← プラトン

政治家

§279-280

範例としての織物術の導入と衣服製作の分類

客人は政治技術の範例として「織物術」を選び、衣服およびその関連技術の周到な分類と除外のプロセスを通じて、織物術を他の親縁技術から切り離し、その独自の性質を定義しようと試みる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§279

ΞΕ. πάλιν δὴ τὸν ἔμπροσθε λόγον ἀναληπτέον, ὡς ἐπειδὴ τῷ βασιλικῷ γένει τῆς περὶ τὰς πόλεις ἐπιμελείας ἀμφισβητοῦσι μυρίοι, δεῖ δὴ πάντας ἀποχωρίζειν τούτους καὶ μόνον ἐκεῖνον λείπειν καὶ πρὸς τοῦτο δὴ παραδείγματος ἔφαμεν δεῖν τινος ἡμῖν. ΝΕ. ΣΩ. καὶ μάλα. ΞΕ. τί δῆτα παράδειγμά τις ἄν, ἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν,1 σμικρότατον παραθέμενος ἱκανῶς ἂν εὕροι τὸ ζητούμενον; βούλει πρὸς Διός, ὦ Σώκρατες, εἰ μή τι πρόχειρον ἕτερον ἔχομεν, ἀλλʼ οὖν τήν γε ὑφαντικὴν προελώμεθα; καὶ ταύτην, εἰ δοκεῖ, μὴ πᾶσαν; ἀποχρήσει γὰρ ἴσως ἡ περὶ τὰ ἐκ τῶν ἐρίων ὑφάσματα· τάχα γὰρ ἂν ἡμῖν καὶ τοῦτο τὸ μέρος αὐτῆς μαρτυρήσειε προαιρεθὲν ὃ βουλόμεθα.2 ΝΕ. ΣΩ. τί γὰρ οὔ; ΞΕ. τί δῆτα οὐ, καθάπερ ἐν τοῖς ἔμπροσθε τέμνοντες μέρη μερῶν ἕκαστον διῃρούμεθα, καὶ νῦν περὶ ὑφαντικὴν ταὐτὸν τοῦτʼ ἐδράσαμεν, καὶ κατὰ δύναμιν ὅτι μάλιστα διὰ βραχέων ταχὺ πάντʼ ἐπελθόντες πάλιν ἤλθομεν ἐπὶ τὸ νῦν χρήσιμον; ΝΕ. ΣΩ. πῶς λέγεις; ΞΕ. αὐτὴν τὴν διέξοδον ἀπόκρισίν σοι ποιήσομαι. ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες. ΞΕ. ἔστι τοίνυν πάντα ἡμῖν ὁπόσα δημιουργοῦμεν καὶ κτώμεθα, τὰ μὲν ἕνεκα τοῦ ποιεῖν τι, τὰ δὲ τοῦ μὴ πάσχειν ἀμυντήρια· καὶ τῶν ἀμυντηρίων τὰ μὲν ἀλεξιφάρμακα καὶ θεῖα καὶ ἀνθρώπινα, τὰ δὲ προβλήματα· τῶν δὲ προβλημάτων τὰ μὲν πρὸς τὸν πόλεμον ὁπλίσματα, τὰ δὲ φράγματα· καὶ τῶν φραγμάτων τὰ μὲν παραπετάσματα, τὰ δὲ πρὸς χειμῶνας καὶ καύματα ἀλεξητήρια· τῶν δὲ ἀλεξητηρίων τὰ μὲν στεγάσματα, τὰ δὲ σκεπάσματα· καὶ τῶν σκεπασμάτων ὑποπετάσματα μὲν ἄλλα, περικαλύμματα δὲ ἕτερα· περικαλυμμάτων δὲ τὰ μὲν ὁλόσχιστα, σύνθετα δὲ ἕτερα· τῶν δὲ συνθέτων τὰ μὲν τρητά, τὰ δὲ ἄνευ τρήσεως συνδετά· καὶ τῶν ἀτρήτων τὰ μὲν νεύρινα φυτῶν ἐκ γῆς, τὰ δὲ τρίχινα· τῶν δὲ τριχίνων τὰ μὲν ὕδασι καὶ γῇ κολλητά, τὰ δὲ αὐτὰ αὑτοῖς συνδετά. τούτοισι δὴ τοῖς ἐκ τῶν ἑαυτοῖς συνδουμένων ἐργασθεῖσιν ἀμυντηρίοις καὶ σκεπάσμασι τὸ μὲν ὄνομα ἱμάτια ἐκαλέσαμεν· τὴν δὲ τῶν ἱματίων μάλιστα ἐπιμελουμένην τέχνην, ὥσπερ τότε τὴν τῆς πόλεως πολιτικὴν εἴπομεν, οὕτω καὶ νῦν ταύτην προσείπωμεν ἀπʼ αὐτοῦ τοῦ πράγματος ἱματιουργικήν; φῶμεν δὲ καὶ ὑφαντικήν, ὅσον ἐπὶ τῇ τῶν ἱματίων ἐργασίᾳ μέγιστον ἦν μόριον, μηδὲν διαφέρειν πλὴν ὀνόματι ταύτης τῆς ἱματιουργικῆς, καθάπερ κἀκεῖ τότε τὴν βασιλικὴν τῆς πολιτικῆς;

