- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:234-235
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
客人とテアイテトスは、万物について語るソフィストの技法を模倣術や魔術に類比し、これをもとに分割を適用してその正体を捕らえようとする。第一の段階として、原本の比率や色彩を忠実に再現する「似像制作術(エイカスティケー)」が提示される。
ΘΕΑΙ. τίνα δὴ λέγων τὴν ποίησιν; οὐ γὰρ δὴ γεωργόν γε ἐρεῖς τινα· καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν. ΞΕ. φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ καὶ θεῶν καὶ τῶν ἄλλων συμπάντων· καὶ τοίνυν καὶ ταχὺ ποιήσας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀποδίδοται. ΘΕΑΙ. παιδιὰν λέγεις τινά. ΞΕ. τί δέ; τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ παιδιὰν νομιστέον;1 ΘΕΑΙ. πάντως που. ΞΕ. παιδιᾶς δὲ ἔχεις ἤ τι τεχνικώτερον ἢ καὶ χαριέστερον εἶδος ἢ τὸ μιμητικόν; ΘΕΑΙ. οὐδαμῶς· πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον. ΞΕ. οὐκοῦν τόν γʼ ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.2 ΘΕΑΙ. πῶς γὰρ οὔ; ΞΕ. τί δὲ δή; περὶ τοὺς λόγους ἆρʼ οὐ προσδοκῶμεν εἶναί τινα ἄλλην τέχνην, ᾗ αὖ δυνατὸν ὂν τυγχάνει τοὺς νέους καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας ἀφεστῶτας διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέγεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντʼ εἶναι; ΘΕΑΙ. τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη; ΞΕ. τοὺς πολλοὺς οὖν, ὦ Θεαίτητε, τῶν τότε ἀκουόντων ἆρʼ οὐκ ἀνάγκη χρόνου τε ἐπελθόντος αὐτοῖς ἱκανοῦ καὶ προϊούσης ἡλικίας τοῖς τε οὖσι προσπίπτοντας ἐγγύθεν καὶ διὰ παθημάτων ἀναγκαζομένους ἐναργῶς ἐφάπτεσθαι τῶν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ πάντα πάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα ὑπὸ τῶν ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων; ΘΕΑΙ. ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι. οἶμαι δὲ καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι.
テアイテトス:いったいどのような制作のことをおっしゃっているのですか。まさか農夫のことを言っているのではないでしょう。というのも、彼を動物の制作者とおっしゃったのですから。 客人:その通りだ。さらに、海や地や天や神々、その他すべてのものの(制作者でもある)と私は言う。そしてさらに、それらの各々を素早く制作して、ごくわずかなお金で売り払うのだ。 テアイテトス:あなたは何か遊びのことをおっしゃっています。 客人:では、自分はすべてのことを知っており、さらにこれらのことを他の人にもわずかなお金で、しかも短時間で教えることができると主張する者のあの能力は、遊びとみなさねばならないのではないかね。 テアイテトス:どうしてもそのように思われます。 客人:では、遊びの種類として、模倣的なものよりも技術的であるか、あるいはより洗練されたものを、君は何か挙げられるかね。 テアイテトス:決してありません。というのも、あなたはすべてのものを一つにまとめ上げて、極めて多様であり、ほぼ最も多彩な種類についておっしゃったのですから。 客人:それなら、一つの技術によってすべてのものを制作することが可能だと約束するあの者については、次のことを私たちは知っているね。すなわち、彼は絵画術によって、実在するものの模倣や同名のものを作り出し、その描かれたものを遠くから示すことによって、若い子供たちのうち愚かな者たちを欺き、自分が望むことであればどんなことでも実際に成し遂げる十分な能力があるかのように思わせることができる、ということを。 テアイテトス:当然そうでしょう。 客人:では、言葉に関しては、もう一つの別の技術が存在することを私たちは予期しないだろうか。それによって、事物の真理からまだ遠く離れている若者たちを、言葉によって耳を通して惑わし、あらゆる事柄について語られる幻影を示すことで、語されていることが真実であると思わせ、さらに語っている者自身があらゆる点においてすべての人の中で最も知恵があると思わせることが可能になるような、そのような技術を。 テアイテトス:実際、どうしてそのような別の技術が存在しないことがありましょうか。 客人:そうすると、テアイテトスよ、当時それらの言葉を聴いていた多くの人々は、十分な時間が経過し、年齢が進むにつれて、実在するものに身近に接し、さまざまな経験によって実在するものにはっきりと触れることを余儀なくされ、その結果、当時の思い込みを一変させ、かつて大きかったものが小さく見え、容易だったものが困難に見え、言葉の中の幻影がすべて、実際の行動において生じる現実によってことごとく覆されることになるのは必然ではないかね。 テアイテトス:少なくとも、私のような年齢の者が判断するかぎりではそのようです。そして、私もまだ遠く離れている者の一人であると思います。
