§206ΣΩ. τί δʼ αὖ;
ソク:あるいはまたどうだろう。
τοὐναντίον λέγοντος ἆρʼ οὐ μᾶλλον ἂν ἀποδέξαιο ἐξ ὧν αὐτὸς σύνοισθα σαυτῷ ἐν τῇ τῶν γραμμάτων μαθήσει;
それとは反対のことを言う者の主張を、君自身が文字の学習において自覚していること(経験)から、よりいっそう受け入れるのではないかね。
ΘΕΑΙ. τὸ ποῖον;
テア:それはどのようなことですか。
ΣΩ. ὡς οὐδὲν ἄλλο μανθάνων διετέλεσας ἢ τὰ στοιχεῖα ἔν τε τῇ ὄψει διαγιγνώσκειν πειρώμενος καὶ ἐν τῇ ἀκοῇ αὐτὸ καθʼ αὑτὸ ἕκαστον, ἵνα μὴ ἡ θέσις σε ταράττοι λεγομένων τε καὶ γραφομένων.
ソク:君が学び続けていたとき、目で見るにせよ耳で聞くにせよ、個々の元素をそれ自体として区別しようと努めること以外には何もしなかった。 それは、語られたり書かれたりするときの配置が君を混乱させないようにするためであった、ということだよ。
ΘΕΑΙ. ἀληθέστατα λέγεις.
テア:全くおっしゃる通りです。
ΣΩ. ἐν δὲ κιθαριστοῦ τελέως μεμαθηκέναι μῶν ἄλλο τι ἦν ἢ τὸ τῷ φθόγγῳ ἑκάστῳ δύνασθαι ἐπακολουθεῖν, ποίας χορδῆς εἴη·
ソク:では、竪琴の教師のもとで完全に学んだということは、個々の音の響きがどの弦のものであるかを追うことができるようになること以外だったろうか。
ἃ δὴ στοιχεῖα πᾶς ἂν ὁμολογήσειε μουσικῆς λέγεσθαι;
これらこそ、誰もが音楽の「元素」と呼ぶことに同意するだろうが。
ΘΕΑΙ. οὐδὲν ἄλλο.
テア:他でもありません。
ΣΩ. ὧν μὲν ἄρʼ αὐτοὶ ἔμπειροί ἐσμεν στοιχείων καὶ συλλαβῶν, εἰ δεῖ ἀπὸ τούτων τεκμαίρεσθαι καὶ εἰς τὰ ἄλλα, πολὺ τὸ τῶν στοιχείων γένος ἐναργεστέραν τε τὴν γνῶσιν ἔχειν φήσομεν καὶ κυριωτέραν τῆς συλλαβῆς πρὸς τὸ λαβεῖν τελέως ἕκαστον μάθημα, καὶ ἐάν τις φῇ συλλαβὴν μὲν γνωστόν, ἄγνωστον δὲ πεφυκέναι στοιχεῖον, ἑκόντα ἢ ἄκοντα παίζειν ἡγησόμεθʼ αὐτόν.
ソク:それゆえ、私たちが経験している元素と音節について、これらから他のものについても推測すべきであるなら、それぞれの学問を完全に習得するためには、元素の類のほうが音節よりもはるかに明瞭で、また決定的な知識を持っていると私たちは主張するだろう。 そして、もし誰かが、音節は知られうるが元素は生まれつき知られざるものであると言うなら、その人は意図してか意図せずしてか、ふざけているのだと私たちはみなすだろう。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
テア:全くその通りです。
ΣΩ. ἀλλὰ δὴ τούτου μὲν ἔτι κἂν ἄλλαι φανεῖεν ἀποδείξεις, ὡς ἐμοὶ δοκεῖ·
ソク:しかし、これについては他にも証明が現れるかもしれない、と私には思われる。
τὸ δὲ προκείμενον μὴ ἐπιλαθώμεθα διʼ αὐτὰ ἰδεῖν, ὅτι δή ποτε καὶ λέγεται τὸ μετὰ δόξης ἀληθοῦς λόγον προσγενόμενον τὴν τελεωτάτην ἐπιστήμην γεγονέναι.
だが、目の前にある問題、すなわち、真なる思いなしに説明が付け加わることが最も完全な知識になる、といかなる理由で言われるのかということを、これらの事柄を通じて見るのを忘れないようにしよう。
ΘΕΑΙ. οὐκοῦν χρὴ ὁρᾶν.
テア:では、検討せねばなりません。
ΣΩ. φέρε δή, τί ποτε βούλεται τὸν λόγον ἡμῖν σημαίνειν;
ソク:さあ、説明とは一体、私たちに何を意味しようとしているのだろう。
τριῶν γὰρ ἕν τί μοι δοκεῖ λέγειν.
三つのうちの一つを言っているように私には思われる。
ΘΕΑΙ. τίνων δή;
テア:その三つとは何ですか。
ΣΩ. τὸ μὲν πρῶτον εἴη ἂν τὸ τὴν αὑτοῦ διάνοιαν ἐμφανῆ ποιεῖν διὰ φωνῆς μετὰ ῥημάτων τε καὶ ὀνομάτων, ὥσπερ εἰς κάτοπτρον ἢ ὕδωρ τὴν δόξαν ἐκτυπούμενον εἰς τὴν διὰ τοῦ στόματος ῥοήν.
