Humanitext Reader

柏拉图 · 巴门尼德篇 §151

一与他者在大小及数量上的比较

第 22 段,共 36 段 · 希腊语

内容简介

讨论了由于“一”在自身之中以及在其他事物之中而产生的关于大小和数量的比较。结果表明,“一”既比自身和其他事物大、小、相等,也联带在度量、部分和数量上比自身和其他事物多、少、相等。

§151καὶ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν καὶ περὶ ἑαυτὸ ἂν εἴη ἔξωθεν, καὶ περιέχον μὲν μεῖζον ἂν ἑαυτοῦ εἴη, περιεχόμενον δὲ ἔλαττον, καὶ οὕτω μεῖζον ἂν καὶ ἔλαττον εἴη αὐτὸ ἑαυτοῦ τὸ ἕν.
而且,它自身既然在自身之中,它也就应该从外面包围着自身;作为包围者,它应该比自身大,而作为被包围者,它应该比自身小;因此,这样一来,“一”自身就会既比自身大也比自身小。
εἴη γὰρ ἄν.
确实如此。
οὐκοῦν καὶ τόδε ἀνάγκη, μηδὲν εἶναι ἐκτὸς τοῦ ἑνός τε καὶ τῶν ἄλλων;
那么,在“一”和“其他事物”之外什么都不存在,这岂不也是必然的吗?
πῶς γὰρ οὔ;
怎么会不呢?
ἀλλὰ μὴν καὶ εἶναί που δεῖ τό γε ὂν ἀεί.
然而,存在着的东西总归必须存在于某处。
ναί.
是的。
οὐκοῦν τό γε ἔν τῳ ὂν ἐν μείζονι ἔσται ἔλαττον ὄν;
那么,存在于某物之中的东西,既然在较大的东西之中,它自身岂不是较小的吗?
οὐ γὰρ ἂν ἄλλως ἕτερον ἐν ἑτέρῳ εἴη.
因为否则的话,一物就不能在另一物之中。
οὐ γάρ.
确实不能。
ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἔστι χωρὶς τῶν ἄλλων καὶ τοῦ ἑνός, δεῖ δὲ αὐτὰ ἔν τῳ εἶναι, οὐκ ἀνάγκη ἤδη ἐν ἀλλήλοις εἶναι, τά τε ἄλλα ἐν τῷ ἑνὶ καὶ τὸ ἓν ἐν τοῖς ἄλλοις, ἢ μηδαμοῦ εἶναι;
但是,既然在“其他事物”和“一”之外没有别的东西,而且它们又必须存在于某处,那么,它们岂不必然是互存在彼此之中——即其他事物在“一”之中,“一”在其他事物之中——或者根本无处存在吗?
φαίνεται.
显然如此。
ὅτι μὲν ἄρα τὸ ἓν ἐν τοῖς ἄλλοις ἔνεστι, μείζω ἂν εἴη τὰ ἄλλα τοῦ ἑνός, περιέχοντα αὐτό, τὸ δὲ ἓν ἔλαττον τῶν ἄλλων, περιεχόμενον· ὅτι δὲ τὰ ἄλλα ἐν τῷ ἑνί, τὸ ἓν τῶν ἄλλων κατὰ τὸν αὐτὸν λόγον μεῖζον ἂν εἴη, τὰ δὲ ἄλλα τοῦ ἑνὸς ἐλάττω.
因此,由于“一”在其他事物之中,其他事物因为包围着“一”而比“一”大,而“一”因为被包围而比其他事物小;但由于其他事物在“一”之中,根据同样的道理,“一”应该比其他事物大,而其他事物比“一”小。
ἔοικεν.
似乎如此。
τὸ ἓν ἄρα ἴσον τε καὶ μεῖζον καὶ ἔλαττόν ἐστιν αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων.
因此,“一”对于自身以及其他事物,既是相等的,也是更大的和更小的。
φαίνεται.
显然如此。
καὶ μὴν εἴπερ μεῖζον καὶ ἔλαττον καὶ ἴσον, ἴσων ἂν εἴη μέτρων καὶ πλειόνων καὶ ἐλαττόνων αὑτῷ καὶ τοῖς ἄλλοις, ἐπειδὴ δὲ μέτρων, καὶ μερῶν.
而且,如果它更大、更小和相等,它对于自身和对于其他事物,就应该有相等、更多和更少的度量;既然有了度量,也就有了部分。
πῶς δʼ οὔ;
怎么会不呢?
ἴσων μὲν ἄρα μέτρων ὂν καὶ πλειόνων καὶ ἐλαττόνων, καὶ ἀριθμῷ ἔλαττον ἂν καὶ πλέον εἴη αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων καὶ ἴσον αὑτῷ τε καὶ τοῖς ἄλλοις κατὰ ταὐτά.