客人:再びまさに以前の議論に立ち返らねばならない。すなわち、王家の血統に対して城邦の世話を巡って無数の人々が争っているのだから、これらすべての人々を切り分けて、彼一人だけを残さねばならず、そのために私たちは何か範例が私たちに必要だと語ったのだった。 若きソクラテス:全くその通りです。 客人:では、政治的な営みと同じ本性を持ちながら、最も小さなものを範例として提示することで、探求しているものを十分に発見できるようなものとして、一体何を提示すればよいだろうか。ゼウスにかけて、ソクラテスよ、手元に他のものがないのであれば、少なくとも織物術を選び出そうではないか。それも、よければ、そのすべてではなく。おそらく、毛織物に関する部分だけで十分であろう。選び出された彼女のこの部分が、私たちの望むことを示してくれるかもしれないからだ。 若きソクラテス:もちろんです。 客人:では、以前の箇所で部分からさらなる部分へと切り分けながらそれぞれを分割していったように、今また織物術についても同じことを行い、できる限り手短に素早くすべてをたどって、再びいま有用なところへと戻るというのはどうだろうか。 若きソクラテス:どういうことでしょうか。 客人:そのたどる過程そのものを、君への回答としよう。 若きソクラテス:素晴らしいですね。 客人:さて、私たちが作り出し、また獲得するものはすべて、一方には何かを行うためのものがあり、他方には害を被らないための防護物がある。そして防護物のうち、一方には病を防ぐ神的な、また人間的な薬があり、他方には遮蔽物がある。遮蔽物のうち、一方は戦争のための武具であり、他方は障壁である。障壁のうち、一方は目隠しの幕であり、他方は寒さや暑さを防ぐものである。防寒・防暑具のうち、一方は屋根であり、他方は被服である。被服のうち、敷くものが一方にあり、包みまとうものが他方にある。身に付けるもののうち、切り裂かれていない全体のものと、合成されたものがある。合成されたもののうち、縫い穴のあるものと、穴を開けずに結び合わされたものがある。穴を開けないもののうち、地から生える植物の繊維によるものと、毛によるものがある。毛によるもののうち、水や土で固められたものと、それ自体で結び合わされたものがある。このように、それ自体で結び合わされたものから作られた防護物であり被服であるものに、私たちは衣服という名前を与えた。そして、衣服を最も世話する技術を、ちょうどあの時、国家の政治技術を言ったように、今度はこれについても、その事柄自体から製衣術と呼ぼうではないか。また、衣服の製作において最大の役割を果たす部分である織物術も、かつてあの時、王者の技術が政治技術と名前以外には何ら違わなかったように、この製衣術と名前以外には何ら違わないと主張しようではないか。

§280

ΝΕ. ΣΩ. ὀρθότατά γε. ΞΕ. τὸ μετὰ τοῦτο δὴ συλλογισώμεθα ὅτι τὴν ἱματίων ὑφαντικὴν οὕτω ῥηθεῖσάν τις τάχʼ ἂν ἱκανῶς εἰρῆσθαι δόξειεν, μὴ δυνάμενος συννοεῖν ὅτι τῶν μὲν ἐγγὺς συνεργῶν οὔπω διώρισται, πολλῶν δὲ ἑτέρων συγγενῶν ἀπεμερίσθη. ΝΕ. ΣΩ. ποίων, εἰπέ, συγγενῶν; ΞΕ. οὐχ ἕσπου τοῖς λεχθεῖσιν, ὡς φαίνῃ· πάλιν οὖν ἔοικεν ἐπανιτέον ἀρχόμενον ἀπὸ τελευτῆς. εἰ γὰρ συννοεῖς τὴν οἰκειότητα, τὴν μὲν διετέμομεν ἀπʼ αὐτῆς νυνδή, τὴν τῶν στρωμάτων σύνθεσιν3 περιβολῇ χωρίζοντες καὶ ὑποβολῇ. ΝΕ. ΣΩ. μανθάνω. ΞΕ. καὶ μὴν τὴν ἐκ τῶν λίνων καὶ σπάρτων καὶ πάντων ὁπόσα φυτῶν ἄρτι νεῦρα κατὰ λόγον εἴπομεν, δημιουργίαν πᾶσαν ἀφείλομεν· τήν τε αὖ πιλητικὴν ἀφωρισάμεθα καὶ τὴν τρήσει καὶ ῥαφῇ χρωμένην σύνθεσιν, ἧς ἡ πλείστη σκυτοτομική. ΝΕ. ΣΩ. πάνυ μὲν οὖν. ΞΕ. καὶ τοίνυν τὴν τῶν ὁλοσχίστων σκεπασμάτων θεραπείαν δερματουργικὴν καὶ τὰς τῶν στεγασμάτων, ὅσαι τε ἐν οἰκοδομικῇ καὶ ὅλῃ τεκτονικῇ καὶ ἐν ἄλλαις τέχναις ῥευμάτων στεκτικαὶ γίγνονται, συμπάσας ἀφείλομεν, ὅσαι τε περὶ τὰς κλοπὰς καὶ τὰς βίᾳ πράξεις διακωλυτικὰ ἔργα παρέχονται τέχναι φραγμάτων, περί τε γένεσιν ἐπιθηματουργίας οὖσαι καὶ τὰς τῶν θυρωμάτων πήξεις, γομφωτικῆς ἀπονεμηθεῖσαι μόρια τέχνης·4 τήν τε ὁπλοποιικὴν ἀπετεμόμεθα, μεγάλης καὶ παντοίας τῆς προβληματουργικῆς τμῆμα οὖσαν δυνάμεως· καὶ δὴ καὶ τὴν μαγευτικὴν τὴν περὶ τὰ ἀλεξιφάρμακα κατʼ ἀρχὰς εὐθὺς διωρισάμεθα σύμπασαν, καὶ λελοίπαμεν, ὡς δόξαιμεν ἄν, αὐτὴν τὴν ζητηθεῖσαν ἀμυντικὴν χειμώνων, ἐρεοῦ προβλήματος ἐργαστικήν, ὄνομα δὲ ὑφαντικὴν λεχθεῖσαν. ΝΕ. ΣΩ. ἔοικε γὰρ οὖν.

