Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §142-143

欧克里德与特尔普西翁引入对话记录

第 1 段,共 45 段 · 希腊语

内容简介

欧克里德向特尔普西翁讲述了自己遇到重伤病危的泰阿泰德的过程,并回忆起苏格拉底对泰阿泰德天赋的预言。两人决定让童仆朗读欧克里德记录下的对话录,由此开始苏格拉底与狄奥多罗、泰阿泰德的对话。

§142ΕΥ. ἄρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ;
欧克里德:特尔普西翁,你刚从乡下来,还是来了一会儿了?
ΤΕΡ. ἐπιεικῶς πάλαι.
特尔普西翁:有一会儿了。
καὶ σέ γε ἐζήτουν κατʼ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τʼ ἦ εὑρεῖν.
我还在广场上找你呢,奇怪怎么找不到你。
ΕΥ. οὐ γὰρ ἦ κατὰ πόλιν.
欧克里德:因为我没在城里。
ΤΕΡ. ποῦ μήν;
特尔普西翁:那你在哪儿?
ΕΥ. εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου Ἀθήναζε.
欧克里德:我下到港口去的时候,碰到了泰阿泰德,他正被人从科林斯的军营抬回雅典来。
ΤΕΡ. ζῶντι ἢ τετελευτηκότι;
特尔普西翁:他还活着,还是已经去世了?
ΕΥ. ζῶντι καὶ μάλα μόλις·
欧克里德:还活着,但非常勉强。
χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι.
因为他不仅受了些伤,情况不妙,而且更严重的是,军中爆发的那场疫病正折磨着他。
ΤΕΡ. μῶν ἡ δυσεντερία;
特尔普西翁:难道是痢疾?
ΕΥ. ναί.
欧克里德:是的。
ΤΕΡ. οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι.
特尔普西翁:你所说的处于危险中的,是多么优秀的一个人啊!
ΕΥ. καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην.
欧克里德:确实是个杰出而优秀的人,特尔普西翁。 刚才我还听到一些人极力称赞他在战场上的表现呢。
ΤΕΡ. καὶ οὐδέν γʼ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον εἰ μὴ τοιοῦτος ἦν.
特尔普西翁:这不足为奇。 相反,如果他不是这样,倒更令人惊讶了。
ἀτὰρ πῶς οὐκ αὐτοῦ Μεγαροῖ κατέλυεν;
不过,他怎么没留在麦加拉这儿歇脚呢?
ΕΥ. ἠπείγετο οἴκαδε·
欧克里德:他急着回家。
ἐπεὶ ἔγωγʼ ἐδεόμην καὶ συνεβούλευον, ἀλλʼ οὐκ ἤθελεν.
虽然我百般挽留并劝说他,但他不肯。
καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους ὡς μαντικῶς ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου.
于是,送走他之后,我在回来的路上,又回想起来并惊叹于苏格拉底是何等神机妙算,不仅在其他事上,而且在这件事上也说准了。
δοκεῖ γάρ μοι ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν.
因为在我看来,苏格拉底在他去世前不久遇到了当时还是少年的泰阿泰德,与他相处并交谈之后,非常赞赏他的天赋。
καί μοι ἐλθόντι Ἀθήναζε τούς τε λόγους οὓς διελέχθη αὐτῷ διηγήσατο καὶ μάλα ἀξίους ἀκοῆς, εἶπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι.
当我在雅典时,苏格拉底向我讲述了他们之间进行过的对话,确实非常值得一听,他还说,如果这孩子能长大成人,将来必定会大有作为。
ΤΕΡ. καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν.
特尔普西翁:看来他说的确实是真话。
ἀτὰρ τίνες ἦσαν οἱ λόγοι;
不过,那是些什么样的对话呢?
ἔχοις ἂν διηγήσασθαι;
你能讲给我听吗?
§143ΕΥ. οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε ἀπὸ στόματος·
欧克里德:不,凭宙斯起誓,光凭记忆可讲不出来。
ἀλλʼ ἐγραψάμην μὲν τότʼ εὐθὺς οἴκαδʼ ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνῃσκόμενος ἔγραφον, καὶ ὁσάκις Ἀθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτη ὃ μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνορθούμην·
不过我当时一回家就立刻写下了备忘录,后来闲暇时凭着记忆把它整理出来。 每当我到雅典去的时候,我就会向苏格拉底核对我不记得的部分,回来后再做修改。
ὥστε μοι σχεδόν τι πᾶς ὁ λόγος γέγραπται.
所以对我来说,几乎所有的对话都已经写成了文字。
ΤΕΡ. ἀληθῆ·
特尔普西翁:确实。
ἤκουσά σου καὶ πρότερον, καὶ μέντοι ἀεὶ μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο.
我以前也听你这么说过,而且我其实一直打算让你拿出来给我看,却一直拖延到了现在。
ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν;
不过,现在妨碍我们阅读它的又是什么呢?
πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι ὡς ἐξ ἀγροῦ ἥκων.
反正我也正需要休息,因为我是刚从乡下赶来的。
ΕΥ. ἀλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ἐρινοῦ Θεαίτητον προύπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην.
欧克里德:的确,我自己也把泰阿泰德一直送到了埃里内翁,所以我也很乐意休息一下。
ἀλλʼ ἴωμεν, καὶ ἡμῖν ἅμα ἀναπαυομένοις ὁ παῖς ἀναγνώσεται.
那我们走吧,我们休息的时候,让童仆读给我们听。
ΤΕΡ. ὀρθῶς λέγεις.
特尔普西翁:你说得对。
ΕΥ. τὸ μὲν δὴ βιβλίον, ὦ Τερψίων, τουτί·
欧克里德:特尔普西翁,书就是这一本。
ἐγραψάμην δὲ δὴ οὑτωσὶ τὸν λόγον, οὐκ ἐμοὶ Σωκράτη διηγούμενον ὡς διηγεῖτο, ἀλλὰ διαλεγόμενον οἷς ἔφη διαλεχθῆναι.
我是这样记录这篇对话的:不是像苏格拉底向我讲述那样,写成他对我讲述的样子,而是写成他与那些他所说的主角直接对话的样子。
ἔφη δὲ τῷ τε γεωμέτρῃ Θεοδώρῳ καὶ τῷ Θεαιτήτῳ.
他说,那两个人是几何学家狄奥多罗和泰阿泰德。
ἵνα οὖν ἐν τῇ γραφῇ μὴ παρέχοιεν πράγματα αἱ μεταξὺ τῶν λόγων διηγήσεις περὶ αὑτοῦ τε ὁπότε λέγοι ὁ Σωκράτης, οἷον καὶ ἐγὼ ἔφην ἢ καὶ ἐγὼ εἶπον, ἢ αὖ περὶ τοῦ ἀποκρινομένου ὅτι συνέφη ἢ οὐχ ὡμολόγει, τούτων ἕνεκα ὡς αὐτὸν αὐτοῖς διαλεγόμενον ἔγραψα, ἐξελὼν τὰ τοιαῦτα.
为了使书写本中不至于因为对话之间的叙述性插入而显得繁琐——比如苏格拉底说到自己时说: “我便说” 或 “我回答道”;或者提到回答者说: “他表示赞同” 或 “他不承认”—— 由于这些原因,我把这些话都删去了,写得好像是苏格拉底亲自在与他们对话一样。
ΤΕΡ. καὶ οὐδέν γε ἀπὸ τρόπου, ὦ Εὐκλείδη.
特尔普西翁:这完全是得当的,欧克里德。
ΕΥ. ἀλλά, παῖ, λαβὲ τὸ βιβλίον καὶ λέγε.
欧克里德:好了,孩子,拿上书开始读吧。
ΣΩ. εἰ μὲν τῶν ἐν Κυρήνῃ μᾶλλον ἐκηδόμην, ὦ Θεόδωρε, τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν ἤ τινα ἄλλην φιλοσοφίαν εἰσὶ τῶν νέων ἐπιμέλειαν ποιούμενοι·
苏格拉底:狄奥多罗,如果我更关心居留尼的人,我就会向你询问那里的情况以及那里的年轻人,问问他们当中是否有人在几何学或某种其他哲学上用心。
νῦν δὲ ἧττον γὰρ ἐκείνους ἢ τούσδε φιλῶ, καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γενέσθαι ἐπιεικεῖς.
但事实并非如此,因为比起他们,我更喜爱我们这儿的年轻人,并且更渴望知道我们这里的年轻人中有谁有望成为优秀人才。
ταῦτα δὴ αὐτός τε σκοπῶ καθʼ ὅσον δύναμαι, καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι.
因此,我自己尽我所能地关注这一点,也向那些我看到年轻人乐意与之交往的人打听。
σοὶ δὴ οὐκ ὀλίγιστοι πλησιάζουσι, καὶ δικαίως· ἄξιος γὰρ τά τε ἄλλα καὶ γεωμετρίας ἕνεκα.
现在,围在你身边的人绝非少数,这也是理所当然的;因为无论是由于别的方面还是由于几何学,你都当之无愧。
εἰ δὴ οὖν τινι ἐνέτυχες ἀξίῳ λόγου, ἡδέως ἂν πυθοίμην.
所以,如果你遇到了什么值得一提的人,我很乐意听你谈谈。

