- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:144
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
テオドロスは、容姿はソクラテスに似て醜いが、極めて聡明で穏やか、かつ勇敢な若者であるテアイテトスをソクラテスに紹介し、ソクラテスは彼を自分の隣に呼び寄せて対話を開始する。
ΘΕΟ. καὶ μήν, ὦ Σώκρατες, ἐμοί τε εἰπεῖν καὶ σοὶ ἀκοῦσαι πάνυ ἄξιον1 οἵῳ ὑμῖν τῶν πολιτῶν μειρακίῳ ἐντετύχηκα. καὶ εἰ μὲν ἦν καλός, ἐφοβούμην ἂν2 σφόδρα λέγειν, μὴ καί τῳ δόξω ἐν ἐπιθυμίᾳ αὐτοῦ εἶναι. νῦν δέ—καὶ μή μοι ἄχθου—οὐκ ἔστι καλός, προσέοικε δὲ σοὶ τήν τε σιμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων· ἧττον δὲ ἢ σὺ ταῦτʼ ἔχει. ἀδεῶς δὴ λέγω. εὖ γὰρ ἴσθι ὅτι ὧν δὴ πώποτε ἐνέτυχον —καὶ πάνυ πολλοῖς πεπλησίακα—οὐδένα πω ᾐσθόμην οὕτω θαυμαστῶς εὖ πεφυκότα. τὸ γὰρ εὐμαθῆ ὄντα ὡς ἄλλῳ χαλεπὸν πρᾷον αὖ εἶναι διαφερόντως,3 καὶ ἐπὶ τούτοις ἀνδρεῖον παρʼ ὁντινοῦν, ἐγὼ μὲν οὔτʼ ἂν ᾠόμην γενέσθαι οὔτε ὁρῶ γιγνόμενον· ἀλλʼ οἵ τε ὀξεῖς ὥσπερ οὗτος καὶ ἀγχίνοι καὶ μνήμονες ὡς τὰ πολλὰ καὶ πρὸς τὰς ὀργὰς ὀξύρροποί εἰσι, καὶ ᾁττοντες φέρονται ὥσπερ τὰ ἀνερμάτιστα πλοῖα, καὶ μανικώτεροι ἢ ἀνδρειότεροι φύονται, οἵ τε αὖ ἐμβριθέστεροι νωθροί πως ἀπαντῶσι πρὸς τὰς μαθήσεις καὶ λήθης γέμοντες. ὁ δὲ οὕτω λείως τε καὶ ἀπταίστως καὶ ἀνυσίμως ἔρχεται ἐπὶ τὰς μαθήσεις τε καὶ ζητήσεις μετὰ πολλῆς πρᾳότητος, οἷον ἐλαίου ῥεῦμα ἀψοφητὶ ῥέοντος, ὥστε θαυμάσαι τὸ τηλικοῦτον ὄντα οὕτως ταῦτα διαπράττεσθαι. ΣΩ. εὖ ἀγγέλλεις. τίνος δὲ καὶ ἔστι τῶν πολιτῶν; ΘΕΟ. ἀκήκοα μὲν τοὔνομα, μνημονεύω δὲ οὔ. ἀλλὰ γάρ ἐστι τῶνδε τῶν προσιόντων ὁ ἐν τῷ μέσῳ· ἄρτι γὰρ ἐν τῷ ἔξω δρόμῳ ἠλείφοντο ἑταῖροί τέ τινες οὗτοι αὐτοῦ καὶ αὐτός, νῦν δέ μοι δοκοῦσιν ἀλειψάμενοι δεῦρο ἰέναι. ἀλλὰ σκόπει εἰ γιγνώσκεις αὐτόν. ΣΩ. γιγνώσκω· ὁ τοῦ Σουνιῶς Εὐφρονίου ἐστίν, καὶ πάνυ γε, ὦ φίλε, ἀνδρὸς οἷον καὶ σὺ τοῦτον διηγῇ, καὶ ἄλλως εὐδοκίμου, καὶ μέντοι καὶ οὐσίαν μάλα πολλὴν κατέλιπεν. τὸ δʼ ὄνομα οὐκ οἶδα τοῦ μειρακίου. ΘΕΟ. Θεαίτητος, ὦ Σώκρατες, τό γε ὄνομα· τὴν μέντοι οὐσίαν δοκοῦσί μοι ἐπίτροποί τινες διεφθαρκέναι. ἀλλʼ ὅμως καὶ πρὸς τὴν τῶν χρημάτων ἐλευθεριότητα θαυμαστός, ὦ Σώκρατες. ΣΩ. γεννικὸν λέγεις τὸν ἄνδρα. καί μοι κέλευε αὐτὸν ἐνθάδε παρακαθίζεσθαι. ΘΕΟ. ἔσται ταῦτα. Θεαίτητε, δεῦρο παρὰ Σωκράτη. ΣΩ. πάνυ μὲν οὖν, ὦ Θεαίτητε, ἵνα κἀγὼ ἐμαυτὸν ἀνασκέψωμαι ποῖόν τι ἔχω τὸ πρόσωπον· φησὶν γὰρ Θεόδωρος ἔχειν με σοὶ ὅμοιον. ἀτὰρ εἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν4 ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθʼ ἂν εἰ μουσικὸς ὢν λέγει; ΘΕΑΙ. ἐπεσκεψάμεθʼ ἄν. ΣΩ. οὐκοῦν τοιοῦτον μὲν εὑρόντες ἐπειθόμεθʼ ἄν, ἄμουσον δέ, ἠπιστοῦμεν; ΘΕΑΙ. ἀληθῆ.
