§150οὐκοῦν ἐστόν γέ τινε τούτω εἴδη, τό τε μέγεθος καὶ ἡ σμικρότης;
那么,不确实存在着这两种形相,即“大”和“小”吗?
οὐ γὰρ ἄν που μὴ ὄντε γε ἐναντίω τε ἀλλήλοιν εἴτην καὶ ἐν τοῖς οὖσιν ἐγγιγνοίσθην.
因为如果它们不存在,它们想必既不会彼此相反,也不会产生在存在着的事物中。
πῶς γὰρ ἄν;
怎么会呢?
εἰ ἄρα ἐν τῷ ἑνὶ σμικρότης ἐγγίγνεται, ἤτοι ἐν ὅλῳ ἂν ἢ ἐν μέρει αὐτοῦ ἐνείη.
那么,如果“小”产生在“一”中,它必然是在“一”的整体中,或者是在它的一部分中。
ἀνάγκη.
必然如此。
τί δʼ εἰ ἐν ὅλῳ ἐγγίγνοιτο;
但如果它产生在整体中呢?
οὐχὶ ἢ ἐξ ἴσου ἂν τῷ ἑνὶ διʼ ὅλου αὐτοῦ τεταμένη εἴη ἢ περιέχουσα αὐτό;
它岂不是要么在“一”的整个范围内与它同等延伸,要么包围着它吗?
δῆλον δή.
显然如此。
ἆρʼ οὖν οὐκ ἐξ ἴσου μὲν οὖσα ἡ σμικρότης τῷ ἑνὶ ἴση ἂν αὐτῷ εἴη, περιέχουσα δὲ μείζων;
那么,“小”如果与“一”同等延伸,岂不与它相等;如果包围它,岂不比它大吗?
πῶς δʼ οὔ;
怎么会不呢?
δυνατὸν οὖν σμικρότητα ἴσην τῳ εἶναι ἢ μείζω τινός, καὶ πράττειν τὰ μεγέθους τε καὶ ἰσότητος, ἀλλὰ μὴ τὰ ἑαυτῆς;
那么,“小”有可能与某物相等或比某物大,从而起着“大”和“等”的作用,而不起它自身的作用吗?
ἀδύνατον.
不可能。
ἐν μὲν ὅλῳ ἄρα τῷ ἑνὶ οὐκ ἂν εἴη σμικρότης, ἀλλʼ εἴπερ, ἐν μέρει.
因此,“小”绝不会在“一”的整体中,而是在部分中,如果有的话。
ναί.
是的。
οὐδέ γε ἐν παντὶ αὖ τῷ μέρει· εἰ δὲ μή, ταὐτὰ ποιήσει ἅπερ πρὸς τὸ ὅλον· ἴση ἔσται ἢ μείζων τοῦ μέρους ἐν ᾧ ἂν ἀεὶ ἐνῇ.
同样,它也不会在部分的全部之中;否则,它将产生与对待整体相同的作用:它将与它随时在其中的那部分相等,或者比那部分大。
ἀνάγκη.
必然如此。
οὐδενί ποτε ἄρα ἐνέσται τῶν ὄντων σμικρότης, μήτʼ ἐν μέρει μήτʼ ἐν ὅλῳ ἐγγιγνομένη· οὐδέ τι ἔσται σμικρὸν πλὴν αὐτῆς σμικρότητος.
因此,“小”绝不会在任何存在物之中,既不产生于部分中,也不产生于整体中;除了“小”自身之外,也不会有任何东西是小的。
οὐκ ἔοικεν.
似乎不如此。
οὐδʼ ἄρα μέγεθος ἐνέσται ἐν αὐτῷ· μεῖζον γὰρ ἄν τι εἴη ἄλλο καὶ πλὴν αὐτοῦ μεγέθους, ἐκεῖνο ἐν ᾧ τὸ μέγεθος ἐνείη, καὶ ταῦτα σμικροῦ αὐτῷ οὐκ ὄντος, οὗ ἀνάγκη ὑπερέχειν, ἐάνπερ ᾖ μέγα· τοῦτο δὲ ἀδύνατον, ἐπειδὴ σμικρότης οὐδαμοῦ ἔνι.
因此,“大”也不会在它(一)之中;因为除了“大”自身之外,还会有另一个更大的东西,即那容纳“大”的东西,而且这是在它没有“小”的情况下,而如果是大的它就必然要超过“小”;但这是不可能的,因为“小”无处存在。
ἀληθῆ.
确实。
ἀλλὰ μὴν αὐτὸ μέγεθος οὐκ ἄλλου μεῖζον ἢ αὐτῆς σμικρότητος, οὐδὲ σμικρότης ἄλλου ἔλαττον ἢ αὐτοῦ μεγέθους.
然而,“大”自身只比“小”自身大,而“小”自身也只比“大”自身小。
οὐ γάρ.
是的。
οὔτε ἄρα τὰ ἄλλα μείζω τοῦ ἑνὸς οὐδὲ ἐλάττω, μήτε μέγεθος μήτε σμικρότητα ἔχοντα, οὔτε αὐτὼ τούτω πρὸς τὸ ἓν ἔχετον τὴν δύναμιν τὴν τοῦ ὑπερέχειν καὶ ὑπερέχεσθαι, ἀλλὰ πρὸς ἀλλήλω, οὔτε αὖ τὸ ἓν τούτοιν οὐδὲ τῶν ἄλλων μεῖζον ἂν οὐδʼ ἔλαττον εἴη, μήτε μέγεθος μήτε σμικρότητα ἔχον.
因此,其他事物既不比“一”大,也不比它小,因为它们既没有“大”也没有“小”;这两者自身也并不对“一”具有超越和被超越的力量,而是彼此相对具有;反过来,“一”对这两者以及对其他事物也既不更大也不更小,因为它既没有“大”也没有“小”。
οὔκουν φαίνεταί γε.
显然不如此。
ἆρʼ οὖν, εἰ μήτε μεῖζον μήτε ἔλαττον τὸ ἓν τῶν ἄλλων, ἀνάγκη αὐτὸ ἐκείνων μήτε ὑπερέχειν μήτε ὑπερέχεσθαι;
那么,如果“一”既不比其他事物大,也不比它们小,它岂不是必然既不超越它们,也不被它们超越吗?
ἀνάγκη.
必然如此。
οὐκοῦν τό γε μήτε ὑπερέχον μήτε ὑπερεχόμενον πολλὴ ἀνάγκη ἐξ ἴσου εἶναι, ἐξ ἴσου δὲ ὂν ἴσον εἶναι.
那么,既不超越也不被超越的东西,必定是同等的,而同等的东西就是相等的,岂不是如此吗?
πῶς γὰρ οὔ;
怎么会不呢?
καὶ μὴν καὶ αὐτό γε τὸ ἓν πρὸς ἑαυτὸ οὕτως ἂν ἔχοι· μήτε μέγεθος ἐν ἑαυτῷ μήτε σμικρότητα ἔχον οὔτʼ ἂν ὑπερέχοιτο οὔτʼ ἂν ὑπερέχοι ἑαυτοῦ, ἀλλʼ ἐξ ἴσου ὂν ἴσον ἂν εἴη ἑαυτῷ.
而且,“一”自身对自身也会处于这种关系:它自身中既没有“大”也没有“小”,它既不被自身超越,也不超越自身,而是处于同等状态,与自身相等。
πάνυ μὲν οὖν.
完全正确。
τὸ ἓν ἄρα ἑαυτῷ τε καὶ τοῖς ἄλλοις ἴσον ἂν εἴη.
因此,“一”对于自身以及其他事物都是相等的。
φαίνεται.
似乎如此。