词汇与语法注释

  1. 142cἐθαύμασα Σωκράτους ὡς μαντικῶς — 表达惊叹的动词 ἐθαύμασα 以属格(Σωκράτους)作为其惊叹的对象。这种结构可以被理解为一种“先行(先提)”句法,即后面 ὡς 引导的从句的主语被提前抽取到主句中作属格,从而强调了欧克里德对苏格拉底本人的赞叹。
  2. 143bοὐκ ἐμοὶ Σωκράτη διηγούμενον — 宾格名词 Σωκράτη 及其分词 διηγούμενον 和 διαλεγόμενον 构成了对 τὸν λόγον(对话)的补充说明,类似于“宾格加分词”结构(等同于宾格加不定式)。它明确了文本的记录形式:不是写成苏格拉底向欧克里德叙述的形式,而是写成苏格拉底直接与他人对话的形式。
  3. 143dνῦν δὲ ἧττον γὰρ — 接续词 γάρ 紧跟在 νῦν δέ(“但事实并非如此”)之后,用于解释前一句虚拟条件句的前提在现实中不成立的原因(因为现实中苏格拉底并不那么关心居留尼,而是更喜爱本地的年轻人)。这是一个嵌套在主句陈述中的解释性 γάρ。

引用这一段

柏拉图, 泰阿泰德篇 §142-143. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:142-143

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。