ΞΕ. τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσάγειν. περὶ δʼ οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε· πότερον ἤδη τοῦτο σαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, ἢ διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων τυγχάνει; ΘΕΑΙ. καὶ πῶς ἄν, ὦ ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις μερῶν εἷς. ΞΕ. γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα. ΘΕΑΙ. πῶς γὰρ οὐ θετέον; ΞΕ. ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτʼ ἀνεῖναι· σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε οὐκέτʼ ἐκφεύξεται τόδε γε. ΘΕΑΙ. τὸ ποῖον; ΞΕ. τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς.3 ΘΕΑΙ. κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ. ΞΕ. δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλοποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς ὁ σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα ὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι τὴν ἄγραν· ἐὰν δʼ ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθʼ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.4 ΘΕΑΙ. λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον. ΞΕ. κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως ἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς· τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθʼ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι. ΘΕΑΙ. σὺ δʼ ἀλλʼ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις. ΞΕ. μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστι δʼ αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται. ΘΕΑΙ. τί δʼ; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτʼ ἐπιχειροῦσι δρᾶν;
客人:だからこそ、ここにいる私たち全員が、君をそのような経験なしにできるだけ近くまで導くように努めるつもりだし、今も努めているのだ。ところで、ソフィストについては次のことを私に言ってほしい。彼が実在するものの模倣者であり、魔術師の一人であるということは、すでに明らかだろうか。それとも、彼が反論できるように見えるまさにそれらの多くの事柄について、実際にそれらに関する知識をも真に持っているのではないかと、私たちはまだ疑っているかね。 テアイテトス:客人よ、いったいどうしてそんなことがあり得ましょうか。むしろ、これまでに語られたことからして、彼は遊びに関わる部門の一つに属する者であることは、すでにほぼ明らかです。 客人:では、彼を一種の魔術師であり模倣者であると規定せねばならないね。 テアイテトス:当然そう規定せねばなりません。 客人:さあ、今や私たちの仕事は、この獲物をもう逃がさないことだ。というのも、このような事柄に関する言葉の中の道具の一つである、一種の投げ網のようなもので彼をほぼ包囲したのだから。したがって、彼はもう次のようなことからは逃れられない。 テアイテトス:どのようなことですか。 客人:奇術師たちの類の一人に入らないことだ。 テアイテトス:私にも、彼についてまさにそのように同意されます。 客人:それなら、できるだけ速やかに像制作術を分割することにしよう。そして、その中に分け入って、もしソフィストがすぐに私たちを待ち受けているなら、支配的なロゴスによって命じられた通りに彼を捕らえ、それを王に引き渡して獲物を示そう。しかし、もし彼が模倣術の諸部分のどこかへと潜り込んでいくなら、彼が逃げ込むその領域を常に分割しながら彼を追い、ついに捕らえるまで追い続けよう。いずれにせよ、彼であれ他のいかなる類であれ、個々の事柄やあらゆる事柄に対してこのように追跡できる方法から逃れて、自らを誇るようなことは決してできないのだから。 テアイテトス:おっしゃる通りです。そのように行わねばなりません。 客人:以前の分割の方法に従えば、私は今でも模倣術の二つの種類を見いだせるように思われる。しかし、私たちが探求している形相が、この二つのうちのいったいどちらに存在しているのかを、私はまだ十分に理解する能力がないように思われる。 テアイテトス:ですが、まずはその二つが何であるかを教えて、分割して見せてください。 客人:そのうちの一つとして、私はその中に似像制作術を見ている。これは、模範となるものの釣合いに従って、長さ、幅、深さにおいて模倣を施し、さらにこれらに加えて、それぞれの部分に適した色彩を施すことによって、模倣物の生成を成し遂げるときに、最もよく成立する技術だ。 テアイテトス:しかし、何かを模倣するすべての者が、これを行おうと試みるのではないですか。
- 234aτὴν τοῦ λέγοντος... μῶν οὐ παιδιὰν νομιστέον
名詞を伴わない冠詞対格 τὴν は、文脈上先行する δύναμιν(能力)や τέχνην(技術)などを指示しており、属格句 τοῦ λέγοντος ὅτι πάντα οἶδε がこれを限定する。これが形容詞 νομιστέον の実質的な目的語を成す。
- 234bλανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ
非人称動詞のように見えるが λανθάνειν は τοὺς ἀνοήτους を直接目的語とする不定詞であり、主語の状態を説明する分詞 ἱκανώτατος ὢν が後続する。ὡς は主観的・仮装的なあり方(「〜であるかのように」)を導入し、ὅτιπερ ἂν... ἀποτελεῖν に係る。
- 235bτὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς
逃亡や否定を意味する表現(οὐκέτʼ ἐκφεύξεται)の後に、二重否定の μὴ οὐ + 不定詞(εἶναι)が続く慣用構文。全体として「奇術師たちの類の一人に入らないことはない(=必ず入る)」という強い肯定を導く。
- 235cμή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθʼ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον
μή ποτε... ἐπεύξηται は、前の οὔτε... οὔτε の並列と相まって、確信に満ちた強い否定の意志未来を表現する(または独立節での懸念の接続法)。分詞 ἐκφυγόν は主語(οὗτος οὔτε ἄλλο γένος)に係る。μετιέναι は δυναμένων に支配される不定詞で、その目的語が τὴν... μέθοδον である。