ソク:第一のものは、鏡や水の中に(影が)写し出されるように、みずからの思いなしを声によって動詞や名詞とともに、口から流れる流れの中へと写し出して、自分の思考を明らかにすることだろう。
ἢ οὐ δοκεῖ σοι τὸ τοιοῦτον λόγος εἶναι;
あるいは、そのようなものが説明であるとは君には思われないかね。
ΘΕΑΙ. ἔμοιγε.
テア:思われます。
τὸν γοῦν αὐτὸ δρῶντα λέγειν φαμέν.
とにかく、それを行う人を私たちは「語る」と言いますから。
ΣΩ. οὐκοῦν αὖ τοῦτό γε πᾶς ποιεῖν δυνατὸς θᾶττον ἢ σχολαίτερον, τὸ ἐνδείξασθαι τί δοκεῖ περὶ ἑκάστου αὐτῷ, ὁ μὴ ἐνεὸς ἢ κωφὸς ἀπʼ ἀρχῆς·
ソク:だとすると、生まれつき言葉が不自由であったり、耳が聞こえなかったりするのでない限り、誰もが自分がそれぞれのものについてどう考えているかを示すことを、遅かれ早かれできるはずだ。
καὶ οὕτως ὅσοι τι ὀρθὸν δοξάζουσι, πάντες αὐτὸ μετὰ λόγου φανοῦνται ἔχοντες, καὶ οὐδαμοῦ ἔτι ὀρθὴ δόξα χωρὶς ἐπιστήμης γενήσεται.
そうして、正しい思いなしを持つ者は誰でも、説明を伴ってそれを持っていることが明らかになり、正しい思いなしが知識なしに生じることはどこにもなくなってしまうだろう。
ΘΕΑΙ. ἀληθῆ.
テア:本当です。
§207ΣΩ. μὴ τοίνυν ῥᾳδίως καταγιγνώσκωμεν τὸ μηδὲν εἰρηκέναι τὸν ἀποφηνάμενον ἐπιστήμην ὃ νῦν σκοποῦμεν.
ソク:それゆえ、私たちが今探求している知識をそのように定義した人が、何も語らなかったと簡単に断定してはならない。
ἴσως γὰρ ὁ λέγων οὐ τοῦτο ἔλεγεν, ἀλλὰ τὸ ἐρωτηθέντα τί ἕκαστον δυνατὸν εἶναι τὴν ἀπόκρισιν διὰ τῶν στοιχείων ἀποδοῦναι τῷ ἐρομένῳ.
おそらく、そう言う人はこのようなことを言っていたのではなく、何であるかを問われたとき、問うた者に対して、元素(構成要素)を通じた回答を返すことができること、これを言っていたのだろう。
ΘΕΑΙ. οἷον τί λέγεις, ὦ Σώκρατες;
テア:たとえばどういうことですか、ソクラテスよ。
ΣΩ. οἷον καὶ Ἡσίοδος περὶ ἁμάξης λέγει τὸ
ἑκατὸν δέ τε δούραθʼ ἁμάξης.
ソク:たとえば、ヘシオドスも車について『車の百の木材』と言っている。
ἃ ἐγὼ μὲν οὐκ ἂν δυναίμην εἰπεῖν, οἶμαι δὲ οὐδὲ σύ·
それらを私は言うことができないだろうし、君もできないと思う。
ἀλλʼ ἀγαπῷμεν ἂν ἐρωτηθέντες ὅτι ἐστὶν ἅμαξα, εἰ ἔχοιμεν εἰπεῖν τροχοί, ἄξων, ὑπερτερία, ἄντυγες, ζυγόν.
しかし、車とは何であるかを問われたとき、車輪、車軸、車体、手摺り、軛、と言えれば私たちは満足するだろう。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
テア:全くその通りです。
ΣΩ. ὁ δέ γε ἴσως οἴοιτʼ ἂν ἡμᾶς, ὥσπερ ἂν τὸ σὸν ὄνομα ἐρωτηθέντας καὶ ἀποκρινομένους κατὰ συλλαβήν, γελοίους εἶναι, ὀρθῶς μὲν δοξάζοντας καὶ λέγοντας ἃ λέγομεν, οἰομένους δὲ γραμματικοὺς εἶναι καὶ ἔχειν τε καὶ λέγειν γραμματικῶς τὸν τοῦ Θεαιτήτου ὀνόματος λόγον·
ソク:しかし、その人はおそらく、私たちのことを、ちょうど君の名前を問われて音節によって答える者のように、滑稽だと思うだろう。 私たちは正しい思いなしを持ち、言うべきことを正しく言ってはいるものの、自分が文字の専門家であり、テアイテトスの名前の説明を、文字の専門家として持ち、また語っていると思いこんでいるからだ。
τὸ δʼ οὐκ εἶναι ἐπιστημόνως οὐδὲν λέγειν, πρὶν ἂν διὰ τῶν στοιχείων μετὰ τῆς ἀληθοῦς δόξης ἕκαστον περαίνῃ τις, ὅπερ καὶ ἐν τοῖς πρόσθε που ἐρρήθη.
