγνεται οὔτε ἀπόλλυται· καὶ οὕτω τὸ ἓν μὴ ὂν γίγνεταί τε καὶ ἀπόλλυται, καὶ οὔτε γίγνεται οὔτʼ ἀπόλλυται.
那么,非存在的一在发生质变时既生成又消灭,在不发生质变时则既不生成也不消灭;如此一来,非存在的一既生成又消灭,同时既不生成也不消灭。
οὐ γὰρ οὖν.
确实如此。
αὖθις δὴ ἐπὶ τὴν ἀρχὴν ἴωμεν πάλιν ὀψόμενοι εἰ ταὐτὰ ἡμῖν φανεῖται ἅπερ καὶ νῦν ἢ ἕτερα.
那么,让我们再次回到起点,看看我们会看到与现在相同的事情,还是不同的事情。
ἀλλὰ χρή.
确实应当如此。
οὐκοῦν ἓν εἰ μὴ ἔστι, φαμέν, τί χρὴ περὶ αὐτοῦ συμβαίνειν;
那么,如果一不存在,我们说,关于它应该发生什么?
ναί.
是的。
τὸ δὲ μὴ ἔστιν ὅταν λέγωμεν, ἆρα μή τι ἄλλο σημαίνει ἢ οὐσίας ἀπουσίαν τούτῳ ᾧ ἂν φῶμεν μὴ εἶναι;
当我们说“不存在”时,这难道意味着除了我们所说不存在的那个东西缺少实在(实体)之外的任何其他东西吗?
οὐδὲν ἄλλο.
没有别的。
πότερον οὖν, ὅταν φῶμεν μὴ εἶναί τι, πὼς οὐκ εἶναί φαμεν αὐτό, πὼς δὲ εἶναι;
那么,当我们说某物不存在时,我们是说它在某种意义上不存在而又在某种意义上存在呢?
ἢ τοῦτο τὸ μὴ ἔστι λεγόμενον ἁπλῶς σημαίνει ὅτι οὐδαμῶς οὐδαμῇ ἔστιν οὐδέ πῃ μετέχει οὐσίας τό γε μὴ ὄν;
还是说,这个“不存在”简单地意味着:非存在者以任何方式、在任何地方都不存在,也不以任何方式分有实在?
ἁπλούστατα μὲν οὖν.
最简单地说,是后者的意思。
οὔτε ἄρα εἶναι δύναιτο ἂν τὸ μὴ ὂν οὔτε ἄλλως οὐδαμῶς οὐσίας μετέχειν.
所以,非存在者既不能存在,也不能以任何其他方式分有实在。
οὐ γάρ.
确实不能。
τὸ δὲ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι μή τι ἄλλο ἦν ἢ τὸ μὲν οὐσίας μεταλαμβάνειν, τὸ δʼ ἀπολλύναι οὐσίαν;
而生成和消灭,难道不是前者获得实在,后者失去实在吗?
οὐδὲν ἄλλο.
没有别的。
ὧι δέ γε μηδὲν τούτου μέτεστιν, οὔτʼ ἂν λαμβάνοι οὔτʼ ἀπολλύοι αὐτό.
但对于完全不分有实在的事物而言,它既不能获得也不能失去它。
πῶς γάρ;
怎么会呢?
τῷ ἑνὶ ἄρα, ἐπειδὴ οὐδαμῇ ἔστιν, οὔτε ἑκτέον οὔτε ἀπαλλακτέον οὔτε μεταληπτέον οὐσίας οὐδαμῶς.
因此,对于一而言,既然它完全不存在,它就绝不能以任何方式拥有、摆脱或分有实在。
εἰκός.
合乎情理。
οὔτε ἄρα ἀπόλλυται τὸ μὴ ὂν ἓν οὔτε γίγνεται, ἐπείπερ οὐδαμῇ μετέχει οὐσίας.
所以,非存在的一既不消灭也不生成,因为它完全不分有实在。
οὐ φαίνεται.
显然不。
οὐδʼ ἄρʼ ἀλλοιοῦται οὐδαμῇ· ἤδη γὰρ ἂν γίγνοιτό τε καὶ ἀπολλύοιτο τοῦτο πάσχον.
那么它也完全不发生质变;因为如果遭受这一点(变质),它就已经在生成和消灭了。
ἀληθῆ.
真实。
εἰ δὲ μὴ ἀλλοιοῦται, οὐκ ἀνάγκη μηδὲ κινεῖσθαι;
但如果不发生质变,不也必然不运动吗?
ἀνάγκη.
必然。
οὐδὲ μὴν ἑστάναι φήσομεν τὸ μηδαμοῦ ὄν· τὸ γὰρ ἑστὸς ἐν τῷ αὐτῷ τινι δεῖ ἀεὶ εἶναι.
我们同样不能说无处存在的事物是静止(留驻)的;因为静止的事物必须始终在某个相同的地方。
τῷ αὐτῷ· πῶς γὰρ οὔ;
在相同的地方;怎么会不呢?
οὕτω δὴ αὖ τὸ μὴ ὂν μήτε ποτὲ ἑστάναι μήτε κινεῖσθαι λέγωμεν.
因此,我们再次说,非存在的一既不静止,也不运动。
μὴ γὰρ οὖν.
确实不应该。