Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §401-402

赫斯提亚与流转相关的诸神名字语源

第 11 段,共 34 段 · 希腊语

内容简介

苏格拉底开始考察神明名字的语源,首先分析了赫斯提亚的名字,并将其与代表实体的方言词汇及赫拉克利特的万物流转说联系起来。随后他进一步探讨了瑞亚、克洛诺斯、泰西丝和波塞冬等神之名,认为这些名字皆源自与流动或其阻碍相关的概念。

§401ΣΩ. εἰ οὖν βούλει, σκοπῶμεν ὥσπερ προειπόντες τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα—οὐ γὰρ ἀξιοῦμεν οἷοί τʼ ἂν εἶναι σκοπεῖν—ἀλλὰ περὶ τῶν ἀνθρώπων, ἥν ποτέ τινα δόξαν ἔχοντες ἐτίθεντο αὐτοῖς τὰ ὀνόματα·
苏格拉底:那么,如果你愿意,让我们在首先向神明声明之后再开始考察。 我们要声明我们决不考察神明本身——因为我们不认为自己有能力进行这样的考察——而是考察人类,看他们当初是抱着怎样的想法来给神明命名。
τοῦτο γὰρ ἀνεμέσητον.
因为这样做不会招致神明的惩罚。
ΕΡΜ. ἀλλά μοι δοκεῖς, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω ποιῶμεν.
赫尔墨革涅斯:苏格拉底,我觉得你说的很合情理,我们就这样做吧。
ΣΩ. ἄλλο τι οὖν ἀφʼ Ἑστίας ἀρχώμεθα κατὰ τὸν νόμον;
苏格拉底:那么,按照惯例,我们是不是应该从赫斯提亚开始?
ΕΡΜ. δίκαιον γοῦν.
赫尔墨革涅斯:这当然是合乎正道的。
ΣΩ. τί οὖν ἄν τις φαίη διανοούμενον τὸν ὀνομάσαντα Ἑστίαν ὀνομάσαι;
苏格拉底:那么,人们会说,给赫斯提亚命名的人是在抱着怎样的想法来命名的呢?
ΕΡΜ. οὐ μὰ τὸν Δία οὐδὲ τοῦτο οἶμαι ῥᾴδιον εἶναι.
赫尔墨革涅斯:凭着宙斯起誓,我认为这也不是一件容易的事。
ΣΩ. κινδυνεύουσι γοῦν, ὠγαθὲ Ἑρμόγενες, οἱ πρῶτοι τὰ ὀνόματα τιθέμενοι οὐ φαῦλοι εἶναι ἀλλὰ μετεωρολόγοι καὶ ἀδολέσχαι τινές.
苏格拉底:我那亲爱的赫尔墨革涅斯啊,最初制定名字的人绝非平庸之辈,而很可能是些天象学家和博古通今的清谈之士。
ΕΡΜ. τί δή;
赫尔墨革涅斯:为什么这么说?
ΣΩ. καταφαίνεταί μοι ἡ θέσις τῶν ὀνομάτων τοιούτων τινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται.
苏格拉底:在我看来,名字的制定显然出自这样一类人之手。 而且,如果有人去仔细研究外国的名字,也同样能够发现每个名字所表达的心意。
οἷον καὶ ἐν τούτῳ ὃ ἡμεῖς οὐσίαν καλοῦμεν, εἰσὶν οἳ ἐσσίαν καλοῦσιν, οἳ δʼ αὖ ὠσίαν.
例如,就我们称之为“实体”的东西而言,有人称之为“essia”,也有人称之为“osia”。
πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία Ἑστία καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον ἔστιν φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο Ἑστία · ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν ἐσσίαν καλεῖν τὴν οὐσίαν.
首先,根据这两个名字之中的前一个,把事物的实体称为“赫斯提亚”是有道理的;而且因为我们反过来把分有实体的事物说成是“存在”,据此它也可以被正确地称为“赫斯提亚”,因为古时候我们似乎也把实体称为“essia”。
ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις ἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα τοὺς τιθεμένους· τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες τὴν πάντων οὐσίαν ἐσσίαν ἐπωνόμασαν.
此外,如果有人考虑到祭祀的仪式,就会认为制定这些名字的人也是这么想的;因为那些把万物之实体命名为“essia”的人,自然会在祭祀所有其他神明之前,首先向赫斯提亚献祭。
ὅσοι δʼ αὖ ὠσίαν, σχεδόν τι αὖ οὗτοι καθʼ Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν·
另一方面,那些把实体称为“osia”的人,也几乎和赫拉克利特一样,认为一切存在者都在运动,没有什么是静止的。
τὸ οὖν αἴτιον καὶ τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ ὠθοῦν, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ ὠσίαν ὠνομάσθαι.
因此,作为它们的原因和主导者的是“推动者”,所以把它命名为“osia”是很妥当的。
καὶ ταῦτα μὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω·
那么,这些话就当做一无所知者之言而到此为止吧。
μετὰ δʼ Ἑστίαν δίκαιον Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι.
在赫斯提亚之后,理应考察瑞亚和克洛诺斯。
καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν.
不过,克洛诺斯的名字我们刚才已经讨论过了。
ἴσως μέντοι οὐδὲν λέγω.
也许我其实说的是废话。
ΕΡΜ. τί δή, ὦ Σώκρατες;
赫尔墨革涅斯:怎么会呢,苏格拉底?
ΣΩ. ὠγαθέ, ἐννενόηκά τι σμῆνος σοφίας.
苏格拉底:我的好朋友,我想到了一大群智慧。
ΕΡΜ. ποῖον δὴ τοῦτο;
赫尔墨革涅斯:那是怎样的一群呢?
§402ΣΩ. γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.
苏格拉底:说起来极为滑稽,但我认为这确实有某种合理性。
ΕΡΜ. τίνα ταύτην;
赫尔墨革涅斯:那是怎样的合理性呢?
ΣΩ. τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαίʼ ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, ἃ καὶ Ὅμηρος ἔλεγεν.
苏格拉底:我似乎看到赫拉克利特在讲述某种古老的智慧,简直就是在讲述克洛诺斯和瑞亚那个时代的事,那些荷马也曾说过的事。
ΕΡΜ. πῶς τοῦτο λέγεις;
赫尔墨革涅斯:你这是什么意思?
ΣΩ. λέγει που Ἡράκλειτος ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει, καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.
苏格拉底:赫拉克利特在某个地方说过,“万物皆流,无物常驻”,他还把存在者比作河流,说道,“你不能两次踏入同一条河流”。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实有这些话。
ΣΩ. τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν ὁ τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοις Ῥέαν τε καὶ Κρόνον ;
苏格拉底:那么,你认为给其他神明的祖先命名为“瑞亚”和“克洛诺斯”的人,其想法会与赫拉克利特有什么不同吗?
ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα θέσθαι;
你以为他是出于偶然,才给他们两个人都起了代表“流动”的名字吗?
ὥσπερ αὖ Ὅμηρος Ὠκεανόν τε θεῶν γένεσίν φησιν καὶ μητέρα Τηθύν· οἶμαι δὲ καὶ Ἡσίοδος.
正如荷马反过来也说,“众神之源俄刻阿诺斯与母亲泰西丝”;我想赫西俄德也是这么说的。
λέγει δέ που καὶ Ὀρφεὺς ὅτι " Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, " " ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.
而且奥菲斯也在某个地方说过:“首先,清流奔涌的俄刻阿诺斯缔结了婚姻,娶了同母的姐姐泰西丝为妻。
" ταῦτʼ οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.
”所以,想一想这些说法,它们不仅彼此一致,而且全都指向赫拉克利特的观点。
ΕΡΜ. φαίνῃ τί μοι λέγειν, ὦ Σώκρατες· τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.
赫尔墨革涅斯:苏格拉底,我觉得你说的很有道理;然而,我实在不明白泰西丝这个名字是什么意思。
ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν.
苏格拉底:其实,这名字本身就几乎告诉了我们,它是一个隐藏的泉源之名。
τὸ γὰρ διαττώμενον καὶ τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν· ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων ἡ Τηθὺς τὸ ὄνομα σύγκειται.
因为那“滤出的”和 “滤过的”就是泉源的拟态;而泰西丝这个名字,正是由这两个词合成而来的。
ΕΡΜ. τοῦτο μέν, ὦ Σώκρατες, κομψόν.
赫尔墨革涅斯:苏格拉底,这真是太巧妙了。
ΣΩ. τί δʼ οὐ μέλλει;
苏格拉底:怎么会不巧妙呢?
ἀλλὰ τί τὸ μετὰ τοῦτο;
那么,接下来是什么?
τὸν μὲν Δία εἴπομεν.
我们已经说过了宙斯。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὃ ὀνομάζουσιν αὐτόν.
苏格拉底:那么,让我们来说说他的兄弟们,即波塞冬和普鲁托,以及普鲁托被称呼的另一个名字。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:好的。
ΣΩ. τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι, ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν ἡ τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλʼ ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο.
苏格拉底:那么,关于波塞冬的名字,在我看来是因为当他行走时,大海的自然阻挡了他,不再让他前行,就像成了他脚上的枷锁。
τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασεν Ποσειδῶνα, ὡς ποσίδεσμον ὄντα· τὸ δὲ ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα.
因此,给统治这种力量的神命名的人,把他命名为“波塞冬”,意为“足之锁”;而其中的伊普西龙,也许是为了发音优美而加进去的。