しかし、真なる思いなしを伴って元素(文字)を通じて個々のことを成し遂げるのでない限り、知識をもって何事をも語っているのではない。 このことは前にも言われた通りだがね。
ΘΕΑΙ. ἐρρήθη γάρ.
テア:確かに言われました。
ΣΩ. οὕτω τοίνυν καὶ περὶ ἁμάξης ἡμᾶς μὲν ὀρθὴν ἔχειν δόξαν, τὸν δὲ διὰ τῶν ἑκατὸν ἐκείνων δυνάμενον διελθεῖν αὐτῆς τὴν οὐσίαν, προσλαβόντα τοῦτο, λόγον τε προσειληφέναι τῇ ἀληθεῖ δόξῃ καὶ ἀντὶ δοξαστικοῦ τεχνικόν τε καὶ ἐπιστήμονα περὶ ἁμάξης οὐσίας γεγονέναι, διὰ στοιχείων τὸ ὅλον περάναντα.
ソク:それゆえ同様に、車についても、私たちは正しい思いなしを持っているが、あの百の木材を通じて車の本質を詳細に説明できる人は、これを付け加えることによって、真なる思いなしに説明を付け加えたことになり、ただ思いなす者である代わりに、元素を通じて全体を成し遂げることによって、車の本質について専門的かつ知識を持つ者になったのだ。
ΘΕΑΙ. οὐκοῦν εὖ δοκεῖ σοι, ὦ Σώκρατες;
テア:では、それはあなたにとって正しく思われるのですね、ソクラテスよ。
ΣΩ. εἰ σοί, ὦ ἑταῖρε, δοκεῖ, καὶ ἀποδέχῃ τὴν διὰ στοιχείου διέξοδον περὶ ἑκάστου λόγον εἶναι, τὴν δὲ κατὰ συλλαβὰς ἢ καὶ κατὰ μεῖζον ἔτι ἀλογίαν, τοῦτό μοι λέγε, ἵνʼ αὐτὸ ἐπισκοπῶμεν.
ソク:友よ、もし君にそう思われ、個々のものについて元素を通じた詳細な説明を行うことが『説明』であり、音節によるもの、あるいはそれより大きな単位によるものは説明を欠いたものであると受け入れるなら、そのことを私に言ってくれたまえ。 私たちがそれを検討できるように。
ΘΕΑΙ. ἀλλὰ πάνυ ἀποδέχομαι.
テア:ええ、完全に受け入れます。
ΣΩ. πότερον ἡγούμενος ἐπιστήμονα εἶναι ὁντινοῦν ὁτουοῦν, ὅταν τὸ αὐτὸ τοτὲ μὲν τοῦ αὐτοῦ δοκῇ αὐτῷ εἶναι, τοτὲ δὲ ἑτέρου, ἢ καὶ ὅταν τοῦ αὐτοῦ τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον δοξάζῃ;
ソク:では、ある人が同じものについて、あるときには同じものの一部であると思い、またあるときには別のものの一部であると思うとき、あるいはまた、同じものについてあるときにはこれ、あるときにはあれを思いなすとき、君はその人をそれについて知識を持つ者だと思うかね。
ΘΕΑΙ. μὰ Δίʼ οὐκ ἔγωγε.
テア:ゼウスにかけて、私は全くそうは思いません。
ΣΩ. εἶτα ἀμνημονεῖς ἐν τῇ τῶν γραμμάτων μαθήσει κατʼ ἀρχὰς σαυτόν τε καὶ τοὺς ἄλλους δρῶντας αὐτά;
ソク:それでは、文字を学び始めた初期のころに、君自身や他の人々がまさにそのようなことをしていたのを忘れてしまったかね。
ΘΕΑΙ. ἆρα λέγεις τῆς αὐτῆς συλλαβῆς τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον ἡγουμένους γράμμα, καὶ τὸ αὐτὸ τοτὲ μὲν εἰς τὴν προσήκουσαν, τοτὲ δὲ εἰς ἄλλην τιθέντας συλλαβήν;
テア:あなたが言っているのは、同じ音節に対してあるときにはこの文字、あるときにはあの文字を属すると考えたり、同じ文字をあるときには本来の音節に入れ、あるときには別の音節に入れたりする、ということですか。
ΣΩ. ταῦτα λέγω.
ソク:その通り、それを言っているのだ。
ΘΕΑΙ. μὰ Δίʼ οὐ τοίνυν ἀμνημονῶ, οὐδέ γέ πω ἡγοῦμαι ἐπίστασθαι τοὺς οὕτως ἔχοντας.
テア:ゼウスにかけて、それなら忘れてはいません。 そしてそのような状態にある人々が知識を持っているとは、私はまだ思いません。