因此,既然有了相等、更多和更少的度量,在数量上,它对于自身和对于其他事物,也应该相应地是更少、更多,并且对于自身和对于其他事物也是相等的。
πῶς;
怎么说?
ὧνπερ μεῖζόν ἐστι, πλειόνων που καὶ μέτρων ἂν εἴη αὐτῶν, ὅσων δὲ μέτρων, καὶ μερῶν· καὶ ὧν ἔλαττον, ὡσαύτως· καὶ οἷς ἴσον, κατὰ ταὐτά.
凡是它比之更大的事物,它应该拥有比它们更多的度量,有多少度量,也就有多少部分;凡是它比之更小的,也是如此;凡是它与之相等的,也同样如此。
οὕτως.
正是。
οὐκοῦν ἑαυτοῦ μεῖζον καὶ ἔλαττον ὂν καὶ ἴσον ἴσων ἂν εἴη μέτρων καὶ πλειόνων καὶ ἐλαττόνων αὑτῷ, ἐπειδὴ δὲ μέτρων, καὶ μερῶν;
那么,它由于比自身更大、更小和相等,它岂不是应该对自身具有相等、更多和更少的度量,而既然有了度量,也就有了部分吗?
πῶς δʼ οὔ;
怎么会不呢?
ἴσων μὲν ἄρα μερῶν ὂν αὑτῷ ἴσον ἂν τὸ πλῆθος αὑτῷ εἴη, πλειόνων δὲ πλέον, ἐλαττόνων δὲ ἔλαττον τὸν ἀριθμὸν αὑτοῦ.
因此,它由于拥有与自身相等的部分,其多寡就会与自身相等;由于拥有更多的部分,数量就比自身多;由于拥有更少的部分,数量就比自身少。
φαίνεται.
显然如此。
οὐκοῦν καὶ πρὸς τἆλλα ὡσαύτως ἕξει τὸ ἕν;
那么,“一”对待其他事物不也是同样如此吗?
ὅτι μὲν μεῖζον αὐτῶν φαίνεται, ἀνάγκη πλέον εἶναι καὶ τὸν ἀριθμὸν αὐτῶν· ὅτι δὲ σμικρότερον, ἔλαττον· ὅτι δὲ ἴσον μεγέθει, ἴσον καὶ τὸ πλῆθος εἶναι τοῖς ἄλλοις;
在它显得比它们更大的情况下,它的数量也必然比它们多;在它显得比它们更小的情况下,它的数量就比它们少;而在大小相等的情况下,它的多寡也必然与这其他事物相等,岂不是吗?
ἀνάγκη.
必然如此。
οὕτω δὴ αὖ, ὡς ἔοικε, τὸ ἓν καὶ ἴσον καὶ πλέον καὶ ἔλαττον τὸν ἀριθμὸν αὐτό τε αὑτοῦ ἔσται καὶ τῶν ἄλλων.
这样看来, “一”在数量上对于自身以及其他事物,也将是相等、更多和更少的。
ἔσται.
确实如此。
ἆρʼ οὖν καὶ χρόνου μετέχει τὸ ἕν, καὶ ἐστί τε καὶ γίγνεται νεώτερόν τε καὶ πρεσβύτερον αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, καὶ οὔτε νεώτερον οὔτε πρεσβύτερον οὔτε ἑαυτοῦ οὔτε τῶν ἄλλων, χρόνου μετέχον;
那么,“一”是否也分有时间,而且既然分有时间,对于自身以及其他事物,它既是且变作更年轻的和更年老的,又既不比自身也不比其他事物更年轻和更年老呢?
πῶς;
怎么说?
εἶναι μέν που αὐτῷ ὑπάρχει, εἴπερ ἓν ἔστιν.
如果“一”存在,那么“存在”想必应当属于它。
ναί.
是的。

词汇与语法注释

  1. 151aαὐτό γε ἐν ἑαυτῷ ὂν — 分词 ὄν 基于“一在自身之中”的前期结论(145c-d等),可解释为原因(“既然它在自身之中”)或条件(“如果它在自身之中”)。它与主句中的潜在祈愿语气动词 ἂν εἴη 相呼应,表示逻辑上的假设或前提推论。
  2. 151bὅτι μὲν ἄρα τὸ ἓν ἐν τοῖς ἄλλοις ἔνεστι — 此处的连词 ὅτι 引导一个表示原因或视角(“因为……”或“在……的意义上”)的从句,构成了后续主句 μείζω ἂν εἴη τὰ ἄλλα(其他事物应该更大)的逻辑依据。
  3. 151cὧνπερ μεῖζόν ἐστι — 关系代词 ὧνπερ 是受形容词 μεῖζον 支配的比较属格,其先行词是主句中 ἂν εἴη αὐτῶν 的 αὐτῶν。这里展现了关系从句置于包含先行词的主句之前的倒装(或相关结构)。

引用这一段

柏拉图, 巴门尼德篇 §151. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:151

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。