词汇与语法注释

  1. 401aπροειπόντες τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα — 分词 προειπόντες 是副词性分词,表示在主句主动词 σκοπῶμεν(劝诱虚拟语气)之前发生的动作,译为“在预先声明……之后”。ὅτι 引导的从句是充当该分词宾语的名词性从句。
  2. 401cἡ τῶν πραγμάτων οὐσία Ἑστία καλεῖσθαι ἔχει λόγον — 短语 ἔχει λόγον 是“有道理”、“合乎情理”的惯用表达,此处带被动不定词 καλεῖσθαι,意为“被称为……是有道理的”。该结构的主语是 ἡ τῶν πραγμάτων οὐσία。
  3. 402aδὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης — 助词 ἄν 与第二人称单数希求语气 ἐμβαίης 结合,构成潜在希求(potential optative),表示一般的可能性或能力(“你无法两次踏入”)。此句是赫拉克利特名言的引用。
  4. 402bὨκεανόν τε θεῶν γένεσίν φησιν καὶ μητέρα Τηθύν — 动词 φησιν(主语为荷马)带双宾格结构。Ὠκεανόν 和 Τηθύν 是直接宾语,而 θεῶν γένεσιν 和 μητέρα 是宾语补足语。苏格拉底将荷马的诗句转换为宾格,以嵌入自己的间接引语中。
  5. 402eὡς ποσίδεσμον ὄντα — 连词 ὡς 与宾格分词 ὄντα 结合,表示命名者主观上的理由或意图(“因其作为足之锁”)。它作为宾语补足语,修饰句中呈宾格的神明。

引用这一段

柏拉图, 克拉底鲁篇 §401-402. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:401-402

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。