§399ΣΩ. τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.
苏格拉底:看来你很相信叶甫西弗隆的启示。
ΕΡΜ. δῆλα δή.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ὀρθῶς γε σὺ πιστεύων·
苏格拉底:你相信得对。
ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι.
因为现在我也觉得自己想到了妙处,如果不加小心,我今天就有可能变得比应该达到的还要聪明。
σκόπει δὴ ὃ λέγω.
考虑一下我所说的。
πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δʼ ἐξαιροῦμεν, παρʼ ὃ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν.
首先,关于名字,我们必须理解这样一件事:我们经常根据自己的意愿在命名时加入一些字母,或去掉一些,并且改变音调的高低。
οἷον
Διὶ φίλος
—τοῦτο ἵνα ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα.
例如, “宙斯所爱之人” ——为了让这个成为一个名字而不是一句话,我们去掉了其中一个约塔,并且用抑音代替了中间音节的扬音。
ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα ὀξύτερα φθεγγόμεθα.
相反,在其他情况下,我们会加入字母,或者将较低的音读得更高。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ.
苏格拉底:在我看来,“人类”这个名字也经历了其中之一。
ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.
因为它是由一句话变成了一个名字,去掉了阿尔法这一个字母,并且词尾的音调变得更低。
ΕΡΜ. πῶς λέγεις;
赫尔墨革涅斯:你这是什么意思?
ΣΩ. ὧδε.
苏格拉底:是这样的。
σημαίνει τοῦτο τὸ ὄνομα ὁ
ἄνθρωπος
ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δʼ ἐστὶ
ὄπωπε
—καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν.
这个名字“人类”意味着,虽然其他野兽对自己所看见的任何事物都不加审视,也不计算,也不仰望,但人类一看见——这就是“已经看见”——就既仰望又思考他所看见的东西。
ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος
ἄνθρωπος
ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.
因此,在野兽中,只有人类因为仰望自己所看见的而被正确地命名为“人类”。
ΕΡΜ. τί οὖν τὸ μετὰ τοῦτο;
赫尔墨革涅斯:那么接下来是什么呢?
ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;
我可以问你一个我很想了解的问题吗?
ΣΩ. πάνυ γε.
苏格拉底:当然可以。
ΕΡΜ. ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα.
赫尔墨革涅斯:那么,在我看来,有一些东西是紧接在这些之后的。
ψυχὴν
γάρ που καὶ
σῶμα
καλοῦμεν τοῦ ἀνθρώπου.
因为我们想必称人类的某些东西为“灵魂”和“肉体”。
ΣΩ. πῶς γὰρ οὔ;
苏格拉底:怎么会不呢?
ΕΡΜ. πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.
赫尔墨革涅斯:那么让我们也试着像前面那样对这些进行剖析。
ΣΩ. ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτʼ αὖ τὸ σῶμα;
苏格拉底:你的意思是先考察灵魂,看它如何合理地获得这个名字,然后接着考察肉体?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταί τε καὶ τελευτᾷ·
苏格拉底:那么,如果是即兴发挥的话,我认为那些给灵魂命名的人想的是这样的事情:即这东西当它存在于身体中时,是它活着的因,提供了呼吸和冷却的力量,而一旦这冷却的力量离开,身体就会灭亡和死去;因此,在我看来,他们称之为“灵魂”。
ὅθεν δή μοι δοκοῦσιν αὐτὸ
ψυχὴν
καλέσαι. εἰ δὲ βούλει —ἔχε ἠρέμα·
但如果你愿意——等一下;因为我似乎看到了比这更有说服力的东西,适合叶甫西弗隆那一派。
δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου τοῖς ἀμφὶ Εὐθύφρονα. τούτου μὲν γάρ, ὡς ἐμοὶ δοκεῖ, καταφρονήσαιεν ἂν καὶ ἡγήσαιντο φορτικὸν εἶναι· τόδε δὲ σκόπει ἐὰν ἄρα καὶ σοὶ ἀρέσῃ.
因为在我看来,他们会鄙视前面那个解释,认为它太俗气;但看看这个是否也能让你满意。
§400ΕΡΜ. λέγε μόνον.
赫尔墨革涅斯:请讲。
ΣΩ. τὴν φύσιν παντὸς τοῦ σώματος, ὥστε καὶ ζῆν καὶ περιιέναι, τί σοι δοκεῖ ἔχειν τε καὶ ὀχεῖν ἄλλο ἢ ψυχή;
苏格拉底:除了灵魂之外,你认为还有什么东西承载并运载整个肉体的自然,使其得以生存和活动?
ΕΡΜ. οὐδὲν ἄλλο.
赫尔墨革涅斯:没有别的。
ΣΩ. τί δέ; καὶ τὴν τῶν ἄλλων ἁπάντων φύσιν οὐ πιστεύεις Ἀναξαγόρᾳ νοῦν καὶ ψυχὴν εἶναι τὴν διακοσμοῦσαν καὶ ἔχουσαν;
苏格拉底:那么,你难道不相信阿那克萨哥拉所说,理智和灵魂是安排并保持所有其他事物之自然的东西吗?