若きソクラテス:極めて正しいです。 客人:この後に私たちが推論すべきは、衣服の織物術がこのように語られたことで、十分に説明されたと思われるかもしれないが、それは近接する協働者からまだ区別されておらず、その一方で多くの他の親縁関係にある技術からは切り離されたことを、理解できないがためのことだということだ。 若きソクラテス:どのような親縁の技術か、おっしゃってください。 客人:君は語られたことについてこなかったようだし、そのように見える。それゆえ、再び終わりから始めて戻る必要があるようだ。というのも、もし親縁関係を理解するなら、私たちは今しがた、敷くものとまとうものとを区別することによって、敷布の合成を、衣服から切り離したのだからね。 若きソクラテス:理解しました。 客人:さらに言えば、亜麻やスパルト草、その他いま議論の中で植物の繊維と呼んだすべてのものから作られる製作活動全体を、私たちは取り除いた。また、フェルト製作や、穴あけと縫合を用いる合成技術(その大部分は製靴術であるが)も除外した。 若きソクラテス:全くその通りです。 客人:そしてまた、切り裂かれていない被服の世話である製革術や、建築術や大工仕事全般、あるいはその他の技術において流れを防ぐために用いられる、屋根に関する技術のすべてを取り除いた。さらに、盗難や暴力的行為を阻止するための障壁を提供する技術(それらは蓋の製作や扉の設置に関わるものであり、接合技術の一部門として割り振られているものだが)も取り除いた。また、巨大で多種多様な遮蔽物製作能力の一部門である、武具製造術も切り離した。そしてまさに、魔除けに関する呪術をも、最初の段階で直ちにそのすべてを区別して除外した。そして、私たちは、寒さを防ぎ、羊毛の遮蔽物を作り出す、探求されていたその防護技術そのものを残したように見えるだろう。それは織物術という名で語られているものだが。 若きソクラテス:そのように見えますね。

構文注4 件
  1. 279aἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν

    分詞 ἔχον の直接目的語は τὴν αὐτὴν ... πραγματείαν(同じ営み)であり、与格 πολιτικῇ は指示代名詞 τὴν αὐτὴν と結びつき、「政治[技術の営み]と同じ」という比較・一致の対象を表している。

  2. 279bπροαιρεθὲν ὃ βουλόμεθα

    中性単数主格の受動態分詞 προαιρεθὲν は、先行する主語 τοῦτο τὸ μέρος(この部分)に一致する。関係節 ὃ βουλόμεθα(私たちが望むもの)は、探求されている真理や証明を指し、分詞は「条件」を表す副詞的用法、または「選び出されたその部分が、私たちの望むことを証言(証明)してくれるだろう」という主語を修飾する形容詞的用法として機能する。

  3. 280bτὴν μὲν... τὴν τῶν στρωμάτων σύνθεσιν

    指示代名詞(冠詞の代名詞的用法)の対格女性単数形 τὴν は、直前の名詞 τὴν οἰκειότητα(親縁関係)から切り出された一つの部門を指す。名詞句 τὴν τῶν στρωμάτων σύνθεσιν(敷布の合成)は τὴν μὲν と同格で置かれており、後に省略されている τὴν δὲ [τῶν ἱματίων σύνθεσιν](衣服の合成)との対比を先導している。

  4. 280dὅσαι τε... ἀπονεμηθεῖσαι μόρια τέχνης

    関係代名詞 ὅσαι によって導かれる長大な関係節が名詞句のように働き、全体が文全体の動詞 ἀφείλομεν(280c末尾)の直接目的語の一部となっている。関係節内の主語(複数の障壁の技術)に一致する女性複数主格の受動態分詞 ἀπονεμηθεῖσαι は、「〜に割り振られた(技術)」として主語を修飾している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:279-280