テオドロス:実のところ、ソクラテスよ、私が市民の若者のうちで、どのような素晴らしい天性の者に出会ったか、私にとっては語るに値し、あなたにとっては聞くに非常に値することなのです。もし彼が美男子であったなら、誰かに私が彼に恋慕しているのではないかと疑われるのを恐れて、話すのをひどくためらったことでしょう。しかし今は――気を悪くしないでほしいのですが――彼は美男子ではなく、鼻が低く、目が飛び出している点であなたに似ています。ただ、あなたほどそれらの特徴は強くありません。ですから、私は恐れることなく語りましょう。よく知っておいてほしいのですが、これまでに私が出会った人々の中で――そして私は実に多くの若者たちと交わってきましたが――これほど驚くほど優れた天性を持っていると気づいた者は、まだ一人もいません。学びが早いこと、これ自体他の人には難しいことですが、それでありながら卓越して穏やかであり、その上、誰よりも勇敢であるということは、私自身、現実にあり得るとは思わなかったし、そのような人物が生まれるのを見たこともありません。というのも、彼のように頭の回転が速く、機転が利き、記憶力が良い者たちは、たいてい怒りっぽく、バラストのない船のように揺れ動いて、勇敢というよりは狂気じみて生まれつくものであり、逆に重厚な者たちは学問に対してはどこか鈍重で、物忘れが激しいからです。しかし彼は、実に穏やかに、つまずくことなく、効率よく、まるで音もなく流れる油の流れのように、きわめて穏やかに学びと探求に進んでいくので、これほどの若さでこのように物事をやり遂げるのには驚かざるを得ません。 ソクラテス:それは良い知らせだ。ところで、彼は市民の誰の息子かね。 テオドロス:名前は聞いたのですが、覚えていません。しかし、あそこにやって来る若者たちの中で、真ん中にいるのが彼です。さきほど外の徒競走場で、彼の仲間たちと彼自身が体に油を塗っていました。今は塗り終えてこちらに来る途中のようです。彼を見知っているかどうか、見てみてください。 ソクラテス:知っているとも。スニオン区のエウプロニオスの息子だ。全く、友よ、父親もあなたがこの若者について語った通りの人物だったし、その他の点でも評判が良く、しかもたいそうな財産を遺したのだ。だが、この若者の名前は知らないな。 テオドロス:ソクラテス、名前はテアイテトスです。しかし財産の方は、後見人たちに台無しにされてしまったようです。それにもかかわらず、金銭に対する気前の良さにおいても、彼は驚くべき男ですよ、ソクラテス。 ソクラテス:気高い男のようだな。彼にこちらに来て隣に座るように言ってくれ。 テオドロス:承知しました。テアイテトス、こちらへ来てソクラテスの隣に座りなさい。 ソクラテス:ぜひそうしてくれ、テアイテトス。私も自分自身がどのような顔をしているか観察したいのだ。テオドロスが、私の顔は君に似ていると言うのだから。ところで、もし私たちの双方がライアーを持っているときに、彼がそれらは同じように調律されていると言ったとしたら、私たちはすぐに彼の言うことを信じるだろうか、それとも彼が音楽の心得がある者として言っているのかどうか確かめるだろうか。 テアイテトス:確かめるでしょう。 ソクラテス:では、彼が音楽の心得があると分かれば信じるが、素人だと分かれば信じないのではないかね。 テアイテトス:その通りです。
- 144ἐμοί τε εἰπεῖν καὶ σοὶ ἀκοῦσαι πάνυ ἄξιον
不定詞 εἰπεῖν と ἀκοῦσαι は、いずれも形容詞 ἄξιον(値する)の意味範囲を制限・限定する副詞的用法(いわゆる epexegesis、または制限の不定詞)であり、「私にとって語るに、あなたにとって聞くに値する」という意味になる。
- 144εἰ μὲν ἦν... ἐφοβούμην ἂν
接続語 μέν とともに、条件節に直説法過去(ἦν)、帰結節に直説法過去+小辞 ἄν(ἐφοβούμην ἄν)を用いることで、過去の事実、あるいは現在の継続的な事実に対する反実仮想を表している。ここでは「もし彼が美しかったなら、私は恐れただろうに(実際は美しくないので恐れない)」という文脈。
- 144aτὸ γὰρ εὐμαθῆ ὄντα ὡς ἄλλῳ χαλεπὸν πρᾷον αὖ εἶναι διαφερόντως
中性単数対格の冠詞 τὸ を伴った不定詞句(τὸ ... εἶναι)が、後続する動詞 ᾠόμην の目的語(対格不定詞句)として文頭に提示されている。εὐμαθῆ ὄντα(学びが早いこと)および πρᾷον εἶναι(穏やかであること)の主語は対格(表示されていないが、一般の人間またはテアイテトスを指す対格主語)を想定している。
- 144eεἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθʼ ἂν
εἰ で始まる条件節の中に、属格絶対(νῷν ἐχόντοιν ἑκατέρου λύραν「私たち二人がそれぞれライアーを持っているときに」)が挿入されている。また、帰結節は πότερον... ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθʼ ἄν と二者択一の疑問文の形で、いずれも未完了過去およびアオリスト+ ἄν による反実仮想の帰結を構成している。