ΕΡΜ. ἔγωγε.
赫尔墨革涅斯:我相信。
ΣΩ. καλῶς ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ ἣ φύσιν ὀχεῖ καὶ ἔχει
φυσέχην
ἐπονομάζειν.
苏格拉底:那么,根据这种运载和承载自然的力量,将这个名字命名为“physêchê”(持护自然者)是非常合适的。
ἔξεστι δὲ καὶ
ψυχὴν
κομψευόμενον λέγειν.
而且,也可以用更雅致的方式称其为“灵魂”。
ΕΡΜ. πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι.
赫尔墨革涅斯:确实如此,而且在我看来,这个解释比前一个更有技术含量。
ΣΩ. καὶ γὰρ ἔστιν· γελοῖον μέντοι φαίνεται ὡς ἀληθῶς ὀνομαζόμενον ὡς ἐτέθη.
苏格拉底:确实如此;虽然当它以最初真正确立的方式被说出来时,看起来有些滑稽。
ΕΡΜ. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶς φῶμεν ἔχειν;
赫尔墨革涅斯:那么接下来的东西我们应该怎么说呢?
ΣΩ. τὸ σῶμα λέγεις;
苏格拉底:你是指肉体吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. πολλαχῇ μοι δοκεῖ τοῦτό γε· ἂν μὲν καὶ σμικρόν τις παρακλίνῃ, καὶ πάνυ.
苏格拉底:这在我看来有很多种解释;如果有人稍微偏离一点,就会有非常多。
καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ
σῆμα
ὀρθῶς καλεῖσθαι.
因为有些人说它是灵魂的“墓碑”,因为灵魂被埋在当前的生命中;又因为灵魂通过这个肉体来指示它所要指示的东西,所以在这方面它也被正确地称为“指示标志”。
δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα· εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα,
σῶμα,
καὶ οὐδὲν δεῖν παράγειν οὐδʼ ἓν γράμμα.
然而,在我看来,最倾向于确立这个名字的是奥菲斯教徒,因为灵魂正在为它所付出的代价接受惩罚,而肉体则是这个防止它逃脱的囚笼;因此,这就是灵魂的,正如它所命名的那样,是一个“身体”,直到它还清了债务,而且不需要改变任何一个字母。
ΕΡΜ. ταῦτα μέν μοι δοκεῖ ἱκανῶς, ὦ Σώκρατες, εἰρῆσθαι· περὶ δὲ τῶν θεῶν τῶν ὀνομάτων, οἷον καὶ περὶ τοῦ
Διὸς
νυνδὴ ἔλεγες, ἔχοιμεν ἄν που κατὰ τὸν αὐτὸν τρόπον ἐπισκέψασθαι κατὰ τίνα ποτὲ ὀρθότητα αὐτῶν τὰ ὀνόματα κεῖται;
赫尔墨革涅斯:苏格拉底,这些在我看来已经说得很充分了;但是关于神明的名字,比如你刚才提到宙斯,我们是否也可以用同样的方法来考察他们的名字究竟是根据什么正确性确立起来的?
ΣΩ. ναὶ μὰ Δία ἡμεῖς γε, ὦ Ἑρμόγενες, εἴπερ γε νοῦν ἔχοιμεν, ἕνα μὲν τὸν κάλλιστον τρόπον, ὅτι περὶ θεῶν οὐδὲν ἴσμεν, οὔτε περὶ αὐτῶν οὔτε περὶ τῶν ὀνομάτων, ἅττα ποτὲ ἑαυτοὺς καλοῦσιν·
苏格拉底:凭着宙斯起誓,赫尔墨革涅斯,只要我们有理智,我们当然可以。
δῆλον γὰρ ὅτι ἐκεῖνοί γε τἀληθῆ καλοῦσι.
首先,也是最美妙的方式,是承认我们对神明一无所知,既不知道他们自身,也不知道他们的名字,无论他们如何称呼自己;因为显而易见,他们是用真实的名字来称呼自己的。
δεύτερος δʼ αὖ τρόπος ὀρθότητος, ὥσπερ ἐν ταῖς εὐχαῖς νόμος ἐστὶν ἡμῖν εὔχεσθαι, οἵτινές τε καὶ ὁπόθεν χαίρουσιν ὀνομαζόμενοι, ταῦτα καὶ ἡμᾶς αὐτοὺς καλεῖν, ὡς ἄλλο μηδὲν εἰδότας· καλῶς γὰρ δὴ ἔμοιγε δοκεῖ νενομίσθαι.
第二种正确性的方法,就像我们在祈祷中习俗所规定的一样,无论他们喜欢被称为什么,喜欢从哪里被召唤,我们也这样称呼他们,因为我们对其他的一无所知;因为在我看来,这确是一个很好的规矩。